TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 521
Previous part

Chapter: 8 
Verse: 1    Καὶ ἤκουσεν Ιουδας τὸ ὄνομα τῶν ῾Ρωμαίων, ὅτι εἰσὶν δυνατοὶ ἰσχύι καὶ αὐτοὶ εὐδοκοῦσιν ἐν πᾶσιν τοῖς προστιϑεμένοις αὐτοῖς, καὶ ὅσοι ἂν προσέλϑωσιν αὐτοῖς, ἱστῶσιν αὐτοῖς ϕιλίαν, καὶ ὅτι εἰσὶ δυνατοὶ ἰσχύι.
Verse: 2    
καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους αὐτῶν καὶ τὰς ἀνδραγαϑίας, ἃς ποιοῦσιν ἐν τοῖς Γαλάταις, καὶ ὅτι κατεκράτησαν αὐτῶν καὶ ἤγαγον αὐτοὺς ὑπὸ ϕόρον,
Verse: 3    
καὶ ὅσα ἐποίησαν ἐν χώρᾳ Σπανίας τοῦ κατακρατῆσαι τῶν μετάλλων τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου τοῦ ἐκεῖ·
Verse: 4    
καὶ κατεκράτησαν τοῦ τόπου παντὸς τῇ βουλῇ αὐτῶν καὶ τῇ μακροϑυμίᾳ, καὶ τόπος ἦν ἀπέχων μακρὰν ἀπ' αὐτῶν σϕόδρα, καὶ τῶν βασιλέων τῶν ἐπελϑόντων ἐπ' αὐτοὺς ἀπ' ἄκρου τῆς γῆς, ἕως συνέτριψαν αὐτοὺς καὶ ἐπάταξαν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ οἱ ἐπίλοιποι διδόασιν αὐτοῖς ϕόρον κατ' ἐνιαυτόν·
Verse: 5    
καὶ τὸν Φίλιππον καὶ τὸν Περσέα Κιτιέων βασιλέα καὶ τοὺς ἐπηρμένους ἐπ' αὐτοὺς συνέτριψαν αὐτοὺς ἐν πολέμῳ καὶ κατεκράτησαν αὐτῶν·
Verse: 6    
καὶ ᾽Αντίοχον τὸν μέγαν βασιλέα τῆς ᾽Ασίας τὸν πορευϑέντα ἐπ' αὐτοὺς εἰς πόλεμον ἔχοντα ἑκατὸν εἴκοσι ἐλέϕαντας καὶ ἵππον καὶ ἅρματα καὶ δύναμιν πολλὴν σϕόδρα, καὶ συνετρίβη ὑπ' αὐτῶν,
Verse: 7    
καὶ ἔλαβον αὐτὸν ζῶντα καὶ ἔστησαν αὐτοῖς διδόναι αὐτόν τε καὶ τοὺς βασιλεύοντας μετ' αὐτὸν ϕόρον μέγαν καὶ διδόναι ὅμηρα καὶ διαστολὴν
Verse: 8    
καὶ χώραν τὴν ᾽Ινδικὴν καὶ Μηδίαν καὶ Λυδίαν ἀπὸ τῶν καλλίστων χωρῶν αὐτῶν, καὶ λαβόντες αὐτὰς παρ' αὐτοῦ ἔδωκαν αὐτὰς Εὐμένει τῷ βασιλεῖ·
Verse: 9    
καὶ ὅτι οἱ ἐκ τῆς ῾Ελλάδος ἐβουλεύσαντο ἐλϑεῖν καὶ ἐξᾶραι αὐτούς,
Verse: 10    
καὶ ἐγνώσϑη λόγος αὐτοῖς, καὶ ἀπέστειλαν ἐπ' αὐτοὺς στρατηγὸν ἕνα καὶ ἐπολέμησαν πρὸς αὐτούς, καὶ ἔπεσον ἐξ αὐτῶν τραυματίαι πολλοί, καὶ ᾐχμαλώτισαν τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ ἐπρονόμευσαν αὐτοὺς καὶ κατεκράτησαν τῆς γῆς καὶ καϑεῖλον τὰ ὀχυρώματα αὐτῶν καὶ κατεδουλώσαντο αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης·
Verse: 11    
καὶ τὰς ἐπιλοίπους βασιλείας καὶ τὰς νήσους, ὅσοι ποτὲ ἀντέστησαν αὐτοῖς, κατέϕϑειραν καὶ ἐδούλωσαν αὐτούς, μετὰ δὲ τῶν ϕίλων αὐτῶν καὶ τῶν ἐπαναπαυομένων αὐτοῖς συνετήρησαν ϕιλίαν·
Verse: 12    
καὶ κατεκράτησαν τῶν βασιλέων τῶν ἐγγὺς καὶ τῶν μακράν, καὶ ὅσοι ἤκουον τὸ ὄνομα αὐτῶν, ἐϕοβοῦντο ἀπ' αὐτῶν.
Verse: 13    
οἷς δ' ἂν βούλωνται βοηϑεῖν καὶ βασιλεύειν, βασιλεύουσιν· οὓς δ' ἂν βούλωνται, μεϑιστῶσιν· καὶ ὑψώϑησαν σϕόδρα.
Verse: 14    
καὶ ἐν πᾶσιν τούτοις οὐκ ἐπέϑεντο αὐτῶν οὐδὲ εἷς διάδημα, οὐδὲ περιεβάλοντο πορϕύραν ὥστε ἁδρυνϑῆναι ἐν αὐτῇ·
Verse: 15    
καὶ βουλευτήριον ἐποίησαν ἑαυτοῖς, καὶ καϑ' ἡμέραν ἐβουλεύοντο τριακόσιοι καὶ εἴκοσι βουλευόμενοι διὰ παντὸς περὶ τοῦ πλήϑους τοῦ εὐκοσμεῖν αὐτούς·
Verse: 16    
καὶ πιστεύουσιν ἑνὶ ἀνϑρώπῳ ἄρχειν αὐτῶν κατ' ἐνιαυτὸν καὶ κυριεύειν πάσης τῆς γῆς αὐτῶν, καὶ πάντες ἀκούουσιν τοῦ ἑνός, καὶ οὐκ ἔστιν ϕϑόνος οὐδὲ ζῆλος ἐν αὐτοῖς.
Verse: 17    
Καὶ ἐπελέξατο Ιουδας τὸν Εὐπόλεμον υἱὸν Ιωαννου τοῦ Ακκως καὶ ᾽Ιάσονα υἱὸν Ελεαζαρου καὶ ἀπέστειλεν αὐτοὺς εἰς ῾Ρώμην στῆσαι ϕιλίαν καὶ συμμαχίαν
Verse: 18    
καὶ τοῦ ἆραι τὸν ζυγὸν ἀπ' αὐτῶν, ὅτι εἶδον τὴν βασιλείαν τῶν ῾Ελλήνων καταδουλουμένους τὸν Ισραηλ δουλείᾳ.
Verse: 19    
καὶ ἐπορεύϑησαν εἰς ῾Ρώμην, καὶ ὁδὸς πολλὴ σϕόδρα, καὶ εἰσήλϑοσαν εἰς τὸ βουλευτήριον καὶ ἀπεκρίϑησαν καὶ εἶπον
Verse: 20    
Ιουδας καὶ Μακκαβαῖος καὶ οἱ ἀδελϕοὶ αὐτοῦ καὶ τὸ πλῆϑος τῶν Ιουδαίων ἀπέστειλαν ἡμᾶς πρὸς ὑμᾶς στῆσαι μεϑ' ὑμῶν συμμαχίαν καὶ εἰρήνην καὶ γραϕῆναι ἡμᾶς συμμάχους καὶ ϕίλους ὑμῶν.
Verse: 21    
καὶ ἤρεσεν λόγος ἐνώπιον αὐτῶν.
Verse: 22    
καὶ τοῦτο τὸ ἀντίγραϕον τῆς ἐπιστολῆς, ἧς ἀντέγραψαν ἐπὶ δέλτοις χαλκαῖς καὶ ἀπέστειλαν εἰς Ιερουσαλημ εἶναι παρ' αὐτοῖς ἐκεῖ μνημόσυνον εἰρήνης καὶ συμμαχίας
Verse: 23    
Καλῶς γένοιτο ῾Ρωμαίοις καὶ τῷ ἔϑνει Ιουδαίων ἐν τῇ ϑαλάσσῃ καὶ ἐπὶ τῆς ξηρᾶς εἰς τὸν αἰῶνα, καὶ ῥομϕαία καὶ ἐχϑρὸς μακρυνϑείη ἀπ' αὐτῶν.
Verse: 24    
ἐὰν δὲ ἐνστῇ πόλεμος ῾Ρώμῃ προτέρᾳ πᾶσιν τοῖς συμμάχοις αὐτῶν ἐν πάσῃ τῇ κυριείᾳ αὐτῶν,
Verse: 25    
συμμαχήσει τὸ ἔϑνος τῶν Ιουδαίων, ὡς ἂν καιρὸς ὑπογράϕῃ αὐτοῖς, καρδίᾳ πλήρει·
Verse: 26    
καὶ τοῖς πολεμοῦσιν οὐ δώσουσιν οὐδὲ ἐπαρκέσουσιν σῖτον, ὅπλα, ἀργύριον, πλοῖα, ὡς ἔδοξεν ῾Ρώμῃ· καὶ ϕυλάξονται τὰ ϕυλάγματα αὐτῶν οὐϑὲν λαβόντες.
Verse: 27    
κατὰ τὰ αὐτὰ δὲ ἐὰν ἔϑνει Ιουδαίων συμβῇ προτέροις πόλεμος, συμμαχήσουσιν οἱ ῾Ρωμαῖοι ἐκ ψυχῆς, ὡς ἂν αὐτοῖς καιρὸς ὑπογράϕῃ;
Verse: 28    
καὶ τοῖς συμμαχοῦσιν οὐ δοϑήσεται σῖτος, ὅπλα, ἀργύριον, πλοῖα, ὡς ἔδοξεν ῾Ρώμῃ· καὶ ϕυλάξονται τὰ ϕυλάγματα ταῦτα καὶ οὐ μετὰ δόλου.
Verse: 29    
κατὰ τοὺς λόγους τούτους οὕτως ἔστησαν ῾Ρωμαῖοι τῷ δήμῳ τῶν Ιουδαίων.
Verse: 30    
ἐὰν δὲ μετὰ τοὺς λόγους τούτους βουλεύσωνται οὗτοι καὶ οὗτοι προσϑεῖναι ἀϕελεῖν, ποιήσονται ἐξ αἱρέσεως αὐτῶν, καὶ ἂν προσϑῶσιν ἀϕέλωσιν, ἔσται κύρια.
Verse: 31    
καὶ περὶ τῶν κακῶν, ὧν βασιλεὺς Δημήτριος συντελεῖται εἰς αὐτούς, ἐγράψαμεν αὐτῷ λέγοντες Διὰ τί ἐβάρυνας τὸν ζυγόν σου ἐπὶ τοὺς ϕίλους ἡμῶν τοὺς συμμάχους Ιουδαίους;
Verse: 32    
ἐὰν οὖν ἔτι ἐντύχωσιν κατὰ σοῦ, ποιήσομεν αὐτοῖς τὴν κρίσιν καὶ πολεμήσομέν σε διὰ τῆς ϑαλάσσης καὶ διὰ τῆς ξηρᾶς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.