TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 522
Previous part

Chapter: 9 
Verse: 1    Καὶ ἤκουσεν Δημήτριος ὅτι ἔπεσεν Νικάνωρ καὶ δύναμις αὐτοῦ ἐν πολέμῳ, καὶ προσέϑετο τὸν Βακχίδην καὶ τὸν ῎Αλκιμον ἐκ δευτέρου ἀποστεῖλαι εἰς γῆν Ιουδα καὶ τὸ δεξιὸν κέρας μετ' αὐτῶν.
Verse: 2    
καὶ ἐπορεύϑησαν ὁδὸν τὴν εἰς Γαλγαλα καὶ παρενέβαλον ἐπὶ Μαισαλωϑ τὴν ἐν Αρβηλοις καὶ προκατελάβοντο αὐτὴν καὶ ἀπώλεσαν ψυχὰς ἀνϑρώπων πολλάς.
Verse: 3    
καὶ τοῦ μηνὸς τοῦ πρώτου ἔτους τοῦ δευτέρου καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ παρενέβαλον ἐπὶ Ιερουσαλημ·
Verse: 4    
καὶ ἀπῆραν καὶ ἐπορεύϑησαν εἰς Βερεαν ἐν εἴκοσι χιλιάσιν ἀνδρῶν καὶ δισχιλίᾳ ἵππῳ.
Verse: 5    
καὶ Ιουδας ἦν παρεμβεβληκὼς ἐν Ελασα, καὶ τρισχίλιοι ἄνδρες μετ' αὐτοῦ ἐκλεκτοί.
Verse: 6    
καὶ εἶδον τὸ πλῆϑος τῶν δυνάμεων ὅτι πολλοί εἰσιν, καὶ ἐϕοβήϑησαν σϕόδρα· καὶ ἐξερρύησαν πολλοὶ ἀπὸ τῆς παρεμβολῆς, οὐ κατελείϕϑησαν ἐξ αὐτῶν ἀλλ' ὀκτακόσιοι ἄνδρες.
Verse: 7    
καὶ εἶδεν Ιουδας ὅτι ἀπερρύη παρεμβολὴ αὐτοῦ καὶ πόλεμος ἔϑλιβεν αὐτόν, καὶ συνετρίβη τῇ καρδίᾳ, ὅτι οὐκ εἶχεν καιρὸν συναγαγεῖν αὐτούς,
Verse: 8    
καὶ ἐξελύϑη καὶ εἶπεν τοῖς καταλειϕϑεῖσιν ᾽Αναστῶμεν καὶ ἀναβῶμεν ἐπὶ τοὺς ὑπεναντίους ἡμῶν, ἐὰν ἄρα δυνώμεϑα πολεμῆσαι πρὸς αὐτούς.
Verse: 9    
καὶ ἀπέστρεϕον αὐτὸν λέγοντες Οὐ μὴ δυνώμεϑα, ἀλλ' σῴζωμεν τὰς ἑαυτῶν ψυχὰς τὸ νῦν, ἐπιστρέψωμεν καὶ οἱ ἀδελϕοὶ ἡμῶν καὶ πολεμήσωμεν πρὸς αὐτούς, ἡμεῖς δὲ ὀλίγοι.
Verse: 10    
καὶ εἶπεν Ιουδας Μὴ γένοιτο ποιῆσαι τὸ πρᾶγμα τοῦτο, ϕυγεῖν ἀπ' αὐτῶν, καὶ εἰ ἤγγικεν καιρὸς ἡμῶν, καὶ ἀποϑάνωμεν ἐν ἀνδρείᾳ χάριν τῶν ἀδελϕῶν ἡμῶν καὶ μὴ καταλίπωμεν αἰτίαν τῇ δόξῃ ἡμῶν.
Verse: 11    
καὶ ἀπῆρεν δύναμις ἀπὸ τῆς παρεμβολῆς καὶ ἔστησαν εἰς συνάντησιν αὐτοῖς, καὶ ἐμερίσϑη ἵππος εἰς δύο μέρη, καὶ οἱ σϕενδονῆται καὶ οἱ τοξόται προεπορεύοντο τῆς δυνάμεως, καὶ οἱ πρωταγωνισταὶ πάντες οἱ δυνατοί, Βακχίδης δὲ ἦν ἐν τῷ δεξιῷ κέρατι.
Verse: 12    
καὶ ἤγγισεν ϕάλαγξ ἐκ τῶν δύο μερῶν καὶ ἐϕώνουν ταῖς σάλπιγξιν, καὶ ἐσάλπισαν οἱ παρὰ Ιουδου καὶ αὐτοὶ ταῖς σάλπιγξιν·
Verse: 13    
καὶ ἐσαλεύϑη γῆ ἀπὸ τῆς ϕωνῆς τῶν παρεμβολῶν, καὶ ἐγένετο πόλεμος συνημμένος ἀπὸ πρωίϑεν ἕως ἑσπέρας.
Verse: 14    
καὶ εἶδεν Ιουδας ὅτι Βακχίδης καὶ τὸ στερέωμα τῆς παρεμβολῆς ἐν τοῖς δεξιοῖς, καὶ συνῆλϑον αὐτῷ πάντες οἱ εὔψυχοι τῇ καρδίᾳ,
Verse: 15    
καὶ συνετρίβη τὸ δεξιὸν μέρος ἀπ' αὐτῶν, καὶ ἐδίωκεν ὀπίσω αὐτῶν ἕως Αζωτου ὄρους.
Verse: 16    
καὶ οἱ εἰς τὸ ἀριστερὸν κέρας εἶδον ὅτι συνετρίβη τὸ δεξιὸν κέρας, καὶ ἐπέστρεψαν κατὰ πόδας Ιουδου καὶ τῶν μετ' αὐτοῦ ἐκ τῶν ὄπισϑεν.
Verse: 17    
καὶ ἐβαρύνϑη πόλεμος, καὶ ἔπεσον τραυματίαι πολλοὶ ἐκ τούτων καὶ ἐκ τούτων,
Verse: 18    
καὶ Ιουδας ἔπεσεν, καὶ οἱ λοιποὶ ἔϕυγον.
Verse: 19    
καὶ ἦρεν Ιωναϑαν καὶ Σιμων Ιουδαν τὸν ἀδελϕὸν αὐτῶν καὶ ἔϑαψαν αὐτὸν ἐν τῷ τάϕῳ τῶν πατέρων αὐτοῦ ἐν Μωδεϊν.
Verse: 20    
καὶ ἔκλαυσαν αὐτὸν καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ κοπετὸν μέγαν καὶ ἐπένϑουν ἡμέρας πολλὰς καὶ εἶπον
Verse: 21    
Πῶς ἔπεσεν δυνατὸς σῴζων τὸν Ισραηλ.
Verse: 22    
καὶ τὰ περισσὰ τῶν λόγων Ιουδου καὶ τῶν πολέμων καὶ τῶν ἀνδραγαϑιῶν, ὧν ἐποίησεν, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐ κατεγράϕη· πολλὰ γὰρ ἦν σϕόδρα.
Verse: 23    
Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ιουδου ἐξέκυψαν οἱ ἄνομοι ἐν πᾶσιν τοῖς ὁρίοις Ισραηλ, καὶ ἀνέτειλαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀδικίαν.
Verse: 24    
ἐν ταῖς ἡμέραις ἐκείναις ἐγενήϑη λιμὸς μέγας σϕόδρα, καὶ αὐτομόλησεν χώρα μετ' αὐτῶν.
Verse: 25    
καὶ ἐξέλεξεν Βακχίδης τοὺς ἀσεβεῖς ἄνδρας καὶ κατέστησεν αὐτοὺς κυρίους τῆς χώρας.
Verse: 26    
καὶ ἐξεζήτουν καὶ ἠρεύνων τοὺς ϕίλους Ιουδου καὶ ἦγον αὐτοὺς πρὸς Βακχίδην, καὶ ἐξεδίκα αὐτοὺς καὶ ἐνέπαιζεν αὐτοῖς.
Verse: 27    
καὶ ἐγένετο ϑλῖψις μεγάλη ἐν τῷ Ισραηλ, ἥτις οὐκ ἐγένετο ἀϕ' ἧς ἡμέρας οὐκ ὤϕϑη προϕήτης αὐτοῖς.
Verse: 28    
καὶ ἠϑροίσϑησαν πάντες οἱ ϕίλοι Ιουδου καὶ εἶπον τῷ Ιωναϑαν
Verse: 29    
᾽Αϕ' οὗ ἀδελϕός σου Ιουδας τετελεύτηκεν, καὶ ἀνὴρ ὅμοιος αὐτῷ οὐκ ἔστιν ἐξελϑεῖν καὶ εἰσελϑεῖν πρὸς τοὺς ἐχϑροὺς καὶ Βακχίδην καὶ ἐν τοῖς ἐχϑραίνουσιν τοῦ ἔϑνους ἡμῶν·
Verse: 30    
νῦν οὖν σὲ ᾑρετισάμεϑα σήμερον τοῦ εἶναι ἀντ' αὐτοῦ ἡμῖν εἰς ἄρχοντα καὶ ἡγούμενον τοῦ πολεμῆσαι τὸν πόλεμον ἡμῶν.
Verse: 31    
καὶ ἐπεδέξατο Ιωναϑαν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν ἥγησιν καὶ ἀνέστη ἀντὶ Ιουδου τοῦ ἀδελϕοῦ αὐτοῦ.
Verse: 32    
Καὶ ἔγνω Βακχίδης καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι.
Verse: 33    
καὶ ἔγνω Ιωναϑαν καὶ Σιμων ἀδελϕὸς αὐτοῦ καὶ πάντες οἱ μετ' αὐτοῦ καὶ ἔϕυγον εἰς τὴν ἔρημον Θεκωε καὶ παρενέβαλον ἐπὶ τὸ ὕδωρ λάκκου Ασϕαρ.
Verse: 34    
καὶ ἔγνω Βακχίδης τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ ἦλϑεν αὐτὸς καὶ πᾶν τὸ στράτευμα αὐτοῦ πέραν τοῦ Ιορδάνου.
Verse: 35    
καὶ ἀπέστειλεν τὸν ἀδελϕὸν αὐτοῦ ἡγούμενον τοῦ ὄχλου καὶ παρεκάλεσεν τοὺς Ναβαταίους ϕίλους αὐτοῦ τοῦ παραϑέσϑαι αὐτοῖς τὴν ἀποσκευὴν αὐτῶν τὴν πολλήν.
Verse: 36    
καὶ ἐξῆλϑον οἱ υἱοὶ Ιαμβρι οἱ ἐκ Μηδαβα καὶ συνέλαβον Ιωαννην καὶ πάντα, ὅσα εἶχεν, καὶ ἀπῆλϑον ἔχοντες.
Verse: 37    
μετὰ τοὺς λόγους τούτους ἀπήγγειλαν Ιωναϑαν καὶ Σιμωνι τῷ ἀδελϕῷ αὐτοῦ ὅτι Υἱοὶ Ιαμβρι ποιοῦσιν γάμον μέγαν καὶ ἄγουσιν τὴν νύμϕην ἀπὸ Ναδαβαϑ, ϑυγατέρα ἑνὸς τῶν μεγάλων μεγιστάνων Χανααν, μετὰ παραπομπῆς μεγάλης.
Verse: 38    
καὶ ἐμνήσϑησαν τοῦ αἵματος Ιωαννου τοῦ ἀδελϕοῦ αὐτῶν καὶ ἀνέβησαν καὶ ἐκρύβησαν ὑπὸ τὴν σκέπην τοῦ ὄρους.
Verse: 39    
καὶ ἦραν τοὺς ὀϕϑαλμοὺς αὐτῶν καὶ εἶδον καὶ ἰδοὺ ϑροῦς καὶ ἀποσκευὴ πολλή, καὶ νυμϕίος ἐξῆλϑεν καὶ οἱ ϕίλοι αὐτοῦ καὶ οἱ ἀδελϕοὶ αὐτοῦ εἰς συνάντησιν αὐτῶν μετὰ τυμπάνων καὶ μουσικῶν καὶ ὅπλων πολλῶν.
Verse: 40    
καὶ ἐξανέστησαν ἐπ' αὐτοὺς ἀπὸ τοῦ ἐνέδρου καὶ ἀπέκτειναν αὐτούς, καὶ ἔπεσον τραυματίαι πολλοί, καὶ οἱ ἐπίλοιποι ἔϕυγον εἰς τὸ ὄρος· καὶ ἔλαβον πάντα τὰ σκῦλα αὐτῶν.
Verse: 41    
καὶ μετεστράϕη γάμος εἰς πένϑος καὶ ϕωνὴ μουσικῶν αὐτῶν εἰς ϑρῆνον.
Verse: 42    
καὶ ἐξεδίκησαν τὴν ἐκδίκησιν αἵματος ἀδελϕοῦ αὐτῶν καὶ ἀπέστρεψαν εἰς τὸ ἕλος τοῦ Ιορδάνου.
Verse: 43    
καὶ ἤκουσεν Βακχίδης καὶ ἦλϑεν τῇ ἡμέρᾳ τῶν σαββάτων ἕως τῶν κρηπίδων τοῦ Ιορδάνου ἐν δυνάμει πολλῇ.
Verse: 44    
καὶ εἶπεν Ιωναϑαν τοῖς παρ' αὐτοῦ ᾽Αναστῶμεν δὴ καὶ πολεμήσωμεν περὶ τῶν ψυχῶν ἡμῶν, οὐ γάρ ἐστιν σήμερον ὡς ἐχϑὲς καὶ τρίτην ἡμέραν·
Verse: 45    
ἰδοὺ γὰρ πόλεμος ἐξ ἐναντίας καὶ ἐξόπισϑεν ἡμῶν, τὸ δὲ ὕδωρ τοῦ Ιορδάνου ἔνϑεν καὶ ἔνϑεν καὶ ἕλος καὶ δρυμός, οὐκ ἔστιν τόπος τοῦ ἐκκλῖναι·
Verse: 46    
νῦν οὖν κεκράξατε εἰς τὸν οὐρανόν, ὅπως διασωϑῆτε ἐκ χειρὸς τῶν ἐχϑρῶν ἡμῶν.
Verse: 47    
καὶ συνῆψεν πόλεμος· καὶ ἐξέτεινεν Ιωναϑαν τὴν χεῖρα αὐτοῦ πατάξαι τὸν Βακχίδην, καὶ ἐξέκλινεν ἀπ' αὐτοῦ εἰς τὰ ὀπίσω.
Verse: 48    
καὶ ἐνεπήδησεν Ιωναϑαν καὶ οἱ μετ' αὐτοῦ εἰς τὸν Ιορδάνην καὶ διεκολύμβησαν εἰς τὸ πέραν, καὶ οὐ διέβησαν ἐπ' αὐτοὺς τὸν Ιορδάνην.
Verse: 49    
ἔπεσον δὲ παρὰ Βακχίδου τῇ ἡμέρᾳ ἐκείνῃ εἰς χιλίους ἄνδρας.
Verse: 50    
καὶ ἐπέστρεψεν εἰς Ιερουσαλημ, καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς ἐν τῇ Ιουδαίᾳ, τὸ ὀχύρωμα τὸ ἐν Ιεριχω καὶ τὴν Αμμαους καὶ τὴν Βαιϑωρων καὶ τὴν Βαιϑηλ καὶ τὴν Θαμναϑα Φαραϑων καὶ τὴν Τεϕων, ἐν τείχεσιν ὑψηλοῖς καὶ πύλαις καὶ μοχλοῖς·
Verse: 51    
καὶ ἔϑετο ϕρουρὰν ἐν αὐτοῖς τοῦ ἐχϑραίνειν τῷ Ισραηλ.
Verse: 52    
καὶ ὠχύρωσεν τὴν πόλιν τὴν Βαιϑσουραν καὶ Γαζαρα καὶ τὴν ἄκραν καὶ ἔϑετο ἐν αὐταῖς δυνάμεις καὶ παραϑέσεις βρωμάτων.
Verse: 53    
καὶ ἔλαβεν τοὺς υἱοὺς τῶν ἡγουμένων τῆς χώρας ὅμηρα καὶ ἔϑετο αὐτοὺς ἐν τῇ ἄκρᾳ ἐν Ιερουσαλημ ἐν ϕυλακῇ.
Verse: 54    
Καὶ ἐν ἔτει τρίτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ τῷ μηνὶ τῷ δευτέρῳ ἐπέταξεν ῎Αλκιμος καϑαιρεῖν τὸ τεῖχος τῆς αὐλῆς τῶν ἁγίων τῆς ἐσωτέρας· καὶ καϑεῖλεν τὰ ἔργα τῶν προϕητῶν καὶ ἐνήρξατο τοῦ καϑαιρεῖν.
Verse: 55    
ἐν τῷ καιρῷ ἐκείνῳ ἐπλήγη ῎Αλκιμος, καὶ ἐνεποδίσϑη τὰ ἔργα αὐτοῦ, καὶ ἀπεϕράγη τὸ στόμα αὐτοῦ, καὶ παρελύϑη καὶ οὐκ ἠδύνατο ἔτι λαλῆσαι λόγον καὶ ἐντείλασϑαι περὶ τοῦ οἴκου αὐτοῦ.
Verse: 56    
καὶ ἀπέϑανεν ῎Αλκιμος ἐν τῷ καιρῷ ἐκείνῳ μετὰ βασάνου μεγάλης.
Verse: 57    
καὶ εἶδεν Βακχίδης ὅτι ἀπέϑανεν ῎Αλκιμος, καὶ ἐπέστρεψεν πρὸς τὸν βασιλέα. καὶ ἡσύχασεν γῆ Ιουδα ἔτη δύο.
Verse: 58    
Καὶ ἐβουλεύσαντο πάντες οἱ ἄνομοι λέγοντες ᾽Ιδοὺ Ιωναϑαν καὶ οἱ παρ' αὐτοῦ ἐν ἡσυχίᾳ κατοικοῦσιν πεποιϑότες· νῦν οὖν ἀνάξομεν τὸν Βακχίδην, καὶ συλλήμψεται αὐτοὺς πάντας ἐν νυκτὶ μιᾷ.
Verse: 59    
καὶ πορευϑέντες συνεβουλεύσαντο αὐτῷ.
Verse: 60    
καὶ ἀπῆρεν τοῦ ἐλϑεῖν μετὰ δυνάμεως πολλῆς καὶ ἀπέστειλεν λάϑρᾳ ἐπιστολὰς πᾶσιν τοῖς συμμάχοις αὐτοῦ τοῖς ἐν τῇ Ιουδαίᾳ, ὅπως συλλάβωσιν τὸν Ιωναϑαν καὶ τοὺς μετ' αὐτοῦ· καὶ οὐκ ἠδύναντο, ὅτι ἐγνώσϑη βουλὴ αὐτῶν.
Verse: 61    
καὶ συνέλαβον ἀπὸ τῶν ἀνδρῶν τῆς χώρας τῶν ἀρχηγῶν τῆς κακίας εἰς πεντήκοντα ἄνδρας καὶ ἀπέκτειναν αὐτούς.
Verse: 62    
καὶ ἐξεχώρησεν Ιωναϑαν καὶ Σιμων καὶ οἱ μετ' αὐτοῦ εἰς Βαιϑβασι τὴν ἐν τῇ ἐρήμῳ καὶ ᾠκοδόμησεν τὰ καϑῃρημένα αὐτῆς, καὶ ἐστερέωσαν αὐτήν.
Verse: 63    
καὶ ἔγνω Βακχίδης καὶ συνήγαγεν πᾶν τὸ πλῆϑος αὐτοῦ καὶ τοῖς ἐκ τῆς Ιουδαίας παρήγγειλεν·
Verse: 64    
καὶ ἐλϑὼν παρενέβαλεν ἐπὶ Βαιϑβασι καὶ ἐπολέμησεν αὐτὴν ἡμέρας πολλὰς καὶ ἐποίησεν μηχανάς.
Verse: 65    
καὶ ἀπέλιπεν Ιωναϑαν Σιμωνα τὸν ἀδελϕὸν αὐτοῦ ἐν τῇ πόλει καὶ ἐξῆλϑεν εἰς τὴν χώραν καὶ ἦλϑεν ἐν ἀριϑμῷ.
Verse: 66    
καὶ ἐπάταξεν Οδομηρα καὶ τοὺς ἀδελϕοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς Φασιρων ἐν τῷ σκηνώματι αὐτῶν, καὶ ἤρξαντο τύπτειν καὶ ἀνέβαινον ἐν ταῖς δυνάμεσιν.
Verse: 67    
καὶ Σιμων καὶ οἱ μετ' αὐτοῦ ἐξῆλϑον ἐκ τῆς πόλεως καὶ ἐνεπύρισαν τὰς μηχανάς·
Verse: 68    
καὶ ἐπολέμησαν πρὸς τὸν Βακχίδην, καὶ συνετρίβη ὑπ' αὐτῶν, καὶ ἔϑλιβον αὐτὸν σϕόδρα, ὅτι ἦν βουλὴ αὐτοῦ καὶ ἔϕοδος αὐτοῦ κενή.
Verse: 69    
καὶ ὠργίσϑη ἐν ϑυμῷ τοῖς ἀνδράσιν τοῖς ἀνόμοις τοῖς συμβουλεύσασιν αὐτῷ ἐλϑεῖν εἰς τὴν χώραν καὶ ἀπέκτεινεν ἐξ αὐτῶν πολλοὺς καὶ ἐβουλεύσατο τοῦ ἀπελϑεῖν εἰς τὴν γῆν αὐτοῦ.
Verse: 70    
καὶ ἐπέγνω Ιωναϑαν καὶ ἀπέστειλεν πρὸς αὐτὸν πρέσβεις τοῦ συνϑέσϑαι πρὸς αὐτὸν εἰρήνην καὶ ἀποδοῦναι αὐτοῖς τὴν αἰχμαλωσίαν.
Verse: 71    
καὶ ἐπεδέξατο καὶ ἐποίησεν κατὰ τοὺς λόγους αὐτοῦ καὶ ὤμοσεν αὐτῷ μὴ ἐκζητῆσαι αὐτῷ κακὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ·
Verse: 72    
καὶ ἀπέδωκεν αὐτῷ τὴν αἰχμαλωσίαν, ἣν ᾐχμαλώτευσεν τὸ πρότερον ἐκ γῆς Ιουδα, καὶ ἀποστρέψας ἀπῆλϑεν εἰς τὴν γῆν αὐτοῦ καὶ οὐ προσέϑετο ἔτι ἐλϑεῖν εἰς τὰ ὅρια αὐτῶν.
Verse: 73    
καὶ κατέπαυσεν ῥομϕαία ἐξ Ισραηλ· καὶ ᾤκησεν Ιωναϑαν ἐν Μαχμας, καὶ ἤρξατο Ιωναϑαν κρίνειν τὸν λαὸν καὶ ἠϕάνισεν τοὺς ἀσεβεῖς ἐξ Ισραηλ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.