TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 530
Previous part

Book: Macc.II 
ΜΑΚΚΑΒΑΙΩΝ Β'


Chapter: 1 
Verse: 1    Τοῖς ἀδελϕοῖς τοῖς κατ' Αἴγυπτον Ιουδαίοις χαίρειν οἱ ἀδελϕοὶ οἱ ἐν Ιεροσολύμοις Ιουδαῖοι καὶ οἱ ἐν τῇ χώρᾳ τῆς Ιουδαίας εἰρήνην ἀγαϑήν·
Verse: 2    
καὶ ἀγαϑοποιήσαι ὑμῖν ϑεὸς καὶ μνησϑείη τῆς διαϑήκης αὐτοῦ τῆς πρὸς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τῶν δούλων αὐτοῦ τῶν πιστῶν·
Verse: 3    
καὶ δῴη ὑμῖν καρδίαν πᾶσιν εἰς τὸ σέβεσϑαι αὐτὸν καὶ ποιεῖν αὐτοῦ τὰ ϑελήματα καρδίᾳ μεγάλῃ καὶ ψυχῇ βουλομένῃ·
Verse: 4    
καὶ διανοίξαι τὴν καρδίαν ὑμῶν ἐν τῷ νόμῳ αὐτοῦ καὶ ἐν τοῖς προστάγμασιν καὶ εἰρήνην ποιήσαι
Verse: 5    
καὶ ἐπακούσαι ὑμῶν τῶν δεήσεων καὶ καταλλαγείη ὑμῖν καὶ μὴ ὑμᾶς ἐγκαταλίποι ἐν καιρῷ πονηρῷ.
Verse: 6    
καὶ νῦν ὧδέ ἐσμεν προσευχόμενοι περὶ ὑμῶν.
Verse: 7    
βασιλεύοντος Δημητρίου ἔτους ἑκατοστοῦ ἑξηκοστοῦ ἐνάτου ἡμεῖς οἱ Ιουδαῖοι γεγράϕαμεν ὑμῖν ἐν τῇ ϑλίψει καὶ ἐν τῇ ἀκμῇ τῇ ἐπελϑούσῃ ἡμῖν ἐν τοῖς ἔτεσιν τούτοις ἀϕ' οὗ ἀπέστη ᾽Ιάσων καὶ οἱ μετ' αὐτοῦ ἀπὸ τῆς ἁγίας γῆς καὶ τῆς βασιλείας
Verse: 8    
καὶ ἐνεπύρισαν τὸν πυλῶνα καὶ ἐξέχεαν αἷμα ἀϑῶον· καὶ ἐδεήϑημεν τοῦ κυρίου καὶ εἰσηκούσϑημεν καὶ προσηνέγκαμεν ϑυσίαν καὶ σεμίδαλιν καὶ ἐξήψαμεν τοὺς λύχνους καὶ προεϑήκαμεν τοὺς ἄρτους.
Verse: 9    
καὶ νῦν ἵνα ἄγητε τὰς ἡμέρας τῆς σκηνοπηγίας τοῦ Χασελευ μηνός. ἔτους ἑκατοστοῦ ὀγδοηκοστοῦ καὶ ὀγδόου.
Verse: 10    
Οἱ ἐν Ιεροσολύμοις καὶ οἱ ἐν τῇ Ιουδαίᾳ καὶ γερουσία καὶ Ιουδας ᾽Αριστοβούλῳ διδασκάλῳ Πτολεμαίου τοῦ βασιλέως, ὄντι δὲ ἀπὸ τοῦ τῶν χριστῶν ἱερέων γένους, καὶ τοῖς ἐν Αἰγύπτῳ Ιουδαίοις χαίρειν καὶ ὑγιαίνειν.
Verse: 11    
ἐκ μεγάλων κινδύνων ὑπὸ τοῦ ϑεοῦ σεσῳσμένοι μεγάλως εὐχαριστοῦμεν αὐτῷ ὡς ἂν πρὸς βασιλέα παρατασσόμενοι·
Verse: 12    
αὐτὸς γὰρ ἐξέβρασεν τοὺς παραταξαμένους ἐν τῇ ἁγίᾳ πόλει.
Verse: 13    
εἰς τὴν Περσίδα γενόμενος γὰρ ἡγεμὼν καὶ περὶ αὐτὸν ἀνυπόστατος δοκοῦσα εἶναι δύναμις κατεκόπησαν ἐν τῷ τῆς Ναναίας ἱερῷ, παραλογισμῷ χρησαμένων τῶν περὶ τὴν Ναναίαν ἱερέων.
Verse: 14    
ὡς γὰρ συνοικήσων αὐτῇ παρεγένετο εἰς τὸν τόπον τε ᾽Αντίοχος καὶ οἱ σὺν αὐτῷ ϕίλοι χάριν τοῦ λαβεῖν τὰ χρήματα πλείονα εἰς ϕερνῆς λόγον
Verse: 15    
καὶ προϑέντων αὐτὰ τῶν ἱερέων τοῦ Ναναίου κἀκείνου προσελϑόντος μετ' ὀλίγων εἰς τὸν περίβολον τοῦ τεμένους, συγκλείσαντες τὸ ἱερόν, ὡς εἰσῆλϑεν ᾽Αντίοχος,
Verse: 16    
ἀνοίξαντες τὴν τοῦ ϕατνώματος κρυπτὴν ϑύραν βάλλοντες πέτρους συνεκεραύνωσαν τὸν ἡγεμόνα καὶ μέλη ποιήσαντες καὶ τὰς κεϕαλὰς ἀϕελόντες τοῖς ἔξω παρέρριψαν.
Verse: 17    
κατὰ πάντα εὐλογητὸς ἡμῶν ϑεός, ὃς παρέδωκεν τοὺς ἀσεβήσαντας.
Verse: 18    
μέλλοντες ἄγειν ἐν τῷ Χασελευ πέμπτῃ καὶ εἰκάδι τὸν καϑαρισμὸν τοῦ ἱεροῦ δέον ἡγησάμεϑα διασαϕῆσαι ὑμῖν, ἵνα καὶ αὐτοὶ ἄγητε σκηνοπηγίας καὶ τοῦ πυρός, ὅτε Νεεμιας οἰκοδομήσας τό τε ἱερὸν καὶ τὸ ϑυσιαστήριον ἀνήνεγκεν ϑυσίας.
Verse: 19    
καὶ γὰρ ὅτε εἰς τὴν Περσικὴν ἤγοντο ἡμῶν οἱ πατέρες, οἱ τότε εὐσεβεῖς ἱερεῖς λαβόντες ἀπὸ τοῦ πυρὸς τοῦ ϑυσιαστηρίου λαϑραίως κατέκρυψαν ἐν κοιλώματι ϕρέατος τάξιν ἔχοντος ἄνυδρον, ἐν κατησϕαλίσαντο ὥστε πᾶσιν ἄγνωστον εἶναι τὸν τόπον.
Verse: 20    
διελϑόντων δὲ ἐτῶν ἱκανῶν, ὅτε ἔδοξεν τῷ ϑεῷ, ἀποσταλεὶς Νεεμιας ὑπὸ τοῦ βασιλέως τῆς Περσίδος τοὺς ἐκγόνους τῶν ἱερέων τῶν ἀποκρυψάντων ἔπεμψεν ἐπὶ τὸ πῦρ· ὡς δὲ διεσάϕησαν ἡμῖν μὴ εὑρηκέναι πῦρ, ἀλλὰ ὕδωρ παχύ, ἐκέλευσεν αὐτοὺς ἀποβάψαντας ϕέρειν.
Verse: 21    
ὡς δὲ ἀνηνέχϑη τὰ τῶν ϑυσιῶν, ἐκέλευσεν τοὺς ἱερεῖς Νεεμιας ἐπιρρᾶναι τῷ ὕδατι τά τε ξύλα καὶ τὰ ἐπικείμενα.
Verse: 22    
ὡς δὲ ἐγένετο τοῦτο καὶ χρόνος διῆλϑεν τε ἥλιος ἀνέλαμψεν πρότερον ἐπινεϕὴς ὤν, ἀνήϕϑη πυρὰ μεγάλη ὥστε ϑαυμάσαι πάντας.
Verse: 23    
προσευχὴν δὲ ἐποιήσαντο οἱ ἱερεῖς δαπανωμένης τῆς ϑυσίας, οἵ τε ἱερεῖς καὶ πάντες, καταρχομένου Ιωναϑου, τῶν δὲ λοιπῶν ἐπιϕωνούντων ὡς Νεεμιου·
Verse: 24    
ἦν δὲ προσευχὴ τὸν τρόπον ἔχουσα τοῦτον Κύριε κύριε ϑεός, πάντων κτίστης, ϕοβερὸς καὶ ἰσχυρὸς καὶ δίκαιος καὶ ἐλεήμων, μόνος βασιλεὺς καὶ χρηστός,
Verse: 25    
μόνος χορηγός, μόνος δίκαιος καὶ παντοκράτωρ καὶ αἰώνιος, διασῴζων τὸν Ισραηλ ἐκ παντὸς κακοῦ, ποιήσας τοὺς πατέρας ἐκλεκτοὺς καὶ ἁγιάσας αὐτούς,
Verse: 26    
πρόσδεξαι τὴν ϑυσίαν ὑπὲρ παντὸς τοῦ λαοῦ σου Ισραηλ καὶ διαϕύλαξον τὴν μερίδα σου καὶ καϑαγίασον.
Verse: 27    
ἐπισυνάγαγε τὴν διασπορὰν ἡμῶν, ἐλευϑέρωσον τοὺς δουλεύοντας ἐν τοῖς ἔϑνεσιν, τοὺς ἐξουϑενημένους καὶ βδελυκτοὺς ἔπιδε, καὶ γνώτωσαν τὰ ἔϑνη ὅτι σὺ εἶ ϑεὸς ἡμῶν.
Verse: 28    
βασάνισον τοὺς καταδυναστεύοντας καὶ ἐξυβρίζοντας ἐν ὑπερηϕανίᾳ.
Verse: 29    
καταϕύτευσον τὸν λαόν σου εἰς τὸν τόπον τὸν ἅγιόν σου, καϑὼς εἶπεν Μωυσῆς.
Verse: 30    
Οἱ δὲ ἱερεῖς ἐπέψαλλον τοὺς ὕμνους.
Verse: 31    
καϑὼς δὲ ἀνηλώϑη τὰ τῆς ϑυσίας, καὶ τὸ περιλειπόμενον ὕδωρ Νεεμιας ἐκέλευσεν λίϑους μείζονας καταχεῖν.
Verse: 32    
ὡς δὲ τοῦτο ἐγενήϑη, ϕλὸξ ἀνήϕϑη· τοῦ δὲ ἀπὸ τοῦ ϑυσιαστηρίου ἀντιλάμψαντος ϕωτὸς ἐδαπανήϑη.
Verse: 33    
ὡς δὲ ϕανερὸν ἐγενήϑη τὸ πρᾶγμα, καὶ διηγγέλη τῷ βασιλεῖ τῶν Περσῶν ὅτι εἰς τὸν τόπον, οὗ τὸ πῦρ ἔκρυψαν οἱ μεταχϑέντες ἱερεῖς, τὸ ὕδωρ ἐϕάνη, ἀϕ' οὗ καὶ οἱ περὶ τὸν Νεεμιαν ἥγνισαν τὰ τῆς ϑυσίας,
Verse: 34    
περιϕράξας δὲ βασιλεὺς ἱερὸν ἐποίησεν δοκιμάσας τὸ πρᾶγμα.
Verse: 35    
καὶ οἷς ἐχαρίζετο βασιλεύς, πολλὰ διάϕορα ἐλάμβανεν καὶ μετεδίδου.
Verse: 36    
προσηγόρευσαν δὲ οἱ περὶ τὸν Νεεμιαν τοῦτο νεϕϑαρ, διερμηνεύεται καϑαρισμός· καλεῖται δὲ παρὰ τοῖς πολλοῖς νεϕϑαι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.