TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 530
Book: Macc.II
ΜΑΚΚΑΒΑΙΩΝ
Β
'
Chapter: 1
Verse: 1
Τοῖς
ἀδελϕοῖς
τοῖς
κατ
'
Αἴγυπτον
Ιουδαίοις
χαίρειν
οἱ
ἀδελϕοὶ
οἱ
ἐν
Ιεροσολύμοις
Ιουδαῖοι
καὶ
οἱ
ἐν
τῇ
χώρᾳ
τῆς
Ιουδαίας
εἰρήνην
ἀγαϑήν
·
Verse: 2
καὶ
ἀγαϑοποιήσαι
ὑμῖν
ὁ
ϑεὸς
καὶ
μνησϑείη
τῆς
διαϑήκης
αὐτοῦ
τῆς
πρὸς
Αβρααμ
καὶ
Ισαακ
καὶ
Ιακωβ
τῶν
δούλων
αὐτοῦ
τῶν
πιστῶν
·
Verse: 3
καὶ
δῴη
ὑμῖν
καρδίαν
πᾶσιν
εἰς
τὸ
σέβεσϑαι
αὐτὸν
καὶ
ποιεῖν
αὐτοῦ
τὰ
ϑελήματα
καρδίᾳ
μεγάλῃ
καὶ
ψυχῇ
βουλομένῃ
·
Verse: 4
καὶ
διανοίξαι
τὴν
καρδίαν
ὑμῶν
ἐν
τῷ
νόμῳ
αὐτοῦ
καὶ
ἐν
τοῖς
προστάγμασιν
καὶ
εἰρήνην
ποιήσαι
Verse: 5
καὶ
ἐπακούσαι
ὑμῶν
τῶν
δεήσεων
καὶ
καταλλαγείη
ὑμῖν
καὶ
μὴ
ὑμᾶς
ἐγκαταλίποι
ἐν
καιρῷ
πονηρῷ
.
Verse: 6
καὶ
νῦν
ὧδέ
ἐσμεν
προσευχόμενοι
περὶ
ὑμῶν
.
Verse: 7
βασιλεύοντος
Δημητρίου
ἔτους
ἑκατοστοῦ
ἑξηκοστοῦ
ἐνάτου
ἡμεῖς
οἱ
Ιουδαῖοι
γεγράϕαμεν
ὑμῖν
ἐν
τῇ
ϑλίψει
καὶ
ἐν
τῇ
ἀκμῇ
τῇ
ἐπελϑούσῃ
ἡμῖν
ἐν
τοῖς
ἔτεσιν
τούτοις
ἀϕ
'
οὗ
ἀπέστη
᾽Ιάσων
καὶ
οἱ
μετ
'
αὐτοῦ
ἀπὸ
τῆς
ἁγίας
γῆς
καὶ
τῆς
βασιλείας
Verse: 8
καὶ
ἐνεπύρισαν
τὸν
πυλῶνα
καὶ
ἐξέχεαν
αἷμα
ἀϑῶον
·
καὶ
ἐδεήϑημεν
τοῦ
κυρίου
καὶ
εἰσηκούσϑημεν
καὶ
προσηνέγκαμεν
ϑυσίαν
καὶ
σεμίδαλιν
καὶ
ἐξήψαμεν
τοὺς
λύχνους
καὶ
προεϑήκαμεν
τοὺς
ἄρτους
.
Verse: 9
καὶ
νῦν
ἵνα
ἄγητε
τὰς
ἡμέρας
τῆς
σκηνοπηγίας
τοῦ
Χασελευ
μηνός
.
ἔτους
ἑκατοστοῦ
ὀγδοηκοστοῦ
καὶ
ὀγδόου
.
Verse: 10
Οἱ
ἐν
Ιεροσολύμοις
καὶ
οἱ
ἐν
τῇ
Ιουδαίᾳ
καὶ
ἡ
γερουσία
καὶ
Ιουδας
᾽Αριστοβούλῳ
διδασκάλῳ
Πτολεμαίου
τοῦ
βασιλέως
,
ὄντι
δὲ
ἀπὸ
τοῦ
τῶν
χριστῶν
ἱερέων
γένους
,
καὶ
τοῖς
ἐν
Αἰγύπτῳ
Ιουδαίοις
χαίρειν
καὶ
ὑγιαίνειν
.
Verse: 11
ἐκ
μεγάλων
κινδύνων
ὑπὸ
τοῦ
ϑεοῦ
σεσῳσμένοι
μεγάλως
εὐχαριστοῦμεν
αὐτῷ
ὡς
ἂν
πρὸς
βασιλέα
παρατασσόμενοι
·
Verse: 12
αὐτὸς
γὰρ
ἐξέβρασεν
τοὺς
παραταξαμένους
ἐν
τῇ
ἁγίᾳ
πόλει
.
Verse: 13
εἰς
τὴν
Περσίδα
γενόμενος
γὰρ
ὁ
ἡγεμὼν
καὶ
ἡ
περὶ
αὐτὸν
ἀνυπόστατος
δοκοῦσα
εἶναι
δύναμις
κατεκόπησαν
ἐν
τῷ
τῆς
Ναναίας
ἱερῷ
,
παραλογισμῷ
χρησαμένων
τῶν
περὶ
τὴν
Ναναίαν
ἱερέων
.
Verse: 14
ὡς
γὰρ
συνοικήσων
αὐτῇ
παρεγένετο
εἰς
τὸν
τόπον
ὅ
τε
᾽Αντίοχος
καὶ
οἱ
σὺν
αὐτῷ
ϕίλοι
χάριν
τοῦ
λαβεῖν
τὰ
χρήματα
πλείονα
εἰς
ϕερνῆς
λόγον
Verse: 15
καὶ
προϑέντων
αὐτὰ
τῶν
ἱερέων
τοῦ
Ναναίου
κἀκείνου
προσελϑόντος
μετ
'
ὀλίγων
εἰς
τὸν
περίβολον
τοῦ
τεμένους
,
συγκλείσαντες
τὸ
ἱερόν
,
ὡς
εἰσῆλϑεν
᾽Αντίοχος
,
Verse: 16
ἀνοίξαντες
τὴν
τοῦ
ϕατνώματος
κρυπτὴν
ϑύραν
βάλλοντες
πέτρους
συνεκεραύνωσαν
τὸν
ἡγεμόνα
καὶ
μέλη
ποιήσαντες
καὶ
τὰς
κεϕαλὰς
ἀϕελόντες
τοῖς
ἔξω
παρέρριψαν
.
Verse: 17
κατὰ
πάντα
εὐλογητὸς
ἡμῶν
ὁ
ϑεός
,
ὃς
παρέδωκεν
τοὺς
ἀσεβήσαντας
.
Verse: 18
μέλλοντες
ἄγειν
ἐν
τῷ
Χασελευ
πέμπτῃ
καὶ
εἰκάδι
τὸν
καϑαρισμὸν
τοῦ
ἱεροῦ
δέον
ἡγησάμεϑα
διασαϕῆσαι
ὑμῖν
,
ἵνα
καὶ
αὐτοὶ
ἄγητε
σκηνοπηγίας
καὶ
τοῦ
πυρός
,
ὅτε
Νεεμιας
ὁ
οἰκοδομήσας
τό
τε
ἱερὸν
καὶ
τὸ
ϑυσιαστήριον
ἀνήνεγκεν
ϑυσίας
.
Verse: 19
καὶ
γὰρ
ὅτε
εἰς
τὴν
Περσικὴν
ἤγοντο
ἡμῶν
οἱ
πατέρες
,
οἱ
τότε
εὐσεβεῖς
ἱερεῖς
λαβόντες
ἀπὸ
τοῦ
πυρὸς
τοῦ
ϑυσιαστηρίου
λαϑραίως
κατέκρυψαν
ἐν
κοιλώματι
ϕρέατος
τάξιν
ἔχοντος
ἄνυδρον
,
ἐν
ᾧ
κατησϕαλίσαντο
ὥστε
πᾶσιν
ἄγνωστον
εἶναι
τὸν
τόπον
.
Verse: 20
διελϑόντων
δὲ
ἐτῶν
ἱκανῶν
,
ὅτε
ἔδοξεν
τῷ
ϑεῷ
,
ἀποσταλεὶς
Νεεμιας
ὑπὸ
τοῦ
βασιλέως
τῆς
Περσίδος
τοὺς
ἐκγόνους
τῶν
ἱερέων
τῶν
ἀποκρυψάντων
ἔπεμψεν
ἐπὶ
τὸ
πῦρ
·
ὡς
δὲ
διεσάϕησαν
ἡμῖν
μὴ
εὑρηκέναι
πῦρ
,
ἀλλὰ
ὕδωρ
παχύ
,
ἐκέλευσεν
αὐτοὺς
ἀποβάψαντας
ϕέρειν
.
Verse: 21
ὡς
δὲ
ἀνηνέχϑη
τὰ
τῶν
ϑυσιῶν
,
ἐκέλευσεν
τοὺς
ἱερεῖς
Νεεμιας
ἐπιρρᾶναι
τῷ
ὕδατι
τά
τε
ξύλα
καὶ
τὰ
ἐπικείμενα
.
Verse: 22
ὡς
δὲ
ἐγένετο
τοῦτο
καὶ
χρόνος
διῆλϑεν
ὅ
τε
ἥλιος
ἀνέλαμψεν
πρότερον
ἐπινεϕὴς
ὤν
,
ἀνήϕϑη
πυρὰ
μεγάλη
ὥστε
ϑαυμάσαι
πάντας
.
Verse: 23
προσευχὴν
δὲ
ἐποιήσαντο
οἱ
ἱερεῖς
δαπανωμένης
τῆς
ϑυσίας
,
οἵ
τε
ἱερεῖς
καὶ
πάντες
,
καταρχομένου
Ιωναϑου
,
τῶν
δὲ
λοιπῶν
ἐπιϕωνούντων
ὡς
Νεεμιου
·
Verse: 24
ἦν
δὲ
ἡ
προσευχὴ
τὸν
τρόπον
ἔχουσα
τοῦτον
Κύριε
κύριε
ὁ
ϑεός
,
ὁ
πάντων
κτίστης
,
ὁ
ϕοβερὸς
καὶ
ἰσχυρὸς
καὶ
δίκαιος
καὶ
ἐλεήμων
,
ὁ
μόνος
βασιλεὺς
καὶ
χρηστός
,
Verse: 25
ὁ
μόνος
χορηγός
,
ὁ
μόνος
δίκαιος
καὶ
παντοκράτωρ
καὶ
αἰώνιος
,
ὁ
διασῴζων
τὸν
Ισραηλ
ἐκ
παντὸς
κακοῦ
,
ὁ
ποιήσας
τοὺς
πατέρας
ἐκλεκτοὺς
καὶ
ἁγιάσας
αὐτούς
,
Verse: 26
πρόσδεξαι
τὴν
ϑυσίαν
ὑπὲρ
παντὸς
τοῦ
λαοῦ
σου
Ισραηλ
καὶ
διαϕύλαξον
τὴν
μερίδα
σου
καὶ
καϑαγίασον
.
Verse: 27
ἐπισυνάγαγε
τὴν
διασπορὰν
ἡμῶν
,
ἐλευϑέρωσον
τοὺς
δουλεύοντας
ἐν
τοῖς
ἔϑνεσιν
,
τοὺς
ἐξουϑενημένους
καὶ
βδελυκτοὺς
ἔπιδε
,
καὶ
γνώτωσαν
τὰ
ἔϑνη
ὅτι
σὺ
εἶ
ὁ
ϑεὸς
ἡμῶν
.
Verse: 28
βασάνισον
τοὺς
καταδυναστεύοντας
καὶ
ἐξυβρίζοντας
ἐν
ὑπερηϕανίᾳ
.
Verse: 29
καταϕύτευσον
τὸν
λαόν
σου
εἰς
τὸν
τόπον
τὸν
ἅγιόν
σου
,
καϑὼς
εἶπεν
Μωυσῆς
.
Verse: 30
Οἱ
δὲ
ἱερεῖς
ἐπέψαλλον
τοὺς
ὕμνους
.
Verse: 31
καϑὼς
δὲ
ἀνηλώϑη
τὰ
τῆς
ϑυσίας
,
καὶ
τὸ
περιλειπόμενον
ὕδωρ
ὁ
Νεεμιας
ἐκέλευσεν
λίϑους
μείζονας
καταχεῖν
.
Verse: 32
ὡς
δὲ
τοῦτο
ἐγενήϑη
,
ϕλὸξ
ἀνήϕϑη
·
τοῦ
δὲ
ἀπὸ
τοῦ
ϑυσιαστηρίου
ἀντιλάμψαντος
ϕωτὸς
ἐδαπανήϑη
.
Verse: 33
ὡς
δὲ
ϕανερὸν
ἐγενήϑη
τὸ
πρᾶγμα
,
καὶ
διηγγέλη
τῷ
βασιλεῖ
τῶν
Περσῶν
ὅτι
εἰς
τὸν
τόπον
,
οὗ
τὸ
πῦρ
ἔκρυψαν
οἱ
μεταχϑέντες
ἱερεῖς
,
τὸ
ὕδωρ
ἐϕάνη
,
ἀϕ
'
οὗ
καὶ
οἱ
περὶ
τὸν
Νεεμιαν
ἥγνισαν
τὰ
τῆς
ϑυσίας
,
Verse: 34
περιϕράξας
δὲ
ὁ
βασιλεὺς
ἱερὸν
ἐποίησεν
δοκιμάσας
τὸ
πρᾶγμα
.
Verse: 35
καὶ
οἷς
ἐχαρίζετο
ὁ
βασιλεύς
,
πολλὰ
διάϕορα
ἐλάμβανεν
καὶ
μετεδίδου
.
Verse: 36
προσηγόρευσαν
δὲ
οἱ
περὶ
τὸν
Νεεμιαν
τοῦτο
νεϕϑαρ
,
ὃ
διερμηνεύεται
καϑαρισμός
·
καλεῖται
δὲ
παρὰ
τοῖς
πολλοῖς
νεϕϑαι
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.