TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 539
Previous part

Chapter: 10 
Verse: 1    Μακκαβαῖος δὲ καὶ οἱ σὺν αὐτῷ τοῦ κυρίου προάγοντος αὐτοὺς τὸ μὲν ἱερὸν ἐκομίσαντο καὶ τὴν πόλιν,
Verse: 2    
τοὺς δὲ κατὰ τὴν ἀγορὰν βωμοὺς ὑπὸ τῶν ἀλλοϕύλων δεδημιουργημένους, ἔτι δὲ τεμένη καϑεῖλαν
Verse: 3    
καὶ τὸν νεὼ καϑαρίσαντες ἕτερον ϑυσιαστήριον ἐποίησαν καὶ πυρώσαντες λίϑους καὶ πῦρ ἐκ τούτων λαβόντες ἀνήνεγκαν ϑυσίας μετὰ διετῆ χρόνον καὶ ϑυμίαμα καὶ λύχνους καὶ τῶν ἄρτων τὴν πρόϑεσιν ἐποιήσαντο.
Verse: 4    
ταῦτα δὲ ποιήσαντες ἠξίωσαν τὸν κύριον πεσόντες ἐπὶ κοιλίαν μηκέτι περιπεσεῖν τοιούτοις κακοῖς, ἀλλ' ἐάν ποτε καὶ ἁμάρτωσιν, ὑπ' αὐτοῦ μετὰ ἐπιεικείας παιδεύεσϑαι καὶ μὴ βλασϕήμοις καὶ βαρβάροις ἔϑνεσιν παραδίδοσϑαι.
Verse: 5    
ἐν δὲ ἡμέρᾳ νεὼς ὑπὸ ἀλλοϕύλων ἐβεβηλώϑη, συνέβη κατὰ τὴν αὐτὴν ἡμέραν τὸν καϑαρισμὸν γενέσϑαι τοῦ ναοῦ, τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ μηνός, ὅς ἐστιν Χασελευ.
Verse: 6    
καὶ μετ' εὐϕροσύνης ἦγον ἡμέρας ὀκτὼ σκηνωμάτων τρόπον μνημονεύοντες ὡς πρὸ μικροῦ χρόνου τὴν τῶν σκηνῶν ἑορτὴν ἐν τοῖς ὄρεσιν καὶ ἐν τοῖς σπηλαίοις ϑηρίων τρόπον ἦσαν νεμόμενοι.
Verse: 7    
διὸ ϑύρσους καὶ κλάδους ὡραίους, ἔτι δὲ καὶ ϕοίνικας ἔχοντες ὕμνους ἀνέϕερον τῷ εὐοδώσαντι καϑαρισϑῆναι τὸν ἑαυτοῦ τόπον.
Verse: 8    
ἐδογμάτισαν δὲ μετὰ κοινοῦ προστάγματος καὶ ψηϕίσματος παντὶ τῷ τῶν Ιουδαίων ἔϑνει κατ' ἐνιαυτὸν ἄγειν τάσδε τὰς ἡμέρας.
Verse: 9    
καὶ τὰ μὲν τῆς ᾽Αντιόχου τοῦ προσαγορευϑέντος ᾽Επιϕανοῦς τελευτῆς οὕτως εἶχεν.
Verse: 10    
Νυνὶ δὲ τὰ κατὰ τὸν Εὐπάτορα ᾽Αντίοχον, υἱὸν δὲ τοῦ ἀσεβοῦς γενόμενον, δηλώσομεν αὐτὰ συντέμνοντες τὰ συνέχοντα τῶν πολέμων κακά.
Verse: 11    
οὗτος γὰρ παραλαβὼν τὴν βασιλείαν ἀνέδειξεν ἐπὶ τῶν πραγμάτων Λυσίαν τινά, Κοίλης δὲ Συρίας καὶ Φοινίκης στρατηγὸν πρώταρχον.
Verse: 12    
Πτολεμαῖος γὰρ καλούμενος Μάκρων τὸ δίκαιον συντηρεῖν προηγούμενος πρὸς τοὺς Ιουδαίους διὰ τὴν γεγονυῖαν εἰς αὐτοὺς ἀδικίαν ἐπειρᾶτο τὰ πρὸς αὐτοὺς εἰρηνικῶς διεξάγειν·
Verse: 13    
ὅϑεν κατηγορούμενος ὑπὸ τῶν ϕίλων πρὸς τὸν Εὐπάτορα καὶ προδότης παρ' ἕκαστα ἀκούων διὰ τὸ τὴν Κύπρον ἐμπιστευϑέντα ὑπὸ τοῦ Φιλομήτορος ἐκλιπεῖν καὶ πρὸς ᾽Αντίοχον τὸν ᾽Επιϕανῆ ἀναχωρῆσαι μήτε εὐγενῆ τὴν ἐξουσίαν εὐγενίσας ϕαρμακεύσας ἑαυτὸν ἐξέλιπεν τὸν βίον.
Verse: 14    
Γοργίας δὲ γενόμενος στρατηγὸς τῶν τόπων ἐξενοτρόϕει καὶ παρ' ἕκαστα πρὸς τοὺς Ιουδαίους ἐπολεμοτρόϕει.
Verse: 15    
ὁμοῦ δὲ τούτῳ καὶ οἱ Ιδουμαῖοι ἐγκρατεῖς ἐπικαίρων ὀχυρωμάτων ὄντες ἐγύμναζον τοὺς Ιουδαίους καὶ τοὺς ϕυγαδεύσαντας ἀπὸ Ιεροσολύμων προσλαβόμενοι πολεμοτροϕεῖν ἐπεχείρουν.
Verse: 16    
οἱ δὲ περὶ τὸν Μακκαβαῖον ποιησάμενοι λιτανείαν καὶ ἀξιώσαντες τὸν ϑεὸν σύμμαχον αὐτοῖς γενέσϑαι ἐπὶ τὰ τῶν Ιδουμαίων ὀχυρώματα ὥρμησαν,
Verse: 17    
οἷς καὶ προσβαλόντες εὐρώστως ἐγκρατεῖς ἐγένοντο τῶν τόπων πάντας τε τοὺς ἐπὶ τῷ τείχει μαχομένους ἠμύναντο κατέσϕαζόν τε τοὺς ἐμπίπτοντας, ἀνεῖλον δὲ οὐχ ἧττον τῶν δισμυρίων.
Verse: 18    
συμϕυγόντων δὲ οὐκ ἔλαττον τῶν ἐνακισχιλίων εἰς δύο πύργους ὀχυροὺς εὖ μάλα καὶ πάντα τὰ πρὸς πολιορκίαν ἔχοντας
Verse: 19    
Μακκαβαῖος εἰς ἐπείγοντας τόπους ἀπολιπὼν Σιμωνα καὶ Ιωσηπον, ἔτι δὲ καὶ Ζακχαῖον καὶ τοὺς σὺν αὐτῷ ἱκανοὺς πρὸς τὴν τούτων πολιορκίαν αὐτὸς ἐχωρίσϑη.
Verse: 20    
οἱ δὲ περὶ τὸν Σιμωνα ϕιλαργυρήσαντες ὑπό τινων τῶν ἐν τοῖς πύργοις ἐπείσϑησαν ἀργυρίῳ, ἑπτάκις δὲ μυρίας δραχμὰς λαβόντες εἴασάν τινας διαρρυῆναι.
Verse: 21    
προσαγγελέντος δὲ τῷ Μακκαβαίῳ περὶ τοῦ γεγονότος συναγαγὼν τοὺς ἡγουμένους τοῦ λαοῦ κατηγόρησεν ὡς ἀργυρίου πέπρακαν τοὺς ἀδελϕοὺς τοὺς πολεμίους κατ' αὐτῶν ἀπολύσαντες.
Verse: 22    
τούτους μὲν οὖν προδότας γενομένους ἀπέκτεινεν, καὶ παραχρῆμα τοὺς δύο πύργους κατελάβετο.
Verse: 23    
τοῖς δὲ ὅπλοις τὰ πάντα ἐν ταῖς χερσὶν εὐοδούμενος ἀπώλεσεν ἐν τοῖς δυσὶν ὀχυρώμασιν πλείους τῶν δισμυρίων.
Verse: 24    
Τιμόϑεος δὲ πρότερον ἡττηϑεὶς ὑπὸ τῶν Ιουδαίων συναγαγὼν ξένας δυνάμεις παμπληϑεῖς καὶ τοὺς τῆς ᾽Ασίας γενομένους ἵππους συναϑροίσας οὐκ ὀλίγους παρῆν ὡς δοριάλωτον λημψόμενος τὴν Ιουδαίαν.
Verse: 25    
οἱ δὲ περὶ τὸν Μακκαβαῖον συνεγγίζοντος αὐτοῦ πρὸς ἱκετείαν τοῦ ϑεοῦ γῇ τὰς κεϕαλὰς καταπάσαντες καὶ τὰς ὀσϕύας σάκκοις ζώσαντες
Verse: 26    
ἐπὶ τὴν ἀπέναντι τοῦ ϑυσιαστηρίου κρηπῖδα προσπεσόντες ἠξίουν ἵλεως αὐτοῖς γενόμενον ἐχϑρεῦσαι τοῖς ἐχϑροῖς αὐτῶν καὶ ἀντικεῖσϑαι τοῖς ἀντικειμένοις, καϑὼς νόμος διασαϕεῖ.
Verse: 27    
γενόμενοι δὲ ἀπὸ τῆς δεήσεως ἀναλαβόντες τὰ ὅπλα προῆγον ἀπὸ τῆς πόλεως ἐπὶ πλεῖον· συνεγγίσαντες δὲ τοῖς πολεμίοις ἐϕ' ἑαυτῶν ἦσαν.
Verse: 28    
ἄρτι δὲ τῆς ἀνατολῆς διαχεομένης προσέβαλον ἑκάτεροι, οἱ μὲν ἔγγυον ἔχοντες εὐημερίας καὶ νίκης μετὰ ἀρετῆς τὴν ἐπὶ τὸν κύριον καταϕυγήν, οἱ δὲ καϑηγεμόνα τῶν ἀγώνων ταττόμενοι τὸν ϑυμόν.
Verse: 29    
γενομένης δὲ καρτερᾶς μάχης ἐϕάνησαν τοῖς ὑπεναντίοις ἐξ οὐρανοῦ ἐϕ' ἵππων χρυσοχαλίνων ἄνδρες πέντε διαπρεπεῖς, καὶ ἀϕηγούμενοι τῶν Ιουδαίων,
Verse: 30    
οἳ καὶ τὸν Μακκαβαῖον μέσον λαβόντες καὶ σκεπάζοντες ταῖς ἑαυτῶν πανοπλίαις ἄτρωτον διεϕύλαττον, εἰς δὲ τοὺς ὑπεναντίους τοξεύματα καὶ κεραυνοὺς ἐξερρίπτουν, διὸ συγχυϑέντες ἀορασίᾳ διεκόπτοντο ταραχῆς πεπληρωμένοι.
Verse: 31    
κατεσϕάγησαν δὲ δισμύριοι πρὸς τοῖς πεντακοσίοις, ἱππεῖς δὲ ἑξακόσιοι.
Verse: 32    
αὐτὸς δὲ Τιμόϑεος συνέϕυγεν εἰς Γαζαρα λεγόμενον ὀχύρωμα, εὖ μάλα ϕρούριον, στρατηγοῦντος ἐκεῖ Χαιρεου.
Verse: 33    
οἱ δὲ περὶ τὸν Μακκαβαῖον ἄσμενοι περιεκάϑισαν τὸ ϕρούριον ἡμέρας τέσσαρας.
Verse: 34    
οἱ δὲ ἔνδον τῇ ἐρυμνότητι τοῦ τόπου πεποιϑότες ὑπεράγαν ἐβλασϕήμουν καὶ λόγους ἀϑεμίτους προίεντο.
Verse: 35    
ὑποϕαινούσης δὲ τῆς πέμπτης ἡμέρας εἴκοσι νεανίαι τῶν περὶ τὸν Μακκαβαῖον πυρωϑέντες τοῖς ϑυμοῖς διὰ τὰς βλασϕημίας προσβαλόντες τῷ τείχει ἀρρενωδῶς καὶ ϑηριώδει ϑυμῷ τὸν ἐμπίπτοντα ἔκοπτον·
Verse: 36    
ἕτεροι δὲ ὁμοίως προσαναβάντες ἐν τῷ περισπασμῷ πρὸς τοὺς ἔνδον ἐνεπίμπρων τοὺς πύργους καὶ πυρὰς ἀνάπτοντες ζῶντας τοὺς βλασϕήμους κατέκαιον· οἱ δὲ τὰς πύλας διέκοπτον, εἰσδεξάμενοι δὲ τὴν λοιπὴν τάξιν προκατελάβοντο τὴν πόλιν.
Verse: 37    
καὶ τὸν Τιμόϑεον ἀποκεκρυμμένον ἔν τινι λάκκῳ κατέσϕαξαν καὶ τὸν τούτου ἀδελϕὸν Χαιρέαν καὶ τὸν ᾽Απολλοϕάνην.
Verse: 38    
ταῦτα δὲ διαπραξάμενοι μεϑ' ὕμνων καὶ ἐξομολογήσεων εὐλόγουν τῷ κυρίῳ τῷ μεγάλως εὐεργετοῦντι τὸν Ισραηλ καὶ τὸ νῖκος αὐτοῖς διδόντι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.