TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 540
Previous part

Chapter: 11 
Verse: 1    Μετ' ὀλίγον δὲ παντελῶς χρονίσκον Λυσίας ἐπίτροπος τοῦ βασιλέως καὶ συγγενὴς καὶ ἐπὶ τῶν πραγμάτων λίαν βαρέως ϕέρων ἐπὶ τοῖς γεγονόσι
Verse: 2    
συναϑροίσας περὶ τὰς ὀκτὼ μυριάδας καὶ τὴν ἵππον ἅπασαν παρεγίνετο ἐπὶ τοὺς Ιουδαίους λογιζόμενος τὴν μὲν πόλιν ῞Ελλησιν οἰκητήριον ποιήσειν,
Verse: 3    
τὸ δὲ ἱερὸν ἀργυρολόγητον, καϑὼς τὰ λοιπὰ τῶν ἐϑνῶν τεμένη, πρατὴν δὲ κατὰ ἔτος τὴν ἀρχιερωσύνην ποιήσειν,
Verse: 4    
οὐδαμῶς ἐπιλογιζόμενος τὸ τοῦ ϑεοῦ κράτος, πεϕρενωμένος δὲ ταῖς μυριάσιν τῶν πεζῶν καὶ ταῖς χιλιάσιν τῶν ἱππέων καὶ τοῖς ἐλέϕασιν τοῖς ὀγδοήκοντα.
Verse: 5    
εἰσελϑὼν δὲ εἰς τὴν Ιουδαίαν καὶ συνεγγίσας Βαιϑσουρα ὄντι μὲν ἐρυμνῷ χωρίῳ, Ιεροσολύμων δὲ ἀπέχοντι ὡσεὶ σταδίους πέντε τοῦτο ἔϑλιβεν.
Verse: 6    
ὡς δὲ μετέλαβον οἱ περὶ τὸν Μακκαβαῖον πολιορκοῦντα αὐτὸν τὰ ὀχυρώματα, μετὰ ὀδυρμῶν καὶ δακρύων ἱκέτευον σὺν τοῖς ὄχλοις τὸν κύριον ἀγαϑὸν ἄγγελον ἀποστεῖλαι πρὸς σωτηρίαν τῷ Ισραηλ.
Verse: 7    
αὐτὸς δὲ πρῶτος Μακκαβαῖος ἀναλαβὼν τὰ ὅπλα προετρέψατο τοὺς ἄλλους ἅμα αὐτῷ διακινδυνεύοντας ἐπιβοηϑεῖν τοῖς ἀδελϕοῖς αὐτῶν· ὁμοῦ δὲ καὶ προϑύμως ἐξώρμησαν.
Verse: 8    
αὐτόϑι δὲ πρὸς τοῖς Ιεροσολύμοις ὄντων ἐϕάνη προηγούμενος αὐτῶν ἔϕιππος ἐν λευκῇ ἐσϑῆτι πανοπλίαν χρυσῆν κραδαίνων.
Verse: 9    
ὁμοῦ δὲ πάντες εὐλόγησαν τὸν ἐλεήμονα ϑεὸν καὶ ἐπερρώσϑησαν ταῖς ψυχαῖς οὐ μόνον ἀνϑρώπους, ϑῆρας δὲ τοὺς ἀγριωτάτους καὶ σιδηρᾶ τείχη τιτρώσκειν ὄντες ἕτοιμοι.
Verse: 10    
προῆγον ἐν διασκευῇ τὸν ἀπ' οὐρανοῦ σύμμαχον ἔχοντες ἐλεήσαντος αὐτοὺς τοῦ κυρίου.
Verse: 11    
λεοντηδὸν δὲ ἐντινάξαντες εἰς τοὺς πολεμίους κατέστρωσαν αὐτῶν χιλίους πρὸς τοῖς μυρίοις, ἱππεῖς δὲ ἑξακοσίους πρὸς τοῖς χιλίοις· τοὺς δὲ πάντας ἠνάγκασαν ϕεύγειν.
Verse: 12    
οἱ πλείονες δὲ αὐτῶν τραυματίαι γυμνοὶ διεσώϑησαν· καὶ αὐτὸς δὲ Λυσίας αἰσχρῶς ϕεύγων διεσώϑη.
Verse: 13    
οὐκ ἄνους δὲ ὑπάρχων πρὸς ἑαυτὸν ἀντιβάλλων τὸ γεγονὸς περὶ αὐτὸν ἐλάττωμα καὶ συννοήσας ἀνικήτους εἶναι τοὺς Εβραίους τοῦ δυναμένου ϑεοῦ συμμαχοῦντος αὐτοῖς
Verse: 14    
προσαποστείλας ἔπεισεν συλλύεσϑαι ἐπὶ πᾶσι τοῖς δικαίοις, καὶ διότι καὶ τὸν βασιλέα πείσει ϕίλον αὐτοῖς ἀναγκάζων γενέσϑαι.
Verse: 15    
ἐπένευσεν δὲ Μακκαβαῖος ἐπὶ πᾶσιν, οἷς Λυσίας παρεκάλει, τοῦ συμϕέροντος ϕροντίζων· ὅσα γὰρ Μακκαβαῖος ἐπέδωκεν τῷ Λυσίᾳ διὰ γραπτῶν περὶ τῶν Ιουδαίων, συνεχώρησεν βασιλεύς.
Verse: 16    
῏Ησαν γὰρ αἱ γεγραμμέναι τοῖς Ιουδαίοις ἐπιστολαὶ παρὰ μὲν Λυσίου περιέχουσαι τὸν τρόπον τοῦτον Λυσίας τῷ πλήϑει τῶν Ιουδαίων χαίρειν.
Verse: 17    
Ιωαννης καὶ Αβεσσαλωμ οἱ πεμϕϑέντες παρ' ὑμῶν ἐπιδόντες τὸν ὑπογεγραμμένον χρηματισμὸν ἠξίουν περὶ τῶν δι' αὐτοῦ σημαινομένων.
Verse: 18    
ὅσα μὲν οὖν ἔδει καὶ τῷ βασιλεῖ προσενεχϑῆναι, διεσάϕησα· δὲ ἦν ἐνδεχόμενα, συνεχώρησεν.
Verse: 19    
ἐὰν μὲν οὖν συντηρήσητε τὴν εἰς τὰ πράγματα εὔνοιαν, καὶ εἰς τὸ λοιπὸν πειράσομαι παραίτιος ἀγαϑῶν γενέσϑαι.
Verse: 20    
ὑπὲρ δὲ τούτων καὶ τῶν κατὰ μέρος ἐντέταλμαι τούτοις τε καὶ τοῖς παρ' ἐμοῦ διαλεχϑῆναι ὑμῖν.
Verse: 21    
ἔρρωσϑε. ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου, Διὸς Κορινϑίου τετράδι καὶ εἰκάδι.
Verse: 22    
῾Η δὲ τοῦ βασιλέως ἐπιστολὴ περιεῖχεν οὕτως Βασιλεὺς ᾽Αντίοχος τῷ ἀδελϕῷ Λυσίᾳ χαίρειν.
Verse: 23    
τοῦ πατρὸς ἡμῶν εἰς ϑεοὺς μεταστάντος βουλόμενοι τοὺς ἐκ τῆς βασιλείας ἀταράχους ὄντας γενέσϑαι πρὸς τὴν τῶν ἰδίων ἐπιμέλειαν
Verse: 24    
ἀκηκοότες τοὺς Ιουδαίους μὴ συνευδοκοῦντας τῇ τοῦ πατρὸς ἐπὶ τὰ ῾Ελληνικὰ μεταϑέσει, ἀλλὰ τὴν ἑαυτῶν ἀγωγὴν αἱρετίζοντας ἀξιοῦντας συγχωρηϑῆναι αὐτοῖς τὰ νόμιμα,
Verse: 25    
αἱρούμενοι οὖν καὶ τοῦτο τὸ ἔϑνος ἐκτὸς ταραχῆς εἶναι κρίνομεν τό τε ἱερὸν ἀποκατασταϑῆναι αὐτοῖς καὶ πολιτεύεσϑαι κατὰ τὰ ἐπὶ τῶν προγόνων αὐτῶν ἔϑη.
Verse: 26    
εὖ οὖν ποιήσεις διαπεμψάμενος πρὸς αὐτοὺς καὶ δοὺς δεξιάς, ὅπως εἰδότες τὴν ἡμετέραν προαίρεσιν εὔϑυμοί τε ὦσιν καὶ ἡδέως διαγίνωνται πρὸς τῇ τῶν ἰδίων ἀντιλήμψει.
Verse: 27    
Πρὸς δὲ τὸ ἔϑνος τοῦ βασιλέως ἐπιστολὴ τοιάδε ἦν Βασιλεὺς ᾽Αντίοχος τῇ γερουσίᾳ τῶν Ιουδαίων καὶ τοῖς ἄλλοις Ιουδαίοις χαίρειν.
Verse: 28    
εἰ ἔρρωσϑε, εἴη ἂν ὡς βουλόμεϑα· καὶ αὐτοὶ δὲ ὑγιαίνομεν.
Verse: 29    
ἐνεϕάνισεν ἡμῖν Μενέλαος βούλεσϑαι κατελϑόντας ὑμᾶς γίνεσϑαι πρὸς τοῖς ἰδίοις.
Verse: 30    
τοῖς οὖν καταπορευομένοις μέχρι τριακάδος Ξανϑικοῦ ὑπάρξει δεξιὰ μετὰ τῆς ἀδείας
Verse: 31    
χρῆσϑαι τοὺς Ιουδαίους τοῖς ἑαυτῶν δαπανήμασιν καὶ νόμοις, καϑὰ καὶ τὸ πρότερον, καὶ οὐδεὶς αὐτῶν κατ' οὐδένα τρόπον παρενοχληϑήσεται περὶ τῶν ἠγνοημένων.
Verse: 32    
πέπομϕα δὲ καὶ τὸν Μενέλαον παρακαλέσοντα ὑμᾶς.
Verse: 33    
ἔρρωσϑε. ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου, Ξανϑικοῦ πεντεκαιδεκάτῃ.
Verse: 34    
῎Επεμψαν δὲ καὶ οἱ ῾Ρωμαῖοι πρὸς αὐτοὺς ἐπιστολὴν ἔχουσαν οὕτως Κόιντος Μέμμιος, Τίτος Μάνιος, πρεσβῦται ῾Ρωμαίων, τῷ δήμῳ τῶν Ιουδαίων χαίρειν.
Verse: 35    
ὑπὲρ ὧν Λυσίας συγγενὴς τοῦ βασιλέως συνεχώρησεν ὑμῖν, καὶ ἡμεῖς συνευδοκοῦμεν.
Verse: 36    
δὲ ἔκρινεν προσανενεχϑῆναι τῷ βασιλεῖ, πέμψατέ τινα παραχρῆμα ἐπισκεψάμενοι περὶ τούτων, ἵνα ἐκϑῶμεν ὡς καϑήκει ὑμῖν· ἡμεῖς γὰρ προσάγομεν πρὸς ᾽Αντιόχειαν.
Verse: 37    
διὸ σπεύσατε καὶ πέμψατέ τινας, ὅπως καὶ ἡμεῖς ἐπιγνῶμεν ὁποίας ἐστὲ γνώμης.
Verse: 38    
ὑγιαίνετε. ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου, Ξανϑικοῦ πεντεκαιδεκάτῃ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.