TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 540
Chapter: 11
Verse: 1
Μετ
'
ὀλίγον
δὲ
παντελῶς
χρονίσκον
Λυσίας
ἐπίτροπος
τοῦ
βασιλέως
καὶ
συγγενὴς
καὶ
ἐπὶ
τῶν
πραγμάτων
λίαν
βαρέως
ϕέρων
ἐπὶ
τοῖς
γεγονόσι
Verse: 2
συναϑροίσας
περὶ
τὰς
ὀκτὼ
μυριάδας
καὶ
τὴν
ἵππον
ἅπασαν
παρεγίνετο
ἐπὶ
τοὺς
Ιουδαίους
λογιζόμενος
τὴν
μὲν
πόλιν
῞Ελλησιν
οἰκητήριον
ποιήσειν
,
Verse: 3
τὸ
δὲ
ἱερὸν
ἀργυρολόγητον
,
καϑὼς
τὰ
λοιπὰ
τῶν
ἐϑνῶν
τεμένη
,
πρατὴν
δὲ
κατὰ
ἔτος
τὴν
ἀρχιερωσύνην
ποιήσειν
,
Verse: 4
οὐδαμῶς
ἐπιλογιζόμενος
τὸ
τοῦ
ϑεοῦ
κράτος
,
πεϕρενωμένος
δὲ
ταῖς
μυριάσιν
τῶν
πεζῶν
καὶ
ταῖς
χιλιάσιν
τῶν
ἱππέων
καὶ
τοῖς
ἐλέϕασιν
τοῖς
ὀγδοήκοντα
.
Verse: 5
εἰσελϑὼν
δὲ
εἰς
τὴν
Ιουδαίαν
καὶ
συνεγγίσας
Βαιϑσουρα
ὄντι
μὲν
ἐρυμνῷ
χωρίῳ
,
Ιεροσολύμων
δὲ
ἀπέχοντι
ὡσεὶ
σταδίους
πέντε
τοῦτο
ἔϑλιβεν
.
Verse: 6
ὡς
δὲ
μετέλαβον
οἱ
περὶ
τὸν
Μακκαβαῖον
πολιορκοῦντα
αὐτὸν
τὰ
ὀχυρώματα
,
μετὰ
ὀδυρμῶν
καὶ
δακρύων
ἱκέτευον
σὺν
τοῖς
ὄχλοις
τὸν
κύριον
ἀγαϑὸν
ἄγγελον
ἀποστεῖλαι
πρὸς
σωτηρίαν
τῷ
Ισραηλ
.
Verse: 7
αὐτὸς
δὲ
πρῶτος
ὁ
Μακκαβαῖος
ἀναλαβὼν
τὰ
ὅπλα
προετρέψατο
τοὺς
ἄλλους
ἅμα
αὐτῷ
διακινδυνεύοντας
ἐπιβοηϑεῖν
τοῖς
ἀδελϕοῖς
αὐτῶν
·
ὁμοῦ
δὲ
καὶ
προϑύμως
ἐξώρμησαν
.
Verse: 8
αὐτόϑι
δὲ
πρὸς
τοῖς
Ιεροσολύμοις
ὄντων
ἐϕάνη
προηγούμενος
αὐτῶν
ἔϕιππος
ἐν
λευκῇ
ἐσϑῆτι
πανοπλίαν
χρυσῆν
κραδαίνων
.
Verse: 9
ὁμοῦ
δὲ
πάντες
εὐλόγησαν
τὸν
ἐλεήμονα
ϑεὸν
καὶ
ἐπερρώσϑησαν
ταῖς
ψυχαῖς
οὐ
μόνον
ἀνϑρώπους
,
ϑῆρας
δὲ
τοὺς
ἀγριωτάτους
καὶ
σιδηρᾶ
τείχη
τιτρώσκειν
ὄντες
ἕτοιμοι
.
Verse: 10
προῆγον
ἐν
διασκευῇ
τὸν
ἀπ
'
οὐρανοῦ
σύμμαχον
ἔχοντες
ἐλεήσαντος
αὐτοὺς
τοῦ
κυρίου
.
Verse: 11
λεοντηδὸν
δὲ
ἐντινάξαντες
εἰς
τοὺς
πολεμίους
κατέστρωσαν
αὐτῶν
χιλίους
πρὸς
τοῖς
μυρίοις
,
ἱππεῖς
δὲ
ἑξακοσίους
πρὸς
τοῖς
χιλίοις
·
τοὺς
δὲ
πάντας
ἠνάγκασαν
ϕεύγειν
.
Verse: 12
οἱ
πλείονες
δὲ
αὐτῶν
τραυματίαι
γυμνοὶ
διεσώϑησαν
·
καὶ
αὐτὸς
δὲ
ὁ
Λυσίας
αἰσχρῶς
ϕεύγων
διεσώϑη
.
Verse: 13
οὐκ
ἄνους
δὲ
ὑπάρχων
πρὸς
ἑαυτὸν
ἀντιβάλλων
τὸ
γεγονὸς
περὶ
αὐτὸν
ἐλάττωμα
καὶ
συννοήσας
ἀνικήτους
εἶναι
τοὺς
Εβραίους
τοῦ
δυναμένου
ϑεοῦ
συμμαχοῦντος
αὐτοῖς
Verse: 14
προσαποστείλας
ἔπεισεν
συλλύεσϑαι
ἐπὶ
πᾶσι
τοῖς
δικαίοις
,
καὶ
διότι
καὶ
τὸν
βασιλέα
πείσει
ϕίλον
αὐτοῖς
ἀναγκάζων
γενέσϑαι
.
Verse: 15
ἐπένευσεν
δὲ
ὁ
Μακκαβαῖος
ἐπὶ
πᾶσιν
,
οἷς
ὁ
Λυσίας
παρεκάλει
,
τοῦ
συμϕέροντος
ϕροντίζων
·
ὅσα
γὰρ
ὁ
Μακκαβαῖος
ἐπέδωκεν
τῷ
Λυσίᾳ
διὰ
γραπτῶν
περὶ
τῶν
Ιουδαίων
,
συνεχώρησεν
ὁ
βασιλεύς
.
Verse: 16
῏Ησαν
γὰρ
αἱ
γεγραμμέναι
τοῖς
Ιουδαίοις
ἐπιστολαὶ
παρὰ
μὲν
Λυσίου
περιέχουσαι
τὸν
τρόπον
τοῦτον
Λυσίας
τῷ
πλήϑει
τῶν
Ιουδαίων
χαίρειν
.
Verse: 17
Ιωαννης
καὶ
Αβεσσαλωμ
οἱ
πεμϕϑέντες
παρ
'
ὑμῶν
ἐπιδόντες
τὸν
ὑπογεγραμμένον
χρηματισμὸν
ἠξίουν
περὶ
τῶν
δι
'
αὐτοῦ
σημαινομένων
.
Verse: 18
ὅσα
μὲν
οὖν
ἔδει
καὶ
τῷ
βασιλεῖ
προσενεχϑῆναι
,
διεσάϕησα
·
ἃ
δὲ
ἦν
ἐνδεχόμενα
,
συνεχώρησεν
.
Verse: 19
ἐὰν
μὲν
οὖν
συντηρήσητε
τὴν
εἰς
τὰ
πράγματα
εὔνοιαν
,
καὶ
εἰς
τὸ
λοιπὸν
πειράσομαι
παραίτιος
ἀγαϑῶν
γενέσϑαι
.
Verse: 20
ὑπὲρ
δὲ
τούτων
καὶ
τῶν
κατὰ
μέρος
ἐντέταλμαι
τούτοις
τε
καὶ
τοῖς
παρ
'
ἐμοῦ
διαλεχϑῆναι
ὑμῖν
.
Verse: 21
ἔρρωσϑε
.
ἔτους
ἑκατοστοῦ
τεσσαρακοστοῦ
ὀγδόου
,
Διὸς
Κορινϑίου
τετράδι
καὶ
εἰκάδι
.
Verse: 22
῾Η
δὲ
τοῦ
βασιλέως
ἐπιστολὴ
περιεῖχεν
οὕτως
Βασιλεὺς
᾽Αντίοχος
τῷ
ἀδελϕῷ
Λυσίᾳ
χαίρειν
.
Verse: 23
τοῦ
πατρὸς
ἡμῶν
εἰς
ϑεοὺς
μεταστάντος
βουλόμενοι
τοὺς
ἐκ
τῆς
βασιλείας
ἀταράχους
ὄντας
γενέσϑαι
πρὸς
τὴν
τῶν
ἰδίων
ἐπιμέλειαν
Verse: 24
ἀκηκοότες
τοὺς
Ιουδαίους
μὴ
συνευδοκοῦντας
τῇ
τοῦ
πατρὸς
ἐπὶ
τὰ
῾Ελληνικὰ
μεταϑέσει
,
ἀλλὰ
τὴν
ἑαυτῶν
ἀγωγὴν
αἱρετίζοντας
ἀξιοῦντας
συγχωρηϑῆναι
αὐτοῖς
τὰ
νόμιμα
,
Verse: 25
αἱρούμενοι
οὖν
καὶ
τοῦτο
τὸ
ἔϑνος
ἐκτὸς
ταραχῆς
εἶναι
κρίνομεν
τό
τε
ἱερὸν
ἀποκατασταϑῆναι
αὐτοῖς
καὶ
πολιτεύεσϑαι
κατὰ
τὰ
ἐπὶ
τῶν
προγόνων
αὐτῶν
ἔϑη
.
Verse: 26
εὖ
οὖν
ποιήσεις
διαπεμψάμενος
πρὸς
αὐτοὺς
καὶ
δοὺς
δεξιάς
,
ὅπως
εἰδότες
τὴν
ἡμετέραν
προαίρεσιν
εὔϑυμοί
τε
ὦσιν
καὶ
ἡδέως
διαγίνωνται
πρὸς
τῇ
τῶν
ἰδίων
ἀντιλήμψει
.
Verse: 27
Πρὸς
δὲ
τὸ
ἔϑνος
ἡ
τοῦ
βασιλέως
ἐπιστολὴ
τοιάδε
ἦν
Βασιλεὺς
᾽Αντίοχος
τῇ
γερουσίᾳ
τῶν
Ιουδαίων
καὶ
τοῖς
ἄλλοις
Ιουδαίοις
χαίρειν
.
Verse: 28
εἰ
ἔρρωσϑε
,
εἴη
ἂν
ὡς
βουλόμεϑα
·
καὶ
αὐτοὶ
δὲ
ὑγιαίνομεν
.
Verse: 29
ἐνεϕάνισεν
ἡμῖν
Μενέλαος
βούλεσϑαι
κατελϑόντας
ὑμᾶς
γίνεσϑαι
πρὸς
τοῖς
ἰδίοις
.
Verse: 30
τοῖς
οὖν
καταπορευομένοις
μέχρι
τριακάδος
Ξανϑικοῦ
ὑπάρξει
δεξιὰ
μετὰ
τῆς
ἀδείας
Verse: 31
χρῆσϑαι
τοὺς
Ιουδαίους
τοῖς
ἑαυτῶν
δαπανήμασιν
καὶ
νόμοις
,
καϑὰ
καὶ
τὸ
πρότερον
,
καὶ
οὐδεὶς
αὐτῶν
κατ
'
οὐδένα
τρόπον
παρενοχληϑήσεται
περὶ
τῶν
ἠγνοημένων
.
Verse: 32
πέπομϕα
δὲ
καὶ
τὸν
Μενέλαον
παρακαλέσοντα
ὑμᾶς
.
Verse: 33
ἔρρωσϑε
.
ἔτους
ἑκατοστοῦ
τεσσαρακοστοῦ
ὀγδόου
,
Ξανϑικοῦ
πεντεκαιδεκάτῃ
.
Verse: 34
῎Επεμψαν
δὲ
καὶ
οἱ
῾Ρωμαῖοι
πρὸς
αὐτοὺς
ἐπιστολὴν
ἔχουσαν
οὕτως
Κόιντος
Μέμμιος
,
Τίτος
Μάνιος
,
πρεσβῦται
῾Ρωμαίων
,
τῷ
δήμῳ
τῶν
Ιουδαίων
χαίρειν
.
Verse: 35
ὑπὲρ
ὧν
Λυσίας
ὁ
συγγενὴς
τοῦ
βασιλέως
συνεχώρησεν
ὑμῖν
,
καὶ
ἡμεῖς
συνευδοκοῦμεν
.
Verse: 36
ἃ
δὲ
ἔκρινεν
προσανενεχϑῆναι
τῷ
βασιλεῖ
,
πέμψατέ
τινα
παραχρῆμα
ἐπισκεψάμενοι
περὶ
τούτων
,
ἵνα
ἐκϑῶμεν
ὡς
καϑήκει
ὑμῖν
·
ἡμεῖς
γὰρ
προσάγομεν
πρὸς
᾽Αντιόχειαν
.
Verse: 37
διὸ
σπεύσατε
καὶ
πέμψατέ
τινας
,
ὅπως
καὶ
ἡμεῖς
ἐπιγνῶμεν
ὁποίας
ἐστὲ
γνώμης
.
Verse: 38
ὑγιαίνετε
.
ἔτους
ἑκατοστοῦ
τεσσαρακοστοῦ
ὀγδόου
,
Ξανϑικοῦ
πεντεκαιδεκάτῃ
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.