TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 541
Previous part

Chapter: 12 
Verse: 1    Γενομένων δὲ τῶν συνϑηκῶν τούτων μὲν Λυσίας ἀπῄει πρὸς τὸν βασιλέα, οἱ δὲ Ιουδαῖοι περὶ τὴν γεωργίαν ἐγίνοντο.
Verse: 2    
τῶν δὲ κατὰ τόπον στρατηγῶν Τιμόϑεος καὶ ᾽Απολλώνιος τοῦ Γενναίου, ἔτι δὲ ῾Ιερώνυμος καὶ Δημοϕών, πρὸς δὲ τούτοις Νικάνωρ Κυπριάρχης οὐκ εἴων αὐτοὺς εὐσταϑεῖν καὶ τὰ τῆς ἡσυχίας ἄγειν.
Verse: 3    
᾽Ιοππῖται δὲ τηλικοῦτο συνετέλεσαν τὸ δυσσέβημα· παρακαλέσαντες τοὺς σὺν αὐτοῖς οἰκοῦντας Ιουδαίους ἐμβῆναι εἰς τὰ παρακατασταϑέντα ὑπ' αὐτῶν σκάϕη σὺν γυναιξὶν καὶ τέκνοις ὡς μηδεμιᾶς ἐνεστώσης πρὸς αὐτοὺς δυσμενείας,
Verse: 4    
κατὰ δὲ τὸ κοινὸν τῆς πόλεως ψήϕισμα· καὶ τούτων ἐπιδεξαμένων ὡς ἂν εἰρηνεύειν ϑελόντων καὶ μηδὲν ὕποπτον ἐχόντων ἐπαναχϑέντας αὐτοὺς ἐβύϑισαν ὄντας οὐκ ἔλαττον τῶν διακοσίων.
Verse: 5    
μεταλαβὼν δὲ Ιουδας τὴν γεγονυῖαν εἰς τοὺς ὁμοεϑνεῖς ὠμότητα παραγγείλας τοῖς περὶ αὐτὸν ἀνδράσιν
Verse: 6    
καὶ ἐπικαλεσάμενος τὸν δίκαιον κριτὴν ϑεὸν παρεγένετο ἐπὶ τοὺς μιαιϕόνους τῶν ἀδελϕῶν καὶ τὸν μὲν λιμένα νύκτωρ ἐνέπρησεν καὶ τὰ σκάϕη κατέϕλεξεν, τοὺς δὲ ἐκεῖ συμϕυγόντας ἐξεκέντησεν.
Verse: 7    
τοῦ δὲ χωρίου συγκλεισϑέντος ἀνέλυσεν ὡς πάλιν ἥξων καὶ τὸ σύμπαν τῶν Ιοππιτῶν ἐκριζῶσαι πολίτευμα.
Verse: 8    
μεταλαβὼν δὲ καὶ τοὺς ἐν Ιαμνείᾳ τὸν αὐτὸν ἐπιτελεῖν βουλομένους τρόπον τοῖς παροικοῦσιν Ιουδαίοις,
Verse: 9    
καὶ τοῖς Ιαμνίταις νυκτὸς ἐπιβαλὼν ὑϕῆψεν τὸν λιμένα σὺν τῷ στόλῳ ὥστε ϕαίνεσϑαι τὰς αὐγὰς τοῦ ϕέγγους εἰς τὰ Ιεροσόλυμα σταδίων ὄντων διακοσίων τεσσαράκοντα.
Verse: 10    
᾽Εκεῖϑεν δὲ ἀποσπάσαντες σταδίους ἐννέα, ποιουμένων τὴν πορείαν ἐπὶ τὸν Τιμόϑεον, προσέβαλον ῎Αραβες αὐτῷ οὐκ ἐλάττους τῶν πεντακισχιλίων, ἱππεῖς δὲ πεντακόσιοι.
Verse: 11    
γενομένης δὲ καρτερᾶς μάχης καὶ τῶν περὶ τὸν Ιουδαν διὰ τὴν παρὰ τοῦ ϑεοῦ βοήϑειαν εὐημερησάντων ἐλαττονωϑέντες οἱ νομάδες ἠξίουν δοῦναι τὸν Ιουδαν δεξιὰς αὐτοῖς ὑπισχνούμενοι καὶ βοσκήματα δώσειν καὶ ἐν τοῖς λοιποῖς ὠϕελήσειν αὐτούς.
Verse: 12    
Ιουδας δὲ ὑπολαβὼν ὡς ἀληϑῶς ἐν πολλοῖς αὐτοὺς χρησίμους ἐπεχώρησεν εἰρήνην ἄξειν πρὸς αὐτούς· καὶ λαβόντες δεξιὰς εἰς τὰς σκηνὰς ἐχωρίσϑησαν.
Verse: 13    
᾽Επέβαλεν δὲ καὶ ἐπί τινα πόλιν γεϕύραις ὀχυρὰν καὶ τείχεσιν περιπεϕραγμένην καὶ παμμειγέσιν ἔϑνεσιν κατοικουμένην, ὄνομα δὲ Κασπιν.
Verse: 14    
οἱ δὲ ἔνδον πεποιϑότες τῇ τῶν τειχέων ἐρυμνότητι τῇ τε τῶν βρωμάτων παραϑέσει ἀναγωγότερον ἐχρῶντο τοῖς περὶ τὸν Ιουδαν λοιδοροῦντες καὶ προσέτι βλασϕημοῦντες καὶ λαλοῦντες μὴ ϑέμις.
Verse: 15    
οἱ δὲ περὶ τὸν Ιουδαν ἐπικαλεσάμενοι τὸν μέγαν τοῦ κόσμου δυνάστην τὸν ἄτερ κριῶν καὶ μηχανῶν ὀργανικῶν κατακρημνίσαντα τὴν Ιεριχω κατὰ τοὺς ᾽Ιησοῦ χρόνους ἐνέσεισαν ϑηριωδῶς τῷ τείχει.
Verse: 16    
καταλαβόμενοί τε τὴν πόλιν τῇ τοῦ ϑεοῦ ϑελήσει ἀμυϑήτους ἐποιήσαντο σϕαγὰς ὥστε τὴν παρακειμένην λίμνην τὸ πλάτος ἔχουσαν σταδίους δύο κατάρρυτον αἵματι πεπληρωμένην ϕαίνεσϑαι.
Verse: 17    
᾽Εκεῖϑεν δὲ ἀποσπάσαντες σταδίους ἑπτακοσίους πεντήκοντα διήνυσαν εἰς τὸν Χάρακα πρὸς τοὺς λεγομένους Τουβιανοὺς Ιουδαίους.
Verse: 18    
καὶ Τιμόϑεον μὲν ἐπὶ τῶν τόπων οὐ κατέλαβον ἄπρακτον τότε ἀπὸ τῶν τόπων ἐκλελυκότα, καταλελοιπότα δὲ ϕρουρὰν ἔν τινι τόπῳ καὶ μάλα ὀχυράν.
Verse: 19    
Δοσίϑεος δὲ καὶ Σωσίπατρος τῶν περὶ τὸν Μακκαβαῖον ἡγεμόνων ἐξοδεύσαντες ἀπώλεσαν τοὺς ὑπὸ Τιμοϑέου καταλειϕϑέντας ἐν τῷ ὀχυρώματι πλείους τῶν μυρίων ἀνδρῶν.
Verse: 20    
δὲ Μακκαβαῖος διατάξας τὴν περὶ αὐτὸν στρατιὰν σπειρηδὸν κατέστησεν αὐτοὺς ἐπὶ τῶν σπειρῶν καὶ ἐπὶ τὸν Τιμόϑεον ὥρμησεν ἔχοντα περὶ αὐτὸν μυριάδας δώδεκα πεζῶν, ἱππεῖς δὲ δισχιλίους πρὸς τοῖς πεντακοσίοις.
Verse: 21    
τὴν δὲ ἔϕοδον μεταλαβὼν Ιουδου προεξαπέστειλεν Τιμόϑεος τὰς γυναῖκας καὶ τὰ τέκνα καὶ τὴν ἄλλην ἀποσκευὴν εἰς τὸ λεγόμενον Καρνιον· ἦν γὰρ δυσπολιόρκητον καὶ δυσπρόσιτον τὸ χωρίον διὰ τὴν πάντων τῶν τόπων στενότητα.
Verse: 22    
ἐπιϕανείσης δὲ τῆς Ιουδου σπείρας πρώτης καὶ γενομένου δέους ἐπὶ τοὺς πολεμίους ϕόβου τε ἐκ τῆς τοῦ τὰ πάντα ἐϕορῶντος ἐπιϕανείας γενομένης ἐπ' αὐτοὺς εἰς ϕυγὴν ὥρμησαν ἄλλος ἀλλαχῇ ϕερόμενος ὥστε πολλάκις ὑπὸ τῶν ἰδίων βλάπτεσϑαι καὶ ταῖς τῶν ξιϕῶν ἀκμαῖς ἀναπείρεσϑαι.
Verse: 23    
ἐποιεῖτο δὲ τὸν διωγμὸν εὐτονώτερον Ιουδας συγκεντῶν τοὺς ἀλιτηρίους διέϕϑειρέν τε εἰς μυριάδας τρεῖς ἀνδρῶν.
Verse: 24    
αὐτὸς δὲ Τιμόϑεος ἐμπεσὼν τοῖς περὶ τὸν Δοσίϑεον καὶ Σωσίπατρον ἠξίου μετὰ πολλῆς γοητείας ἐξαϕεῖναι σῶον αὐτὸν διὰ τὸ πλειόνων μὲν γονεῖς, ὧν δὲ ἀδελϕοὺς ἔχειν καὶ τούτους ἀλογηϑῆναι συμβήσεται.
Verse: 25    
πιστώσαντος δὲ αὐτοῦ διὰ πλειόνων τὸν ὁρισμὸν ἀποκαταστῆσαι τούτους ἀπημάντους ἀπέλυσαν αὐτὸν ἕνεκα τῆς τῶν ἀδελϕῶν σωτηρίας.
Verse: 26    
᾽Εξελϑὼν δὲ ἐπὶ τὸ Καρνιον καὶ τὸ Ατεργατειον κατέσϕαξεν μυριάδας σωμάτων δύο καὶ πεντακισχιλίους.
Verse: 27    
μετὰ δὲ τὴν τούτων τροπὴν καὶ ἀπώλειαν ἐπεστράτευσεν καὶ ἐπὶ Εϕρων πόλιν ὀχυράν, ἐν κατῴκει Λυσίας καὶ πάμϕυλα πλήϑη, νεανίαι δὲ ῥωμαλέοι πρὸ τῶν τειχέων καϑεστῶτες εὐρώστως ἀπεμάχοντο, ἔνϑα δὲ ὀργάνων καὶ βελῶν πολλαὶ παραϑέσεις ὑπῆρχον.
Verse: 28    
ἐπικαλεσάμενοι δὲ τὸν δυνάστην τὸν μετὰ κράτους συντρίβοντα τὰς τῶν πολεμίων ἀλκὰς ἔλαβον τὴν πόλιν ὑποχείριον, κατέστρωσαν δὲ τῶν ἔνδον εἰς μυριάδας δύο πεντακισχιλίους.
Verse: 29    
ἀναζεύξαντες δὲ ἐκεῖϑεν ὥρμησαν ἐπὶ Σκυϑῶν πόλιν ἀπέχουσαν ἀπὸ Ιεροσολύμων σταδίους ἑξακοσίους.
Verse: 30    
ἀπομαρτυρησάντων δὲ τῶν ἐκεῖ καϑεστώτων Ιουδαίων, ἣν οἱ Σκυϑοπολῖται ἔσχον πρὸς αὐτοὺς εὔνοιαν καὶ ἐν τοῖς τῆς ἀτυχίας καιροῖς ἥμερον ἀπάντησιν,
Verse: 31    
εὐχαριστήσαντες καὶ προσπαρακαλέσαντες καὶ εἰς τὰ λοιπὰ πρὸς τὸ γένος εὐμενεῖς εἶναι παρεγενήϑησαν εἰς Ιεροσόλυμα τῆς τῶν ἑβδομάδων ἑορτῆς οὔσης ὑπογύου.
Verse: 32    
Μετὰ δὲ τὴν λεγομένην πεντηκοστὴν ὥρμησαν ἐπὶ Γοργίαν τὸν τῆς Ιδουμαίας στρατηγόν.
Verse: 33    
ἐξῆλϑεν δὲ μετὰ πεζῶν τρισχιλίων, ἱππέων δὲ τετρακοσίων.
Verse: 34    
παραταξαμένους δὲ συνέβη πεσεῖν ὀλίγους τῶν Ιουδαίων.
Verse: 35    
Δοσίϑεος δέ τις τῶν τοῦ Βακήνορος, ἔϕιππος ἀνὴρ καὶ καρτερός, εἴχετο τοῦ Γοργίου καὶ λαβόμενος τῆς χλαμύδος ἦγεν αὐτὸν εὐρώστως καὶ βουλόμενος τὸν κατάρατον λαβεῖν ζωγρίαν, τῶν ἱππέων τινὸς Θρᾳκῶν ἐπενεχϑέντος αὐτῷ καὶ τὸν ὦμον καϑελόντος διέϕυγεν Γοργίας εἰς Μαρισα.
Verse: 36    
τῶν δὲ περὶ τὸν Εσδριν ἐπὶ πλεῖον μαχομένων καὶ κατακόπων ὄντων ἐπικαλεσάμενος Ιουδας τὸν κύριον σύμμαχον ϕανῆναι καὶ προοδηγὸν τοῦ πολέμου·
Verse: 37    
καταρξάμενος τῇ πατρίῳ ϕωνῇ τὴν μεϑ' ὕμνων κραυγὴν ἐνσείσας ἀπροσδοκήτως τοῖς περὶ τὸν Γοργίαν, τροπὴν αὐτῶν ἐποιήσατο.
Verse: 38    
Ιουδας δὲ ἀναλαβὼν τὸ στράτευμα ἧκεν εἰς Οδολλαμ πόλιν· τῆς δὲ ἑβδομάδος ἐπιβαλλούσης κατὰ τὸν ἐϑισμὸν ἁγνισϑέντες αὐτόϑι τὸ σάββατον διήγαγον.
Verse: 39    
τῇ δὲ ἐχομένῃ ἦλϑον οἱ περὶ τὸν Ιουδαν καϑ' ὃν χρόνον τὸ τῆς χρείας ἐγεγόνει, τὰ σώματα τῶν προπεπτωκότων ἀνακομίσασϑαι καὶ μετὰ τῶν συγγενῶν ἀποκαταστῆσαι εἰς τοὺς πατρῴους τάϕους.
Verse: 40    
εὗρον δὲ ἑκάστου τῶν τεϑνηκότων ὑπὸ τοὺς χιτῶνας ἱερώματα τῶν ἀπὸ Ιαμνείας εἰδώλων, ἀϕ' ὧν νόμος ἀπείργει τοὺς Ιουδαίους· τοῖς δὲ πᾶσι σαϕὲς ἐγένετο διὰ τήνδε τὴν αἰτίαν τούσδε πεπτωκέναι.
Verse: 41    
πάντες οὖν εὐλογήσαντες τὰ τοῦ δικαιοκρίτου κυρίου τὰ κεκρυμμένα ϕανερὰ ποιοῦντος
Verse: 42    
εἰς ἱκετείαν ἐτράπησαν ἀξιώσαντες τὸ γεγονὸς ἁμάρτημα τελείως ἐξαλειϕϑῆναι. δὲ γενναῖος Ιουδας παρεκάλεσε τὸ πλῆϑος συντηρεῖν αὑτοὺς ἀναμαρτήτους εἶναι ὑπ' ὄψιν ἑωρακότας τὰ γεγονότα διὰ τὴν τῶν προπεπτωκότων ἁμαρτίαν.
Verse: 43    
ποιησάμενός τε κατ' ἀνδρολογίαν εἰς ἀργυρίου δραχμὰς δισχιλίας ἀπέστειλεν εἰς Ιεροσόλυμα προσαγαγεῖν περὶ ἁμαρτίας ϑυσίαν πάνυ καλῶς καὶ ἀστείως πράττων ὑπὲρ ἀναστάσεως διαλογιζόμενος·
Verse: 44    
εἰ μὴ γὰρ τοὺς προπεπτωκότας ἀναστῆναι προσεδόκα, περισσὸν καὶ ληρῶδες ὑπὲρ νεκρῶν εὔχεσϑαι·
Verse: 45    
εἶτε' ἐμβλέπων τοῖς μετ' εὐσεβείας κοιμωμένοις κάλλιστον ἀποκείμενον χαριστήριον, ὁσία καὶ εὐσεβὴς ἐπίνοια· ὅϑεν περὶ τῶν τεϑνηκότων τὸν ἐξιλασμὸν ἐποιήσατο τῆς ἁμαρτίας ἀπολυϑῆναι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.