TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 542
Chapter: 13
Verse: 1
Τῷ
δὲ
ἐνάτῳ
καὶ
τεσσαρακοστῷ
καὶ
ἑκατοστῷ
ἔτει
προσέπεσεν
τοῖς
περὶ
τὸν
Ιουδαν
᾽Αντίοχον
τὸν
Εὐπάτορα
παραγενέσϑαι
σὺν
πλήϑεσιν
ἐπὶ
τὴν
Ιουδαίαν
Verse: 2
καὶ
σὺν
αὐτῷ
Λυσίαν
τὸν
ἐπίτροπον
καὶ
ἐπὶ
τῶν
πραγμάτων
,
ἕκαστον
ἔχοντα
δύναμιν
῾Ελληνικὴν
πεζῶν
μυριάδας
ἕνδεκα
καὶ
ἱππέων
πεντακισχιλίους
τριακοσίους
καὶ
ἐλέϕαντας
εἴκοσι
δύο
,
ἅρματα
δὲ
δρεπανηϕόρα
τριακόσια
.
Verse: 3
συνέμειξεν
δὲ
αὐτοῖς
καὶ
Μενέλαος
καὶ
παρεκάλει
μετὰ
πολλῆς
εἰρωνείας
τὸν
᾽Αντίοχον
,
οὐκ
ἐπὶ
σωτηρίᾳ
τῆς
πατρίδος
,
οἰόμενος
δὲ
ἐπὶ
τῆς
ἀρχῆς
κατασταϑήσεσϑαι
.
Verse: 4
ὁ
δὲ
βασιλεὺς
τῶν
βασιλέων
ἐξήγειρεν
τὸν
ϑυμὸν
τοῦ
᾽Αντιόχου
ἐπὶ
τὸν
ἀλιτήριον
,
καὶ
Λυσίου
ὑποδείξαντος
τοῦτον
αἴτιον
εἶναι
πάντων
τῶν
κακῶν
,
προσέταξεν
,
ὡς
ἔϑος
ἐστὶν
ἐν
τῷ
τόπῳ
,
προσαπολέσαι
ἀγαγόντας
εἰς
Βέροιαν
.
Verse: 5
ἔστιν
δὲ
ἐν
τῷ
τόπῳ
πύργος
πεντήκοντα
πήχεων
πλήρης
σποδοῦ
,
οὗτος
δὲ
ὄργανον
εἶχεν
περιϕερὲς
πάντοϑεν
ἀπόκρημνον
εἰς
τὴν
σποδόν
.
Verse: 6
ἐνταῦϑα
τὸν
ἱεροσυλίας
ἔνοχον
ἢ
καί
τινων
ἄλλων
κακῶν
ὑπεροχὴν
πεποιημένον
ἅπαντες
προσωϑοῦσιν
εἰς
ὄλεϑρον
.
Verse: 7
τοιούτῳ
μόρῳ
τὸν
παράνομον
συνέβη
ϑανεῖν
μηδὲ
τῆς
γῆς
τυχόντα
Μενέλαον
·
Verse: 8
πάνυ
δικαίως
·
ἐπεὶ
γὰρ
συνετελέσατο
πολλὰ
περὶ
τὸν
βωμὸν
ἁμαρτήματα
,
οὗ
τὸ
πῦρ
ἁγνὸν
ἦν
καὶ
ἡ
σποδός
,
ἐν
σποδῷ
τὸν
ϑάνατον
ἐκομίσατο
.
Verse: 9
Τοῖς
δὲ
ϕρονήμασιν
ὁ
βασιλεὺς
βεβαρβαρωμένος
ἤρχετο
τὰ
χείριστα
τῶν
ἐπὶ
τοῦ
πατρὸς
αὐτοῦ
γεγονότων
ἐνδειξόμενος
τοῖς
Ιουδαίοις
.
Verse: 10
μεταλαβὼν
δὲ
Ιουδας
ταῦτα
παρήγγειλεν
τῷ
πλήϑει
δι
'
ἡμέρας
καὶ
νυκτὸς
ἐπικαλεῖσϑαι
τὸν
κύριον
,
εἴ
ποτε
καὶ
ἄλλοτε
,
καὶ
νῦν
ἐπιβοηϑεῖν
τοῖς
τοῦ
νόμου
καὶ
πατρίδος
καὶ
ἱεροῦ
ἁγίου
στερεῖσϑαι
μέλλουσιν
Verse: 11
καὶ
τὸν
ἄρτι
βραχέως
ἀνεψυχότα
λαὸν
μὴ
ἐᾶσαι
τοῖς
δυσϕήμοις
ἔϑνεσιν
ὑποχειρίους
γενέσϑαι
.
Verse: 12
πάντων
δὲ
τὸ
αὐτὸ
ποιησάντων
ὁμοῦ
καὶ
καταξιωσάντων
τὸν
ἐλεήμονα
κύριον
μετὰ
κλαυϑμοῦ
καὶ
νηστειῶν
καὶ
προπτώσεως
ἐπὶ
ἡμέρας
τρεῖς
ἀδιαλείπτως
παρακαλέσας
αὐτοὺς
ὁ
Ιουδας
ἐκέλευσεν
παραγίνεσϑαι
.
Verse: 13
καϑ
'
ἑαυτὸν
δὲ
σὺν
τοῖς
πρεσβυτέροις
γενόμενος
ἐβουλεύσατο
πρὶν
εἰσβαλεῖν
τοῦ
βασιλέως
τὸ
στράτευμα
εἰς
τὴν
Ιουδαίαν
καὶ
γενέσϑαι
τῆς
πόλεως
ἐγκρατεῖς
ἐξελϑόντας
κρῖναι
τὰ
πράγματα
τῇ
τοῦ
ϑεοῦ
βοηϑείᾳ
.
Verse: 14
δοὺς
δὲ
τὴν
ἐπιτροπὴν
τῷ
κτίστῃ
τοῦ
κόσμου
παρακαλέσας
τοὺς
σὺν
αὐτῷ
γενναίως
ἀγωνίσασϑαι
μέχρι
ϑανάτου
περὶ
νόμων
,
ἱεροῦ
,
πόλεως
,
πατρίδος
,
πολιτείας
·
περὶ
δὲ
Μωδεϊν
ἐποιήσατο
τὴν
στρατοπεδείαν
.
Verse: 15
ἀναδοὺς
δὲ
τοῖς
περὶ
αὐτὸν
σύνϑημα
"ϑεοῦ
νίκην
"
μετὰ
νεανίσκων
ἀρίστων
κεκριμένων
ἐπιβαλὼν
νύκτωρ
ἐπὶ
τὴν
βασιλικὴν
αὐλὴν
τὴν
παρεμβολὴν
ἀνεῖλεν
εἰς
ἄνδρας
δισχιλίους
,
καὶ
τὸν
πρωτεύοντα
τῶν
ἐλεϕάντων
σὺν
τῷ
κατ
'
οἰκίαν
ὄντι
συνεκέντησεν
Verse: 16
καὶ
τὸ
τέλος
τὴν
παρεμβολὴν
δέους
καὶ
ταραχῆς
ἐπλήρωσαν
καὶ
ἐξέλυσαν
εὐημεροῦντες
·
Verse: 17
ὑποϕαινούσης
δὲ
ἤδη
τῆς
ἡμέρας
τοῦτο
ἐγεγόνει
διὰ
τὴν
ἐπαρήγουσαν
αὐτῷ
τοῦ
κυρίου
σκέπην
.
Verse: 18
῾Ο
δὲ
βασιλεὺς
εἰληϕὼς
γεῦμα
τῆς
τῶν
Ιουδαίων
εὐτολμίας
κατεπείρασεν
διὰ
μεϑόδων
τοὺς
τόπους
.
Verse: 19
καὶ
ἐπὶ
Βαιϑσουρα
ϕρούριον
ὀχυρὸν
τῶν
Ιουδαίων
προσῆγεν
,
ἐτροποῦτο
,
προσέκρουεν
,
ἠλαττονοῦτο
·
Verse: 20
τοῖς
δὲ
ἔνδον
Ιουδας
τὰ
δέοντα
εἰσέπεμψεν
.
Verse: 21
προσήγγειλεν
δὲ
τὰ
μυστήρια
τοῖς
πολεμίοις
Ροδοκος
ἐκ
τῆς
Ιουδαϊκῆς
τάξεως
·
ἀνεζητήϑη
καὶ
κατελήμϕϑη
καὶ
κατεκλείσϑη
.
Verse: 22
ἐδευτερολόγησεν
ὁ
βασιλεὺς
τοῖς
ἐν
Βαιϑσουροις
,
δεξιὰν
ἔδωκεν
,
ἔλαβεν
,
ἀπῄει
,
προσέβαλεν
τοῖς
περὶ
τὸν
Ιουδαν
,
ἥττων
ἐγένετο
,
Verse: 23
μετέλαβεν
ἀπονενοῆσϑαι
τὸν
Φίλιππον
ἐν
᾽Αντιοχείᾳ
τὸν
ἀπολελειμμένον
ἐπὶ
τῶν
πραγμάτων
,
συνεχύϑη
,
τοὺς
Ιουδαίους
παρεκάλεσεν
,
ὑπετάγη
καὶ
ὤμοσεν
ἐπὶ
πᾶσι
τοῖς
δικαίοις
,
συνελύϑη
καὶ
ϑυσίαν
προσήγαγεν
,
ἐτίμησεν
τὸν
νεὼ
καὶ
τὸν
τόπον
ἐϕιλανϑρώπησεν
·
Verse: 24
καὶ
τὸν
Μακκαβαῖον
ἀπεδέξατο
,
κατέλιπεν
στρατηγὸν
ἀπὸ
Πτολεμαίδος
ἕως
τῶν
Γερρηνῶν
῾Ηγεμονίδην
.
Verse: 25
ἦλϑεν
εἰς
Πτολεμαίδα
·
ἐδυσϕόρουν
περὶ
τῶν
συνϑηκῶν
οἱ
Πτολεμαεῖς
,
ἐδείναζον
γὰρ
ὑπὲρ
ὧν
ἠϑέλησαν
ἀϑετεῖν
τὰς
διαστάλσεις
.
Verse: 26
προσῆλϑεν
ἐπὶ
τὸ
βῆμα
Λυσίας
,
ἀπελογήσατο
ἐνδεχομένως
,
συνέπεισεν
,
κατεπράυνεν
,
εὐμενεῖς
ἐποίησεν
,
ἀνέζευξεν
εἰς
᾽Αντιόχειαν
.
οὕτω
τὰ
τοῦ
βασιλέως
τῆς
ἐϕόδου
καὶ
τῆς
ἀναζυγῆς
ἐχώρησεν
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.