TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 542
Previous part

Chapter: 13 
Verse: 1    Τῷ δὲ ἐνάτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει προσέπεσεν τοῖς περὶ τὸν Ιουδαν ᾽Αντίοχον τὸν Εὐπάτορα παραγενέσϑαι σὺν πλήϑεσιν ἐπὶ τὴν Ιουδαίαν
Verse: 2    
καὶ σὺν αὐτῷ Λυσίαν τὸν ἐπίτροπον καὶ ἐπὶ τῶν πραγμάτων, ἕκαστον ἔχοντα δύναμιν ῾Ελληνικὴν πεζῶν μυριάδας ἕνδεκα καὶ ἱππέων πεντακισχιλίους τριακοσίους καὶ ἐλέϕαντας εἴκοσι δύο, ἅρματα δὲ δρεπανηϕόρα τριακόσια.
Verse: 3    
συνέμειξεν δὲ αὐτοῖς καὶ Μενέλαος καὶ παρεκάλει μετὰ πολλῆς εἰρωνείας τὸν ᾽Αντίοχον, οὐκ ἐπὶ σωτηρίᾳ τῆς πατρίδος, οἰόμενος δὲ ἐπὶ τῆς ἀρχῆς κατασταϑήσεσϑαι.
Verse: 4    
δὲ βασιλεὺς τῶν βασιλέων ἐξήγειρεν τὸν ϑυμὸν τοῦ ᾽Αντιόχου ἐπὶ τὸν ἀλιτήριον, καὶ Λυσίου ὑποδείξαντος τοῦτον αἴτιον εἶναι πάντων τῶν κακῶν, προσέταξεν, ὡς ἔϑος ἐστὶν ἐν τῷ τόπῳ, προσαπολέσαι ἀγαγόντας εἰς Βέροιαν.
Verse: 5    
ἔστιν δὲ ἐν τῷ τόπῳ πύργος πεντήκοντα πήχεων πλήρης σποδοῦ, οὗτος δὲ ὄργανον εἶχεν περιϕερὲς πάντοϑεν ἀπόκρημνον εἰς τὴν σποδόν.
Verse: 6    
ἐνταῦϑα τὸν ἱεροσυλίας ἔνοχον καί τινων ἄλλων κακῶν ὑπεροχὴν πεποιημένον ἅπαντες προσωϑοῦσιν εἰς ὄλεϑρον.
Verse: 7    
τοιούτῳ μόρῳ τὸν παράνομον συνέβη ϑανεῖν μηδὲ τῆς γῆς τυχόντα Μενέλαον·
Verse: 8    
πάνυ δικαίως· ἐπεὶ γὰρ συνετελέσατο πολλὰ περὶ τὸν βωμὸν ἁμαρτήματα, οὗ τὸ πῦρ ἁγνὸν ἦν καὶ σποδός, ἐν σποδῷ τὸν ϑάνατον ἐκομίσατο.
Verse: 9    
Τοῖς δὲ ϕρονήμασιν βασιλεὺς βεβαρβαρωμένος ἤρχετο τὰ χείριστα τῶν ἐπὶ τοῦ πατρὸς αὐτοῦ γεγονότων ἐνδειξόμενος τοῖς Ιουδαίοις.
Verse: 10    
μεταλαβὼν δὲ Ιουδας ταῦτα παρήγγειλεν τῷ πλήϑει δι' ἡμέρας καὶ νυκτὸς ἐπικαλεῖσϑαι τὸν κύριον, εἴ ποτε καὶ ἄλλοτε, καὶ νῦν ἐπιβοηϑεῖν τοῖς τοῦ νόμου καὶ πατρίδος καὶ ἱεροῦ ἁγίου στερεῖσϑαι μέλλουσιν
Verse: 11    
καὶ τὸν ἄρτι βραχέως ἀνεψυχότα λαὸν μὴ ἐᾶσαι τοῖς δυσϕήμοις ἔϑνεσιν ὑποχειρίους γενέσϑαι.
Verse: 12    
πάντων δὲ τὸ αὐτὸ ποιησάντων ὁμοῦ καὶ καταξιωσάντων τὸν ἐλεήμονα κύριον μετὰ κλαυϑμοῦ καὶ νηστειῶν καὶ προπτώσεως ἐπὶ ἡμέρας τρεῖς ἀδιαλείπτως παρακαλέσας αὐτοὺς Ιουδας ἐκέλευσεν παραγίνεσϑαι.
Verse: 13    
καϑ' ἑαυτὸν δὲ σὺν τοῖς πρεσβυτέροις γενόμενος ἐβουλεύσατο πρὶν εἰσβαλεῖν τοῦ βασιλέως τὸ στράτευμα εἰς τὴν Ιουδαίαν καὶ γενέσϑαι τῆς πόλεως ἐγκρατεῖς ἐξελϑόντας κρῖναι τὰ πράγματα τῇ τοῦ ϑεοῦ βοηϑείᾳ.
Verse: 14    
δοὺς δὲ τὴν ἐπιτροπὴν τῷ κτίστῃ τοῦ κόσμου παρακαλέσας τοὺς σὺν αὐτῷ γενναίως ἀγωνίσασϑαι μέχρι ϑανάτου περὶ νόμων, ἱεροῦ, πόλεως, πατρίδος, πολιτείας· περὶ δὲ Μωδεϊν ἐποιήσατο τὴν στρατοπεδείαν.
Verse: 15    
ἀναδοὺς δὲ τοῖς περὶ αὐτὸν σύνϑημα "ϑεοῦ νίκην" μετὰ νεανίσκων ἀρίστων κεκριμένων ἐπιβαλὼν νύκτωρ ἐπὶ τὴν βασιλικὴν αὐλὴν τὴν παρεμβολὴν ἀνεῖλεν εἰς ἄνδρας δισχιλίους, καὶ τὸν πρωτεύοντα τῶν ἐλεϕάντων σὺν τῷ κατ' οἰκίαν ὄντι συνεκέντησεν
Verse: 16    
καὶ τὸ τέλος τὴν παρεμβολὴν δέους καὶ ταραχῆς ἐπλήρωσαν καὶ ἐξέλυσαν εὐημεροῦντες·
Verse: 17    
ὑποϕαινούσης δὲ ἤδη τῆς ἡμέρας τοῦτο ἐγεγόνει διὰ τὴν ἐπαρήγουσαν αὐτῷ τοῦ κυρίου σκέπην.
Verse: 18    
῾Ο δὲ βασιλεὺς εἰληϕὼς γεῦμα τῆς τῶν Ιουδαίων εὐτολμίας κατεπείρασεν διὰ μεϑόδων τοὺς τόπους.
Verse: 19    
καὶ ἐπὶ Βαιϑσουρα ϕρούριον ὀχυρὸν τῶν Ιουδαίων προσῆγεν, ἐτροποῦτο, προσέκρουεν, ἠλαττονοῦτο·
Verse: 20    
τοῖς δὲ ἔνδον Ιουδας τὰ δέοντα εἰσέπεμψεν.
Verse: 21    
προσήγγειλεν δὲ τὰ μυστήρια τοῖς πολεμίοις Ροδοκος ἐκ τῆς Ιουδαϊκῆς τάξεως· ἀνεζητήϑη καὶ κατελήμϕϑη καὶ κατεκλείσϑη.
Verse: 22    
ἐδευτερολόγησεν βασιλεὺς τοῖς ἐν Βαιϑσουροις, δεξιὰν ἔδωκεν, ἔλαβεν, ἀπῄει, προσέβαλεν τοῖς περὶ τὸν Ιουδαν, ἥττων ἐγένετο,
Verse: 23    
μετέλαβεν ἀπονενοῆσϑαι τὸν Φίλιππον ἐν ᾽Αντιοχείᾳ τὸν ἀπολελειμμένον ἐπὶ τῶν πραγμάτων, συνεχύϑη, τοὺς Ιουδαίους παρεκάλεσεν, ὑπετάγη καὶ ὤμοσεν ἐπὶ πᾶσι τοῖς δικαίοις, συνελύϑη καὶ ϑυσίαν προσήγαγεν, ἐτίμησεν τὸν νεὼ καὶ τὸν τόπον ἐϕιλανϑρώπησεν·
Verse: 24    
καὶ τὸν Μακκαβαῖον ἀπεδέξατο, κατέλιπεν στρατηγὸν ἀπὸ Πτολεμαίδος ἕως τῶν Γερρηνῶν ῾Ηγεμονίδην.
Verse: 25    
ἦλϑεν εἰς Πτολεμαίδα· ἐδυσϕόρουν περὶ τῶν συνϑηκῶν οἱ Πτολεμαεῖς, ἐδείναζον γὰρ ὑπὲρ ὧν ἠϑέλησαν ἀϑετεῖν τὰς διαστάλσεις.
Verse: 26    
προσῆλϑεν ἐπὶ τὸ βῆμα Λυσίας, ἀπελογήσατο ἐνδεχομένως, συνέπεισεν, κατεπράυνεν, εὐμενεῖς ἐποίησεν, ἀνέζευξεν εἰς ᾽Αντιόχειαν. οὕτω τὰ τοῦ βασιλέως τῆς ἐϕόδου καὶ τῆς ἀναζυγῆς ἐχώρησεν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.