TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 543
Previous part

Chapter: 14 
Verse: 1    Μετὰ δὲ τριετῆ χρόνον προσέπεσεν τοῖς περὶ τὸν Ιουδαν Δημήτριον τὸν τοῦ Σελεύκου διὰ τοῦ κατὰ Τρίπολιν λιμένος εἰσπλεύσαντα μετὰ πλήϑους ἰσχυροῦ καὶ στόλου
Verse: 2    
κεκρατηκέναι τῆς χώρας ἐπανελόμενον ᾽Αντίοχον καὶ τὸν τούτου ἐπίτροπον Λυσίαν.
Verse: 3    
῎Αλκιμος δέ τις προγεγονὼς ἀρχιερεύς, ἑκουσίως δὲ μεμολυσμένος ἐν τοῖς τῆς ἀμειξίας χρόνοις, συννοήσας ὅτι καϑ' ὁντιναοῦν τρόπον οὐκ ἔστιν αὐτῷ σωτηρία οὐδὲ πρὸς τὸ ἅγιον ϑυσιαστήριον ἔτι πρόσοδος,
Verse: 4    
ἧκεν πρὸς τὸν βασιλέα Δημήτριον ὡς πρώτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ ἔτει προσάγων αὐτῷ στέϕανον χρυσοῦν καὶ ϕοίνικα, πρὸς δὲ τούτοις τῶν νομιζομένων ϑαλλῶν τοῦ ἱεροῦ, καὶ τὴν ἡμέραν ἐκείνην ἡσυχίαν ἔσχεν.
Verse: 5    
καιρὸν δὲ λαβὼν τῆς ἰδίας ἀνοίας συνεργὸν προσκληϑεὶς εἰς συνέδριον ὑπὸ τοῦ Δημητρίου καὶ ἐπερωτηϑείς, ἐν τίνι διαϑέσει καὶ βουλῇ καϑέστηκαν οἱ Ιουδαῖοι, πρὸς ταῦτα ἔϕη
Verse: 6    
Οἱ λεγόμενοι τῶν Ιουδαίων Ασιδαῖοι, ὧν ἀϕηγεῖται Ιουδας Μακκαβαῖος, πολεμοτροϕοῦσιν καὶ στασιάζουσιν οὐκ ἐῶντες τὴν βασιλείαν εὐσταϑείας τυχεῖν.
Verse: 7    
ὅϑεν ἀϕελόμενος τὴν προγονικὴν δόξαν [λέγω δὴ τὴν ἀρχιερωσύνην] δεῦρο νῦν ἐλήλυϑα
Verse: 8    
πρῶτον μὲν ὑπὲρ τῶν ἀνηκόντων τῷ βασιλεῖ γνησίως ϕρονῶν, δεύτερον δὲ καὶ τῶν ἰδίων πολιτῶν στοχαζόμενος· τῇ μὲν γὰρ τῶν προειρημένων ἀλογιστίᾳ τὸ σύμπαν ἡμῶν γένος οὐ μικρῶς ἀκληρεῖ.
Verse: 9    
ἕκαστα δὲ τούτων ἐπεγνωκὼς σύ, βασιλεῦ, καὶ τῆς χώρας καὶ τοῦ περιισταμένου γένους ἡμῶν προνοήϑητι καϑ' ἣν ἔχεις πρὸς ἅπαντας εὐαπάντητον ϕιλανϑρωπίαν.
Verse: 10    
ἄχρι γὰρ Ιουδας περίεστιν, ἀδύνατον εἰρήνης τυχεῖν τὰ πράγματα.
Verse: 11    
τοιούτων δὲ ῥηϑέντων ὑπὸ τούτου ϑᾶττον οἱ λοιποὶ ϕίλοι δυσμενῶς ἔχοντες τὰ πρὸς τὸν Ιουδαν προσεπύρωσαν τὸν Δημήτριον.
Verse: 12    
προχειρισάμενος δὲ εὐϑέως Νικάνορα τὸν γενόμενον ἐλεϕαντάρχην καὶ στρατηγὸν ἀναδείξας τῆς Ιουδαίας ἐξαπέστειλεν
Verse: 13    
δοὺς ἐντολὰς αὐτὸν μὲν τὸν Ιουδαν ἐπανελέσϑαι, τοὺς δὲ σὺν αὐτῷ σκορπίσαι, καταστῆσαι δὲ ῎Αλκιμον ἀρχιερέα τοῦ μεγίστου ἱεροῦ.
Verse: 14    
οἱ δὲ ἐπὶ τῆς Ιουδαίας πεϕυγαδευκότες τὸν Ιουδαν ἔϑνη συνέμισγον ἀγεληδὸν τῷ Νικάνορι τὰς τῶν Ιουδαίων ἀτυχίας καὶ συμϕορὰς ἰδίας εὐημερίας δοκοῦντες ἔσεσϑαι.
Verse: 15    
᾽Ακούσαντες δὲ τὴν τοῦ Νικάνορος ἔϕοδον καὶ τὴν ἐπίϑεσιν τῶν ἐϑνῶν καταπασάμενοι γῆν ἐλιτάνευον τὸν ἄχρι αἰῶνος συστήσαντα τὸν αὑτοῦ λαόν, ἀεὶ δὲ μετ' ἐπιϕανείας ἀντιλαμβανόμενον τῆς ἑαυτοῦ μερίδος.
Verse: 16    
προστάξαντος δὲ τοῦ ἡγουμένου ἐκεῖϑεν εὐϑέως ἀναζεύξας συμμίσγει αὐτοῖς ἐπὶ κώμην Δεσσαου.
Verse: 17    
Σιμων δὲ ἀδελϕὸς Ιουδου συμβεβληκὼς ἦν τῷ Νικάνορι, βραδέως δὲ διὰ τὴν αἰϕνίδιον τῶν ἀντιπάλων ἀϕασίαν ἐπταικώς·
Verse: 18    
ὅμως δὲ ἀκούων Νικάνωρ ἣν εἶχον οἱ περὶ τὸν Ιουδαν ἀνδραγαϑίαν καὶ ἐν τοῖς περὶ τῆς πατρίδος ἀγῶσιν εὐψυχίαν, ὑπευλαβεῖτο τὴν κρίσιν δι' αἱμάτων ποιήσασϑαι.
Verse: 19    
διόπερ ἔπεμψεν Ποσιδώνιον καὶ Θεόδοτον καὶ Ματταϑιαν δοῦναι καὶ λαβεῖν δεξιάς.
Verse: 20    
πλείονος δὲ γενομένης περὶ τούτων ἐπισκέψεως καὶ τοῦ ἡγουμένου τοῖς πλήϑεσιν ἀνακοινωσαμένου καὶ ϕανείσης ὁμοψήϕου γνώμης ἐπένευσαν ταῖς συνϑήκαις.
Verse: 21    
ἐτάξαντο δὲ ἡμέραν ἐν κατ' ἰδίαν ἥξουσιν εἰς τὸ αὐτό· καὶ προῆλϑεν παρ' ἑκάστου δίϕραξ, ἔϑεσαν δίϕρους.
Verse: 22    
διέταξεν Ιουδας ἐνόπλους ἑτοίμους ἐν τοῖς ἐπικαίροις τόποις, μήποτε ἐκ τῶν πολεμίων αἰϕνιδίως κακουργία γένηται· τὴν ἁρμόζουσαν ἐποιήσαντο κοινολογίαν.
Verse: 23    
διέτριβεν Νικάνωρ ἐν Ιεροσολύμοις καὶ ἔπραττεν οὐϑὲν ἄτοπον, τοὺς δὲ συναχϑέντας ἀγελαίους ὄχλους ἀπέλυσεν.
Verse: 24    
καὶ εἶχεν τὸν Ιουδαν διὰ παντὸς ἐν προσώπῳ, ψυχικῶς τῷ ἀνδρὶ προσεκέκλιτο.
Verse: 25    
παρεκάλεσεν αὐτὸν γῆμαι καὶ παιδοποιήσασϑαι· ἐγάμησεν, εὐστάϑησεν, ἐκοινώνησεν βίου.
Verse: 26    
῾Ο δὲ ῎Αλκιμος συνιδὼν τὴν πρὸς ἀλλήλους εὔνοιαν καὶ τὰς γενομένας συνϑήκας λαβὼν ἧκεν πρὸς τὸν Δημήτριον καὶ ἔλεγεν τὸν Νικάνορα ἀλλότρια ϕρονεῖν τῶν πραγμάτων· τὸν γὰρ ἐπίβουλον τῆς βασιλείας Ιουδαν αὐτοῦ διάδοχον ἀναδεῖξαι.
Verse: 27    
δὲ βασιλεὺς ἔκϑυμος γενόμενος καὶ ταῖς τοῦ παμπονήρου διαβολαῖς ἐρεϑισϑεὶς ἔγραψεν Νικάνορι ϕάσκων ὑπὲρ μὲν τῶν συνϑηκῶν βαρέως ϕέρειν, κελεύων δὲ τὸν Μακκαβαῖον δέσμιον ἐξαποστέλλειν εἰς ᾽Αντιόχειαν ταχέως.
Verse: 28    
προσπεσόντων δὲ τούτων τῷ Νικάνορι συνεκέχυτο καὶ δυσϕόρως ἔϕερεν, εἰ τὰ διεσταλμένα ἀϑετήσει μηδὲν τἀνδρὸς ἠδικηκότος.
Verse: 29    
ἐπεὶ δὲ τῷ βασιλεῖ ἀντιπράττειν οὐκ ἦν, εὔκαιρον ἐτήρει στρατηγήματι τοῦτ' ἐπιτελέσαι.
Verse: 30    
δὲ Μακκαβαῖος αὐστηρότερον διεξαγαγόντα συνιδὼν τὸν Νικάνορα τὰ πρὸς αὐτὸν καὶ τὴν εἰϑισμένην ἀπάντησιν ἀγροικότερον ἐσχηκότα νοήσας οὐκ ἀπὸ τοῦ βελτίστου τὴν αὐστηρίαν εἶναι συστρέψας οὐκ ὀλίγους τῶν περὶ αὐτὸν συνεκρύπτετο τὸν Νικάνορα.
Verse: 31    
συγγνοὺς δὲ ἕτερος ὅτι γενναίως ὑπὸ τοῦ ἀνδρὸς ἐστρατήγηται, παραγενόμενος ἐπὶ τὸ μέγιστον καὶ ἅγιον ἱερὸν τῶν ἱερέων τὰς καϑηκούσας ϑυσίας προσαγόντων ἐκέλευσεν παραδιδόναι τὸν ἄνδρα.
Verse: 32    
τῶν δὲ μεϑ' ὅρκων ϕασκόντων μὴ γινώσκειν ποῦ ποτ' ἔστιν ζητούμενος,
Verse: 33    
προτείνας τὴν δεξιὰν ἐπὶ τὸν νεὼ ταῦτ' ὤμοσεν ᾽Εὰν μὴ δέσμιόν μοι τὸν Ιουδαν παραδῶτε, τόνδε τὸν τοῦ ϑεοῦ σηκὸν εἰς πεδίον ποιήσω καὶ τὸ ϑυσιαστήριον κατασκάψω καὶ ἱερὸν ἐνταῦϑα τῷ Διονύσῳ ἐπιϕανὲς ἀναστήσω.
Verse: 34    
τοσαῦτα δὲ εἰπὼν ἀπῆλϑεν· οἱ δὲ ἱερεῖς προτείναντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπεκαλοῦντο τὸν διὰ παντὸς ὑπέρμαχον τοῦ ἔϑνους ἡμῶν ταῦτα λέγοντες
Verse: 35    
Σὺ κύριε τῶν ὅλων ἀπροσδεὴς ὑπάρχων ηὐδόκησας ναὸν τῆς σῆς σκηνώσεως ἐν ἡμῖν γενέσϑαι·
Verse: 36    
καὶ νῦν, ἅγιε παντὸς ἁγιασμοῦ κύριε, διατήρησον εἰς αἰῶνα ἀμίαντον τόνδε τὸν προσϕάτως κεκαϑαρισμένον οἶκον.
Verse: 37    
Ραζις δέ τις τῶν ἀπὸ Ιεροσολύμων πρεσβυτέρων ἐμηνύϑη τῷ Νικάνορι ἀνὴρ ϕιλοπολίτης καὶ σϕόδρα καλῶς ἀκούων καὶ κατὰ τὴν εὔνοιαν πατὴρ τῶν Ιουδαίων προσαγορευόμενος.
Verse: 38    
ἦν γὰρ ἐν τοῖς ἔμπροσϑεν χρόνοις τῆς ἀμειξίας κρίσιν εἰσενηνεγμένος Ιουδαϊσμοῦ, καὶ σῶμα καὶ ψυχὴν ὑπὲρ τοῦ Ιουδαϊσμοῦ παραβεβλημένος μετὰ πάσης ἐκτενίας.
Verse: 39    
βουλόμενος δὲ Νικάνωρ πρόδηλον ποιῆσαι ἣν εἶχεν πρὸς τοὺς Ιουδαίους δυσμένειαν, ἀπέστειλεν στρατιώτας ὑπὲρ τοὺς πεντακοσίους συλλαβεῖν αὐτόν·
Verse: 40    
ἔδοξεν γὰρ ἐκεῖνον συλλαβὼν τούτοις ἐνεργάσασϑαι συμϕοράν.
Verse: 41    
τῶν δὲ πληϑῶν μελλόντων τὸν πύργον καταλαβέσϑαι καὶ τὴν αὐλαίαν ϑύραν βιαζομένων καὶ κελευόντων πῦρ προσάγειν καὶ τὰς ϑύρας ὑϕάπτειν, περικατάλημπτος γενόμενος ὑπέϑηκεν ἑαυτῷ τὸ ξίϕος
Verse: 42    
εὐγενῶς ϑέλων ἀποϑανεῖν ἤπερ τοῖς ἀλιτηρίοις ὑποχείριος γενέσϑαι καὶ τῆς ἰδίας εὐγενείας ἀναξίως ὑβρισϑῆναι.
Verse: 43    
τῇ δὲ πληγῇ μὴ κατευϑικτήσας διὰ τὴν τοῦ ἀγῶνος σπουδὴν καὶ τῶν ὄχλων ἔσω τῶν ϑυρωμάτων εἰσβαλλόντων ἀναδραμὼν γενναίως ἐπὶ τὸ τεῖχος κατεκρήμνισεν ἑαυτὸν ἀνδρωδῶς εἰς τοὺς ὄχλους.
Verse: 44    
τῶν δὲ ταχέως ἀναποδισάντων γενομένου διαστήματος ἦλϑεν κατὰ μέσον τὸν κενεῶνα.
Verse: 45    
ἔτι δὲ ἔμπνους ὑπάρχων καὶ πεπυρωμένος τοῖς ϑυμοῖς ἐξαναστὰς ϕερομένων κρουνηδὸν τῶν αἱμάτων καὶ δυσχερῶν τῶν τραυμάτων ὄντων δρόμῳ τοὺς ὄχλους διελϑὼν καὶ στὰς ἐπί τινος πέτρας ἀπορρῶγος
Verse: 46    
παντελῶς ἔξαιμος ἤδη γινόμενος προβαλὼν τὰ ἔντερα καὶ λαβὼν ἑκατέραις ταῖς χερσὶν ἐνέσεισε τοῖς ὄχλοις καὶ ἐπικαλεσάμενος τὸν δεσπόζοντα τῆς ζωῆς καὶ τοῦ πνεύματος ταῦτα αὐτῷ πάλιν ἀποδοῦναι τόνδε τὸν τρόπον μετήλλαξεν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.