TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 544
Previous part

Chapter: 15 
Verse: 1    ῾Ο δὲ Νικάνωρ μεταλαβὼν τοὺς περὶ τὸν Ιουδαν ὄντας ἐν τοῖς κατὰ Σαμάρειαν τόποις ἐβουλεύσατο τῇ τῆς καταπαύσεως ἡμέρᾳ μετὰ πάσης ἀσϕαλείας αὐτοῖς ἐπιβαλεῖν.
Verse: 2    
τῶν δὲ κατὰ ἀνάγκην συνεπομένων αὐτῷ Ιουδαίων λεγόντων Μηδαμῶς οὕτως ἀγρίως καὶ βαρβάρως ἀπολέσῃς, δόξαν δὲ ἀπομέρισον τῇ προτετιμημένῃ ὑπὸ τοῦ πάντα ἐϕορῶντος μεϑ' ἁγιότητος ἡμέρᾳ·
Verse: 3    
δὲ τρισαλιτήριος ἐπηρώτησεν εἰ ἔστιν ἐν οὐρανῷ δυνάστης προστεταχὼς ἄγειν τὴν τῶν σαββάτων ἡμέραν·
Verse: 4    
τῶν δ' ἀποϕηναμένων ῎Εστιν κύριος ζῶν αὐτὸς ἐν οὐρανῷ δυνάστης κελεύσας ἀσκεῖν τὴν ἑβδομάδα·
Verse: 5    
δὲ ἕτερος Κἀγώ ϕησιν δυνάστης ἐπὶ τῆς γῆς προστάσσων αἴρειν ὅπλα καὶ τὰς βασιλικὰς χρείας ἐπιτελεῖν. ὅμως οὐ κατέσχεν ἐπιτελέσαι τὸ σχέτλιον αὐτοῦ βούλημα.
Verse: 6    
Καὶ μὲν Νικάνωρ μετὰ πάσης ἀλαζονείας ὑψαυχενῶν διεγνώκει κοινὸν τῶν περὶ τὸν Ιουδαν συστήσασϑαι τρόπαιον.
Verse: 7    
δὲ Μακκαβαῖος ἦν ἀδιαλείπτως πεποιϑὼς μετὰ πάσης ἐλπίδος ἀντιλήμψεως τεύξασϑαι παρὰ τοῦ κυρίου
Verse: 8    
καὶ παρεκάλει τοὺς σὺν αὐτῷ μὴ δειλιᾶν τὴν τῶν ἐϑνῶν ἔϕοδον ἔχοντας δὲ κατὰ νοῦν τὰ προγεγονότα αὐτοῖς ἀπ' οὐρανοῦ βοηϑήματα καὶ τὰ νῦν προσδοκᾶν τὴν παρὰ τοῦ παντοκράτορος ἐσομένην αὐτοῖς νίκην.
Verse: 9    
καὶ παραμυϑούμενος αὐτοὺς ἐκ τοῦ νόμου καὶ τῶν προϕητῶν, προσυπομνήσας δὲ αὐτοὺς καὶ τοὺς ἀγῶνας, οὓς ἦσαν ἐκτετελεκότες, προϑυμοτέρους αὐτοὺς κατέστησεν.
Verse: 10    
καὶ τοῖς ϑυμοῖς διεγείρας αὐτοὺς παρήγγειλεν ἅμα παρεπιδεικνὺς τὴν τῶν ἐϑνῶν ἀϑεσίαν καὶ τὴν τῶν ὅρκων παράβασιν.
Verse: 11    
ἕκαστον δὲ αὐτῶν καϑοπλίσας οὐ τὴν ἀσπίδων καὶ λογχῶν ἀσϕάλειαν, ὡς τὴν ἐν τοῖς ἀγαϑοῖς λόγοις παράκλησιν καὶ προσεξηγησάμενος ὄνειρον ἀξιόπιστον ὕπαρ τι πάντας ηὔϕρανεν.
Verse: 12    
ἦν δὲ τούτου ϑεωρία τοιάδε· Ονιαν τὸν γενόμενον ἀρχιερέα, ἄνδρα καλὸν καὶ ἀγαϑόν, αἰδήμονα μὲν τὴν ἀπάντησιν, πρᾶον δὲ τὸν τρόπον καὶ λαλιὰν προϊέμενον πρεπόντως καὶ ἐκ παιδὸς ἐκμεμελετηκότα πάντα τὰ τῆς ἀρετῆς οἰκεῖα, τοῦτον τὰς χεῖρας προτείναντα κατεύχεσϑαι τῷ παντὶ τῶν Ιουδαίων συστήματι.
Verse: 13    
εἶϑ' οὕτως ἐπιϕανῆναι ἄνδρα πολιᾷ καὶ δόξῃ διαϕέροντα, ϑαυμαστὴν δέ τινα καὶ μεγαλοπρεπεστάτην εἶναι τὴν περὶ αὐτὸν ὑπεροχήν.
Verse: 14    
ἀποκριϑέντα δὲ τὸν Ονιαν εἰπεῖν ῾Ο ϕιλάδελϕος οὗτός ἐστιν πολλὰ προσευχόμενος περὶ τοῦ λαοῦ καὶ τῆς ἁγίας πόλεως Ιερεμιας τοῦ ϑεοῦ προϕήτης.
Verse: 15    
προτείναντα δὲ Ιερεμιαν τὴν δεξιὰν παραδοῦναι τῷ Ιουδα ῥομϕαίαν χρυσῆν, διδόντα δὲ προσϕωνῆσαι τάδε
Verse: 16    
Λαβὲ τὴν ἁγίαν ῥομϕαίαν δῶρον παρὰ τοῦ ϑεοῦ, δι' ἧς ϑραύσεις τοὺς ὑπεναντίους.
Verse: 17    
Παρακληϑέντες δὲ τοῖς Ιουδου λόγοις πάνυ καλοῖς καὶ δυναμένοις ἐπ' ἀρετὴν παρορμῆσαι καὶ ψυχὰς νέων ἐπανδρῶσαι διέγνωσαν μὴ στρατεύεσϑαι, γενναίως δὲ ἐμϕέρεσϑαι καὶ μετὰ πάσης εὐανδρίας ἐμπλακέντες κρῖναι τὰ πράγματα διὰ τὸ καὶ τὴν πόλιν καὶ τὰ ἅγια καὶ τὸ ἱερὸν κινδυνεύειν·
Verse: 18    
ἦν γὰρ περὶ γυναικῶν καὶ τέκνων, ἔτι δὲ ἀδελϕῶν καὶ συγγενῶν ἐν ἥττονι μέρει κείμενος αὐτοῖς, μέγιστος δὲ καὶ πρῶτος περὶ τοῦ καϑηγιασμένου ναοῦ ϕόβος.
Verse: 19    
ἦν δὲ καὶ τοῖς ἐν τῇ πόλει κατειλημμένοις οὐ πάρεργος ἀγωνία ταρασσομένοις τῆς ἐν ὑπαίϑρῳ προσβολῆς.
Verse: 20    
καὶ πάντων ἤδη προσδοκώντων τὴν ἐσομένην κρίσιν καὶ ἤδη προσμειξάντων τῶν πολεμίων καὶ τῆς στρατιᾶς ἐκταγείσης καὶ τῶν ϑηρίων ἐπὶ μέρος εὔκαιρον ἀποκατασταϑέντων τῆς τε ἵππου κατὰ κέρας τεταγμένης
Verse: 21    
συνιδὼν Μακκαβαῖος τὴν τῶν πληϑῶν παρουσίαν καὶ τῶν ὅπλων τὴν ποικίλην παρασκευὴν τήν τε τῶν ϑηρίων ἀγριότητα ἀνατείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπεκαλέσατο τὸν τερατοποιὸν κύριον γινώσκων ὅτι οὐκ ἔστιν δι' ὅπλων, καϑὼς δὲ ἐὰν αὐτῷ κριϑῇ, τοῖς ἀξίοις περιποιεῖται τὴν νίκην.
Verse: 22    
ἔλεγεν δὲ ἐπικαλούμενος τόνδε τὸν τρόπον Σύ, δέσποτα, ἀπέστειλας τὸν ἄγγελόν σου ἐπὶ Εζεκιου τοῦ βασιλέως τῆς Ιουδαίας, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς Σενναχηριμ εἰς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας·
Verse: 23    
καὶ νῦν, δυνάστα τῶν οὐρανῶν, ἀπόστειλον ἄγγελον ἀγαϑὸν ἔμπροσϑεν ἡμῶν εἰς δέος καὶ τρόμον·
Verse: 24    
μεγέϑει βραχίονός σου καταπλαγείησαν οἱ μετὰ βλασϕημίας παραγινόμενοι ἐπὶ τὸν ἅγιόν σου λαόν. καὶ οὗτος μὲν ἐν τούτοις ἔληξεν.
Verse: 25    
Οἱ δὲ περὶ τὸν Νικάνορα μετὰ σαλπίγγων καὶ παιάνων προσῆγον.
Verse: 26    
οἱ δὲ περὶ τὸν Ιουδαν μετὰ ἐπικλήσεως καὶ εὐχῶν συνέμειξαν τοῖς πολεμίοις.
Verse: 27    
καὶ ταῖς μὲν χερσὶν ἀγωνιζόμενοι, ταῖς δὲ καρδίαις πρὸς τὸν ϑεὸν εὐχόμενοι κατέστρωσαν οὐδὲν ἧττον μυριάδων τριῶν καὶ πεντακισχιλίων τῇ τοῦ ϑεοῦ μεγάλως εὐϕρανϑέντες ἐπιϕανείᾳ.
Verse: 28    
γενόμενοι δὲ ἀπὸ τῆς χρείας καὶ μετὰ χαρᾶς ἀναλύοντες ἐπέγνωσαν προπεπτωκότα Νικάνορα σὺν τῇ πανοπλίᾳ.
Verse: 29    
γενομένης δὲ κραυγῆς καὶ ταραχῆς εὐλόγουν τὸν δυνάστην τῇ πατρίῳ ϕωνῇ.
Verse: 30    
καὶ προσέταξεν καϑ' ἅπαν σώματι καὶ ψυχῇ πρωταγωνιστὴς ὑπὲρ τῶν πολιτῶν τὴν τῆς ἡλικίας εὔνοιαν εἰς ὁμοεϑνεῖς διαϕυλάξας τὴν τοῦ Νικάνορος κεϕαλὴν ἀποτεμόντας καὶ τὴν χεῖρα σὺν τῷ ὤμῳ ϕέρειν εἰς Ιεροσόλυμα.
Verse: 31    
παραγενόμενος δὲ ἐκεῖ καὶ συγκαλέσας τοὺς ὁμοεϑνεῖς καὶ τοὺς ἱερεῖς πρὸ τοῦ ϑυσιαστηρίου στήσας μετεπέμψατο τοὺς ἐκ τῆς ἄκρας.
Verse: 32    
καὶ ἐπιδειξάμενος τὴν τοῦ μιαροῦ Νικάνορος κεϕαλὴν καὶ τὴν χεῖρα τοῦ δυσϕήμου, ἣν ἐκτείνας ἐπὶ τὸν ἅγιον τοῦ παντοκράτορος οἶκον ἐμεγαλαύχησεν,
Verse: 33    
καὶ τὴν γλῶσσαν τοῦ δυσσεβοῦς Νικάνορος ἐκτεμὼν ἔϕη κατὰ μέρος δώσειν τοῖς ὀρνέοις, τὰ δ' ἐπίχειρα τῆς ἀνοίας κατέναντι τοῦ ναοῦ κρεμάσαι.
Verse: 34    
οἱ δὲ πάντες εἰς τὸν οὐρανὸν εὐλόγησαν τὸν ἐπιϕανῆ κύριον λέγοντες Εὐλογητὸς διατηρήσας τὸν ἑαυτοῦ τόπον ἀμίαντον.
Verse: 35    
ἐξέδησεν δὲ τὴν τοῦ Νικάνορος προτομὴν ἐκ τῆς ἄκρας ἐπίδηλον πᾶσιν καὶ ϕανερὸν τῆς τοῦ κυρίου βοηϑείας σημεῖον.
Verse: 36    
ἐδογμάτισαν δὲ πάντες μετὰ κοινοῦ ψηϕίσματος μηδαμῶς ἐᾶσαι ἀπαρασήμαντον τήνδε τὴν ἡμέραν, ἔχειν δὲ ἐπίσημον τὴν τρισκαιδεκάτην τοῦ δωδεκάτου μηνὸς Αδαρ λέγεται τῇ Συριακῇ ϕωνῇ πρὸ μιᾶς ἡμέρας τῆς Μαρδοχαϊκῆς ἡμέρας.
Verse: 37    
Τῶν οὖν κατὰ Νικάνορα χωρησάντων οὕτως καὶ ἀπ' ἐκείνων τῶν καιρῶν κρατηϑείσης τῆς πόλεως ὑπὸ τῶν Εβραίων καὶ αὐτὸς αὐτόϑι τὸν λόγον καταπαύσω.
Verse: 38    
καὶ εἰ μὲν καλῶς εὐϑίκτως τῇ συντάξει, τοῦτο καὶ αὐτὸς ἤϑελον· εἰ δὲ εὐτελῶς καὶ μετρίως, τοῦτο ἐϕικτὸν ἦν μοι.
Verse: 39    
καϑάπερ γὰρ οἶνον κατὰ μόνας πίνειν, ὡσαύτως δὲ καὶ ὕδωρ πάλιν πολέμιον· ὃν δὲ τρόπον οἶνος ὕδατι συγκερασϑεὶς ἡδὺς καὶ ἐπιτερπῆ τὴν χάριν ἀποτελεῖ, οὕτως καὶ τὸ τῆς κατασκευῆς τοῦ λόγου τέρπει τὰς ἀκοὰς τῶν ἐντυγχανόντων τῇ συντάξει. ἐνταῦϑα δὲ ἔσται τελευτή. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.