TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 531
Previous part

Chapter: 2 
Verse: 1    Εὑρίσκεται δὲ ἐν ταῖς ἀπογραϕαῖς Ιερεμιας προϕήτης ὅτι ἐκέλευσεν τοῦ πυρὸς λαβεῖν τοὺς μεταγενομένους, ὡς σεσήμανται,
Verse: 2    
καὶ ὡς ἐνετείλατο τοῖς μεταγενομένοις προϕήτης δοὺς αὐτοῖς τὸν νόμον, ἵνα μὴ ἐπιλάϑωνται τῶν προσταγμάτων τοῦ κυρίου, καὶ ἵνα μὴ ἀποπλανηϑῶσιν ταῖς διανοίαις βλέποντες ἀγάλματα χρυσᾶ καὶ ἀργυρᾶ καὶ τὸν περὶ αὐτὰ κόσμον·
Verse: 3    
καὶ ἕτερα τοιαῦτα λέγων παρεκάλει μὴ ἀποστῆναι τὸν νόμον ἀπὸ τῆς καρδίας αὐτῶν.
Verse: 4    
ἦν δὲ ἐν τῇ γραϕῇ ὡς τὴν σκηνὴν καὶ τὴν κιβωτὸν ἐκέλευσεν προϕήτης χρηματισμοῦ γενηϑέντος αὐτῷ συνακολουϑεῖν· ὡς δὲ ἐξῆλϑεν εἰς τὸ ὄρος, οὗ Μωυσῆς ἀναβὰς ἐϑεάσατο τὴν τοῦ ϑεοῦ κληρονομίαν.
Verse: 5    
καὶ ἐλϑὼν Ιερεμιας εὗρεν οἶκον ἀντρώδη καὶ τὴν σκηνὴν καὶ τὴν κιβωτὸν καὶ τὸ ϑυσιαστήριον τοῦ ϑυμιάματος εἰσήνεγκεν ἐκεῖ καὶ τὴν ϑύραν ἐνέϕραξεν.
Verse: 6    
καὶ προσελϑόντες τινὲς τῶν συνακολουϑούντων ὥστε ἐπισημάνασϑαι τὴν ὁδὸν καὶ οὐκ ἐδυνήϑησαν εὑρεῖν.
Verse: 7    
ὡς δὲ Ιερεμιας ἔγνω, μεμψάμενος αὐτοῖς εἶπεν ὅτι Καὶ ἄγνωστος τόπος ἔσται, ἕως ἂν συναγάγῃ ϑεὸς ἐπισυναγωγὴν τοῦ λαοῦ καὶ ἵλεως γένηται·
Verse: 8    
καὶ τότε κύριος ἀναδείξει ταῦτα, καὶ ὀϕϑήσεται δόξα τοῦ κυρίου καὶ νεϕέλη, ὡς ἐπὶ Μωυσῇ ἐδηλοῦτο, ὡς καὶ Σαλωμων ἠξίωσεν ἵνα τόπος καϑαγιασϑῇ μεγάλως.
Verse: 9    
διεσαϕεῖτο δὲ καὶ ὡς σοϕίαν ἔχων ἀνήνεγκεν ϑυσίαν ἐγκαινισμοῦ καὶ τῆς τελειώσεως τοῦ ἱεροῦ.
Verse: 10    
καϑὼς καὶ Μωυσῆς προσηύξατο πρὸς κύριον, καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ τὰ τῆς ϑυσίας ἐδαπάνησεν, οὕτως καὶ Σαλωμων προσηύξατο, καὶ καταβὰν τὸ πῦρ ἀνήλωσεν τὰ ὁλοκαυτώματα.
Verse: 11    
καὶ εἶπεν Μωυσῆς Διὰ τὸ μὴ βεβρῶσϑαι τὸ περὶ τῆς ἁμαρτίας ἀνηλώϑη.
Verse: 12    
ὡσαύτως καὶ Σαλωμων τὰς ὀκτὼ ἡμέρας ἤγαγεν.
Verse: 13    
ἐξηγοῦντο δὲ καὶ ἐν ταῖς ἀναγραϕαῖς καὶ ἐν τοῖς ὑπομνηματισμοῖς τοῖς κατὰ τὸν Νεεμιαν τὰ αὐτὰ καὶ ὡς καταβαλλόμενος βιβλιοϑήκην ἐπισυνήγαγεν τὰ περὶ τῶν βασιλέων βιβλία καὶ προϕητῶν καὶ τὰ τοῦ Δαυιδ καὶ ἐπιστολὰς βασιλέων περὶ ἀναϑεμάτων.
Verse: 14    
ὡσαύτως δὲ καὶ Ιουδας τὰ διαπεπτωκότα διὰ τὸν γεγονότα πόλεμον ἡμῖν ἐπισυνήγαγεν πάντα, καὶ ἔστιν παρ' ἡμῖν·
Verse: 15    
ὧν οὖν ἐὰν χρείαν ἔχητε, τοὺς ἀποκομιοῦντας ὑμῖν ἀποστέλλετε.
Verse: 16    
Μέλλοντες οὖν ἄγειν τὸν καϑαρισμὸν ἐγράψαμεν ὑμῖν· καλώς οὖν ποιήσετε ἄγοντες τὰς ἡμέρας.
Verse: 17    
δὲ ϑεὸς σώσας τὸν πάντα λαὸν αὐτοῦ καὶ ἀποδοὺς τὴν κληρονομίαν πᾶσιν καὶ τὸ βασίλειον καὶ τὸ ἱεράτευμα καὶ τὸν ἁγιασμόν,
Verse: 18    
καϑὼς ἐπηγγείλατο διὰ τοῦ νόμου· ἐλπίζομεν γὰρ ἐπὶ τῷ ϑεῷ ὅτι ταχέως ἡμᾶς ἐλεήσει καὶ ἐπισυνάξει ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν εἰς τὸν ἅγιον τόπον· ἐξείλετο γὰρ ἡμᾶς ἐκ μεγάλων κακῶν καὶ τὸν τόπον ἐκαϑάρισεν.
Verse: 19    
Τὰ δὲ κατὰ τὸν Ιουδαν τὸν Μακκαβαῖον καὶ τοὺς τούτου ἀδελϕοὺς καὶ τὸν τοῦ ἱεροῦ τοῦ μεγίστου καϑαρισμὸν καὶ τὸν τοῦ βωμοῦ ἐγκαινισμὸν
Verse: 20    
ἔτι τε τοὺς πρὸς ᾽Αντίοχον τὸν ᾽Επιϕανῆ καὶ τὸν τούτου υἱὸν Εὐπάτορα πολέμους
Verse: 21    
καὶ τὰς ἐξ οὐρανοῦ γενομένας ἐπιϕανείας τοῖς ὑπὲρ τοῦ Ιουδαϊσμοῦ ϕιλοτίμως ἀνδραγαϑήσασιν, ὥστε τὴν ὅλην χώραν ὀλίγους ὄντας λεηλατεῖν καὶ τὰ βάρβαρα πλήϑη διώκειν,
Verse: 22    
καὶ τὸ περιβόητον καϑ' ὅλην τὴν οἰκουμένην ἱερὸν ἀνακομίσασϑαι καὶ τὴν πόλιν ἐλευϑερῶσαι καὶ τοὺς μέλλοντας καταλύεσϑαι νόμους ἐπανορϑῶσαι, τοῦ κυρίου μετὰ πάσης ἐπιεικείας ἵλεω γενομένου αὐτοῖς,
Verse: 23    
ὑπὸ ᾽Ιάσωνος τοῦ Κυρηναίου δεδηλωμένα διὰ πέντε βιβλίων πειρασόμεϑα δι' ἑνὸς συντάγματος ἐπιτεμεῖν.
Verse: 24    
συνορῶντες γὰρ τὸ χύμα τῶν ἀριϑμῶν καὶ τὴν οὖσαν δυσχέρειαν τοῖς ϑέλουσιν εἰσκυκλεῖσϑαι τοῖς τῆς ἱστορίας διηγήμασιν διὰ τὸ πλῆϑος τῆς ὕλης
Verse: 25    
ἐϕροντίσαμεν τοῖς μὲν βουλομένοις ἀναγινώσκειν ψυχαγωγίαν, τοῖς δὲ ϕιλοϕρονοῦσιν εἰς τὸ διὰ μνήμης ἀναλαβεῖν εὐκοπίαν, πᾶσιν δὲ τοῖς ἐντυγχάνουσιν ὠϕέλειαν.
Verse: 26    
καὶ ἡμῖν μὲν τοῖς τὴν κακοπάϑειαν ἐπιδεδεγμένοις τῆς ἐπιτομῆς οὐ ῥᾴδιον, ἱδρῶτος δὲ καὶ ἀγρυπνίας τὸ πρᾶγμα,
Verse: 27    
καϑάπερ τῷ παρασκευάζοντι συμπόσιον καὶ ζητοῦντι τὴν ἑτέρων λυσιτέλειαν οὐκ εὐχερές, ὅμως διὰ τὴν τῶν πολλῶν εὐχαριστίαν ἡδέως τὴν κακοπάϑειαν ὑποίσομεν
Verse: 28    
τὸ μὲν διακριβοῦν περὶ ἑκάστων τῷ συγγραϕεῖ παραχωρήσαντες, τὸ δὲ ἐπιπορεύεσϑαι τοῖς ὑπογραμμοῖς τῆς ἐπιτομῆς διαπονοῦντες.
Verse: 29    
καϑάπερ γὰρ τῆς καινῆς οἰκίας ἀρχιτέκτονι τῆς ὅλης καταβολῆς ϕροντιστέον, τῷ δὲ ἐγκαίειν καὶ Ζωγραϕεῖν ἐπιχειροῦντι τὰ ἐπιτήδεια πρὸς διακόσμησιν ἐξεταστέον, οὕτως δοκῶ καὶ ἐπὶ ἡμῶν.
Verse: 30    
τὸ μὲν ἐμβατεύειν καὶ περίπατον ποιεῖσϑαι λόγων καὶ πολυπραγμονεῖν ἐν τοῖς κατὰ μέρος τῷ τῆς ἱστορίας ἀρχηγέτῃ καϑήκει·
Verse: 31    
τὸ δὲ σύντομον τῆς λέξεως μεταδιώκειν καὶ τὸ ἐξεργαστικὸν τῆς πραγματείας παραιτεῖσϑαι τῷ τὴν μετάϕρασιν ποιουμένῳ συγχωρητέον.
Verse: 32    
ἐντεῦϑεν οὖν ἀρξώμεϑα τῆς διηγήσεως τοῖς προειρημένοις τοσοῦτον ἐπιζεύξαντες· εὔηϑες γὰρ τὸ μὲν πρὸ τῆς ἱστορίας πλεονάζειν, τὴν δὲ ἱστορίαν ἐπιτεμεῖν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.