TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 532
Previous part

Chapter: 3 
Verse: 1    Τῆς ἁγίας πόλεως κατοικουμένης μετὰ πάσης εἰρήνης καὶ τῶν νόμων ὅτι κάλλιστα συντηρουμένων διὰ τὴν Ονιου τοῦ ἀρχιερέως εὐσέβειάν τε καὶ μισοπονηρίαν
Verse: 2    
συνέβαινεν καὶ αὐτοὺς τοὺς βασιλεῖς τιμᾶν τὸν τόπον καὶ τὸ ἱερὸν ἀποστολαῖς ταῖς κρατίσταις δοξάζειν
Verse: 3    
ὥστε καὶ Σέλευκον τὸν τῆς ᾽Ασίας βασιλέα χορηγεῖν ἐκ τῶν ἰδίων προσόδων πάντα τὰ πρὸς τὰς λειτουργίας τῶν ϑυσιῶν ἐπιβάλλοντα δαπανήματα.
Verse: 4    
Σιμων δέ τις ἐκ τῆς Βενιαμιν ϕυλῆς προστάτης τοῦ ἱεροῦ καϑεσταμένος διηνέχϑη τῷ ἀρχιερεῖ περὶ τῆς κατὰ τὴν πόλιν ἀγορανομίας·
Verse: 5    
καὶ νικῆσαι τὸν Ονιαν μὴ δυνάμενος ἦλϑεν πρὸς ᾽Απολλώνιον Θαρσεου τὸν κατ' ἐκεῖνον τὸν καιρὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν
Verse: 6    
καὶ προσήγγειλεν περὶ τοῦ χρημάτων ἀμυϑήτων γέμειν τὸ ἐν Ιεροσολύμοις γαζοϕυλάκιον ὥστε τὸ πλῆϑος τῶν διαϕόρων ἀναρίϑμητον εἶναι, καὶ μὴ προσήκειν αὐτὰ πρὸς τὸν τῶν ϑυσιῶν λόγον, εἶναι δὲ δυνατὸν ὑπὸ τὴν τοῦ βασιλέως ἐξουσίαν πεσεῖν ταῦτα.
Verse: 7    
συμμείξας δὲ ᾽Απολλώνιος τῷ βασιλεῖ περὶ τῶν μηνυϑέντων αὐτῷ χρημάτων ἐνεϕάνισεν· δὲ προχειρισάμενος ῾Ηλιόδωρον τὸν ἐπὶ τῶν πραγμάτων ἀπέστειλεν δοὺς ἐντολὰς τὴν τῶν προειρημένων χρημάτων ἐκκομιδὴν ποιήσασϑαι.
Verse: 8    
εὐϑέως δὲ ῾Ηλιόδωρος ἐποιεῖτο τὴν πορείαν, τῇ μὲν ἐμϕάσει ὡς τὰς κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην πόλεις ἐϕοδεῦσαι, τῷ πράγματι δὲ τὴν τοῦ βασιλέως πρόϑεσιν ἐπιτελεῖν.
Verse: 9    
παραγενηϑεὶς δὲ εἰς Ιεροσόλυμα καὶ ϕιλοϕρόνως ὑπὸ τοῦ ἀρχιερέως τῆς πόλεως ἀποδεχϑεὶς ἀνέϑετο περὶ τοῦ γεγονότος ἐμϕανισμοῦ, καὶ τίνος ἕνεκεν πάρεστιν διεσάϕησεν· ἐπυνϑάνετο δὲ εἰ ταῖς ἀληϑείαις ταῦτα οὕτως ἔχοντα τυγχάνει.
Verse: 10    
τοῦ δὲ ἀρχιερέως ὑποδείξαντος παρακαταϑήκας εἶναι χηρῶν τε καὶ ὀρϕανῶν,
Verse: 11    
τινὰ δὲ καὶ ῾Υρκανοῦ τοῦ Τωβιου σϕόδρα ἀνδρὸς ἐν ὑπεροχῇ κειμένου οὕτως ἦν διαβάλλων δυσσεβὴς Σιμων , τὰ δὲ πάντα ἀργυρίου τετρακόσια τάλαντα, χρυσίου δὲ διακόσια·
Verse: 12    
ἀδικηϑῆναι δὲ τοὺς πεπιστευκότας τῇ τοῦ τόπου ἁγιωσύνῃ καὶ τῇ τοῦ τετιμημένου κατὰ τὸν σύμπαντα κόσμον ἱεροῦ σεμνότητι καὶ ἀσυλίᾳ παντελῶς ἀμήχανον εἶναι.
Verse: 13    
δὲ ῾Ηλιόδωρος, δι' ἃς εἶχεν βασιλικὰς ἐντολάς, πάντως ἔλεγεν εἰς τὸ βασιλικὸν ἀναλημπτέα ταῦτα εἶναι.
Verse: 14    
ταξάμενος δὲ ἡμέραν εἰσῄει τὴν περὶ τούτων ἐπίσκεψιν οἰκονομήσων· ἦν δὲ οὐ μικρὰ καϑ' ὅλην τὴν πόλιν ἀγωνία.
Verse: 15    
οἱ δὲ ἱερεῖς πρὸ τοῦ ϑυσιαστηρίου ἐν ταῖς ἱερατικαῖς στολαῖς ῥίψαντες ἑαυτοὺς ἐπεκαλοῦντο εἰς οὐρανὸν τὸν περὶ παρακαταϑήκης νομοϑετήσαντα τοῖς παρακαταϑεμένοις ταῦτα σῶα διαϕυλάξαι.
Verse: 16    
ἦν δὲ ὁρῶντα τὴν τοῦ ἀρχιερέως ἰδέαν τιτρώσκεσϑαι τὴν διάνοιαν· γὰρ ὄψις καὶ τὸ τῆς χρόας παρηλλαγμένον ἐνέϕαινεν τὴν κατὰ ψυχὴν ἀγωνίαν·
Verse: 17    
περιεκέχυτο γὰρ περὶ τὸν ἄνδρα δέος τι καὶ ϕρικασμὸς σώματος, δι' ὧν πρόδηλον ἐγίνετο τοῖς ϑεωροῦσιν τὸ κατὰ καρδίαν ἐνεστὸς ἄλγος.
Verse: 18    
ἔτι δὲ ἐκ τῶν οἰκιῶν ἀγεληδὸν ἐξεπήδων ἐπὶ πάνδημον ἱκετείαν διὰ τὸ μέλλειν εἰς καταϕρόνησιν ἔρχεσϑαι τὸν τόπον.
Verse: 19    
ὑπεζωσμέναι δὲ ὑπὸ τοὺς μαστοὺς αἱ γυναῖκες σάκκους κατὰ τὰς ὁδοὺς ἐπλήϑυνον· αἱ δὲ κατάκλειστοι τῶν παρϑένων, αἱ μὲν συνέτρεχον ἐπὶ τοὺς πυλῶνας, αἱ δὲ ἐπὶ τὰ τείχη, τινὲς δὲ διὰ τῶν ϑυρίδων διεξέκυπτον·
Verse: 20    
πᾶσαι δὲ προτείνουσαι τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐποιοῦντο τὴν λιτανείαν·
Verse: 21    
ἐλεεῖν δ' ἦν τὴν τοῦ πλήϑους παμμιγῆ πρόπτωσιν τήν τε τοῦ μεγάλως ἀγωνιῶντος ἀρχιερέως προσδοκίαν.
Verse: 22    
οἱ μὲν οὖν ἐπεκαλοῦντο τὸν παγκρατῆ κύριον τὰ πεπιστευμένα τοῖς πεπιστευκόσιν σῶα διαϕυλάσσειν μετὰ πάσης ἀσϕαλείας.
Verse: 23    
δὲ ῾Ηλιόδωρος τὸ διεγνωσμένον ἐπετέλει.
Verse: 24    
αὐτόϑι δὲ αὐτοῦ σὺν τοῖς δορυϕόροις κατὰ τὸ γαζοϕυλάκιον ἤδη παρόντος τῶν πνευμάτων καὶ πάσης ἐξουσίας δυνάστης ἐπιϕάνειαν μεγάλην ἐποίησεν ὥστε πάντας τοὺς κατατολμήσαντας συνελϑεῖν καταπλαγέντας τὴν τοῦ ϑεοῦ δύναμιν εἰς ἔκλυσιν καὶ δειλίαν τραπῆναι·
Verse: 25    
ὤϕϑη γάρ τις ἵππος αὐτοῖς ϕοβερὸν ἔχων τὸν ἐπιβάτην καὶ καλλίστῃ σαγῇ διακεκοσμημένος, ϕερόμενος δὲ ῥύδην ἐνέσεισεν τῷ ῾Ηλιοδώρῳ τὰς ἐμπροσϑίους ὁπλάς· δὲ ἐπικαϑήμενος ἐϕαίνετο χρυσῆν πανοπλίαν ἔχων.
Verse: 26    
ἕτεροι δὲ δύο προσεϕάνησαν αὐτῷ νεανίαι τῇ ῥώμῃ μὲν ἐκπρεπεῖς, κάλλιστοι δὲ τὴν δόξαν, διαπρεπεῖς δὲ τὴν περιβολήν, οἳ καὶ περιστάντες ἐξ ἑκατέρου μέρους ἐμαστίγουν αὐτὸν ἀδιαλείπτως πολλὰς ἐπιρριπτοῦντες αὐτῷ πληγάς.
Verse: 27    
ἄϕνω δὲ πεσόντα πρὸς τὴν γῆν καὶ πολλῷ σκότει περιχυϑέντα συναρπάσαντες καὶ εἰς ϕορεῖον ἐνϑέντες
Verse: 28    
τὸν ἄρτι μετὰ πολλῆς παραδρομῆς καὶ πάσης δορυϕορίας εἰς τὸ προειρημένον εἰσελϑόντα γαζοϕυλάκιον ἔϕερον ἀβοήϑητον ἑαυτῷ καϑεστῶτα ϕανερῶς τὴν τοῦ ϑεοῦ δυναστείαν ἐπεγνωκότες.
Verse: 29    
καὶ μὲν διὰ τὴν ϑείαν ἐνέργειαν ἄϕωνος καὶ πάσης ἐστερημένος ἐλπίδος καὶ σωτηρίας ἔρριπτο,
Verse: 30    
οἱ δὲ τὸν κύριον εὐλόγουν τὸν παραδοξάζοντα τὸν ἑαυτοῦ τόπον, καὶ τὸ μικρῷ πρότερον δέους καὶ ταραχῆς γέμον ἱερὸν τοῦ παντοκράτορος ἐπιϕανέντος κυρίου χαρᾶς καὶ εὐϕροσύνης ἐπεπλήρωτο.
Verse: 31    
ταχὺ δέ τινες τῶν τοῦ ῾Ηλιοδώρου συνήϑων ἠξίουν τὸν Ονιαν ἐπικαλέσασϑαι τὸν ὕψιστον καὶ τὸ ζῆν χαρίσασϑαι τῷ παντελῶς ἐν ἐσχάτῃ πνοῇ κειμένῳ.
Verse: 32    
ὕποπτος δὲ γενόμενος ἀρχιερεὺς μήποτε διάλημψιν βασιλεὺς σχῇ κακουργίαν τινὰ περὶ τὸν ῾Ηλιόδωρον ὑπὸ τῶν Ιουδαίων συντετελέσϑαι προσήγαγεν ϑυσίαν ὑπὲρ τῆς τοῦ ἀνδρὸς σωτηρίας.
Verse: 33    
ποιουμένου δὲ τοῦ ἀρχιερέως τὸν ἱλασμὸν οἱ αὐτοὶ νεανίαι πάλιν ἐϕάνησαν τῷ ῾Ηλιοδώρῳ ἐν ταῖς αὐταῖς ἐσϑήσεσιν ἐστολισμένοι καὶ στάντες εἶπον Πολλὰς Ονια τῷ ἀρχιερεῖ χάριτας ἔχε, διὰ γὰρ αὐτόν σοι κεχάρισται τὸ ζῆν κύριος·
Verse: 34    
σὺ δὲ ἐξ οὐρανοῦ μεμαστιγωμένος διάγγελλε πᾶσι τὸ μεγαλεῖον τοῦ ϑεοῦ κράτος. ταῦτα δὲ εἰπόντες ἀϕανεῖς ἐγένοντο.
Verse: 35    
δὲ ῾Ηλιόδωρος ϑυσίαν ἀνενέγκας τῷ κυρίῳ καὶ εὐχὰς μεγίστας εὐξάμενος τῷ τὸ ζῆν περιποιήσαντι καὶ τὸν Ονιαν ἀποδεξάμενος ἀνεστρατοπέδευσεν πρὸς τὸν βασιλέα.
Verse: 36    
ἐξεμαρτύρει δὲ πᾶσιν ἅπερ ἦν ὑπ' ὄψιν τεϑεαμένος ἔργα τοῦ μεγίστου ϑεοῦ.
Verse: 37    
τοῦ δὲ βασιλέως ἐπερωτήσαντος τὸν ῾Ηλιόδωρον ποῖός τις εἴη ἐπιτήδειος ἔτι ἅπαξ διαπεμϕϑῆναι εἰς Ιεροσόλυμα, ἔϕησεν
Verse: 38    
Εἴ τινα ἔχεις πολέμιον πραγμάτων ἐπίβουλον, πέμψον αὐτὸν ἐκεῖ, καὶ μεμαστιγωμένον αὐτὸν προσδέξῃ, ἐάνπερ καὶ διασωϑῇ, διὰ τὸ περὶ τὸν τόπον ἀληϑῶς εἶναί τινα ϑεοῦ δύναμιν·
Verse: 39    
αὐτὸς γὰρ τὴν κατοικίαν ἐπουράνιον ἔχων ἐπόπτης ἐστὶν καὶ βοηϑὸς ἐκείνου τοῦ τόπου καὶ τοὺς παραγινομένους ἐπὶ κακώσει τύπτων ἀπολλύει.
Verse: 40    
καὶ τὰ μὲν κατὰ ῾Ηλιόδωρον καὶ τὴν τοῦ γαζοϕυλακίου τήρησιν οὕτως ἐχώρησεν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.