TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 533
Previous part

Chapter: 4 
Verse: 1    ῾Ο δὲ προειρημένος Σιμων τῶν χρημάτων καὶ τῆς πατρίδος ἐνδείκτης γεγονὼς ἐκακολόγει τὸν Ονιαν, ὡς αὐτός τε εἴη τὸν ῾Ηλιόδωρον ἐπισεσεικὼς καὶ τῶν κακῶν δημιουργὸς καϑεστηκώς,
Verse: 2    
καὶ τὸν εὐεργέτην τῆς πόλεως καὶ τὸν κηδεμόνα τῶν ὁμοεϑνῶν καὶ ζηλωτὴν τῶν νόμων ἐπίβουλον τῶν πραγμάτων ἐτόλμα λέγειν.
Verse: 3    
τῆς δὲ ἔχϑρας ἐπὶ τοσοῦτον προβαινούσης ὥστε καὶ διά τινος τῶν ὑπὸ τοῦ Σιμωνος δεδοκιμασμένων ϕόνους συντελεῖσϑαι,
Verse: 4    
συνορῶν Ονιας τὸ χαλεπὸν τῆς ϕιλονεικίας καὶ ᾽Απολλώνιον Μενεσϑέως τὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν συναύξοντα τὴν κακίαν τοῦ Σιμωνος,
Verse: 5    
πρὸς τὸν βασιλέα διεκομίσϑη οὐ γινόμενος τῶν πολιτῶν κατήγορος, τὸ δὲ σύμϕορον κοινῇ καὶ κατ' ἰδίαν παντὶ τῷ πλήϑει σκοπῶν·
Verse: 6    
ἑώρα γὰρ ἄνευ βασιλικῆς προνοίας ἀδύνατον εἶναι τυχεῖν εἰρήνης ἔτι τὰ πράγματα καὶ τὸν Σιμωνα παῦλαν οὐ λημψόμενον τῆς ἀνοίας.
Verse: 7    
Μεταλλάξαντος δὲ τὸν βίον Σελεύκου καὶ παραλαβόντος τὴν βασιλείαν ᾽Αντιόχου τοῦ προσαγορευϑέντος ᾽Επιϕανοῦς ὑπενόϑευσεν ᾽Ιάσων ἀδελϕὸς Ονιου τὴν ἀρχιερωσύνην
Verse: 8    
ἐπαγγειλάμενος τῷ βασιλεῖ δι' ἐντεύξεως ἀργυρίου τάλαντα ἑξήκοντα πρὸς τοῖς τριακοσίοις καὶ προσόδου τινὸς ἄλλης τάλαντα ὀγδοήκοντα.
Verse: 9    
πρὸς δὲ τούτοις ὑπισχνεῖτο καὶ ἕτερα διαγράϕειν πεντήκοντα πρὸς τοῖς ἑκατόν, ἐὰν ἐπιχωρηϑῇ διὰ τῆς ἐξουσίας αὐτοῦ γυμνάσιον καὶ ἐϕηβεῖον αὐτῷ συστήσασϑαι καὶ τοὺς ἐν Ιεροσολύμοις ᾽Αντιοχεῖς ἀναγράψαι.
Verse: 10    
ἐπινεύσαντος δὲ τοῦ βασιλέως καὶ τῆς ἀρχῆς κρατήσας εὐϑέως πρὸς τὸν ῾Ελληνικὸν χαρακτῆρα τοὺς ὁμοϕύλους μετέστησε.
Verse: 11    
καὶ τὰ κείμενα τοῖς Ιουδαίοις ϕιλάνϑρωπα βασιλικὰ διὰ Ιωάννου τοῦ πατρὸς Εὐπολέμου τοῦ ποιησαμένου τὴν πρεσβείαν ὑπὲρ ϕιλίας καὶ συμμαχίας πρὸς τοὺς ῾Ρωμαίους παρώσας καὶ τὰς μὲν νομίμους καταλύων πολιτείας παρανόμους ἐϑισμοὺς ἐκαίνιζεν.
Verse: 12    
ἀσμένως γὰρ ὑπ' αὐτὴν τὴν ἀκρόπολιν γυμνάσιον καϑίδρυσεν καὶ τοὺς κρατίστους τῶν ἐϕήβων ὑποτάσσων ὑπὸ πέτασον ἤγαγεν.
Verse: 13    
ἦν δ' οὕτως ἀκμή τις ῾Ελληνισμοῦ καὶ πρόσβασις ἀλλοϕυλισμοῦ διὰ τὴν τοῦ ἀσεβοῦς καὶ οὐκ ἀρχιερέως ᾽Ιάσωνος ὑπερβάλλουσαν ἀναγνείαν
Verse: 14    
ὥστε μηκέτι περὶ τὰς τοῦ ϑυσιαστηρίου λειτουργίας προϑύμους εἶναι τοὺς ἱερεῖς, ἀλλὰ τοῦ μὲν νεὼ καταϕρονοῦντες καὶ τῶν ϑυσιῶν ἀμελοῦντες ἔσπευδον μετέχειν τῆς ἐν παλαίστρῃ παρανόμου χορηγίας μετὰ τὴν τοῦ δίσκου πρόσκλησιν,
Verse: 15    
καὶ τὰς μὲν πατρῴους τιμὰς ἐν οὐδενὶ τιϑέμενοι, τὰς δὲ ῾Ελληνικὰς δόξας καλλίστας ἡγούμενοι.
Verse: 16    
ὧν καὶ χάριν περιέσχεν αὐτοὺς χαλεπὴ περίστασις, καὶ ὧν ἐζήλουν τὰς ἀγωγὰς καὶ καϑ' ἅπαν ἤϑελον ἐξομοιοῦσϑαι, τούτους πολεμίους καὶ τιμωρητὰς ἔσχον·
Verse: 17    
ἀσεβεῖν γὰρ εἰς τοὺς ϑείους νόμους οὐ ῥᾴδιον, ἀλλὰ ταῦτα ἀκόλουϑος καιρὸς δηλώσει.
Verse: 18    
᾽Αγομένου δὲ πενταετηρικοῦ ἀγῶνος ἐν Τύρῳ καὶ τοῦ βασιλέως παρόντος
Verse: 19    
ἀπέστειλεν ᾽Ιάσων μιαρὸς ϑεωροὺς ὡς ἀπὸ Ιεροσολύμων ᾽Αντιοχεῖς ὄντας παρακομίζοντας ἀργυρίου δραχμὰς τριακοσίας εἰς τὴν τοῦ ῾Ηρακλέους ϑυσίαν, ἃς καὶ ἠξίωσαν οἱ παρακομίσαντες μὴ χρῆσϑαι εἰς ϑυσίαν διὰ τὸ μὴ καϑήκειν, εἰς ἑτέραν δὲ καταϑέσϑαι δαπάνην.
Verse: 20    
ἔπεσε μὲν οὖν ταῦτα διὰ μὲν τὸν ἀποστείλαντα εἰς τὴν τοῦ ῾Ηρακλέους ϑυσίαν, ἕνεκεν δὲ τῶν παρακομιζόντων εἰς τὰς τῶν τριηρέων κατασκευάς.
Verse: 21    
᾽Αποσταλέντος δὲ εἰς Αἴγυπτον ᾽Απολλωνίου τοῦ Μενεσϑέως διὰ τὰ πρωτοκλίσια τοῦ Φιλομήτορος βασιλέως μεταλαβὼν ᾽Αντίοχος ἀλλότριον αὐτὸν τῶν αὐτοῦ γεγονέναι πραγμάτων τῆς καϑ' αὑτὸν ἀσϕαλείας ἐϕρόντιζεν· ὅϑεν εἰς Ιοππην παραγενόμενος κατήντησεν εἰς Ιεροσόλυμα.
Verse: 22    
μεγαλομερῶς δὲ ὑπὸ τοῦ ᾽Ιάσωνος καὶ τῆς πόλεως ἀποδεχϑεὶς μετὰ δᾳδουχίας καὶ βοῶν εἰσεδέχϑη, εἶϑ' οὕτως εἰς τὴν Φοινίκην κατεστρατοπέδευσεν.
Verse: 23    
Μετὰ δὲ τριετῆ χρόνον ἀπέστειλεν ᾽Ιάσων Μενέλαον τὸν τοῦ προσημαινομένου Σιμωνος ἀδελϕὸν παρακομίζοντα τὰ χρήματα τῷ βασιλεῖ καὶ περὶ πραγμάτων ἀναγκαίων ὑπομνηματισμοὺς τελέσοντα.
Verse: 24    
δὲ συσταϑεὶς τῷ βασιλεῖ καὶ δοξάσας αὐτὸν τῷ προσώπῳ τῆς ἐξουσίας εἰς ἑαυτὸν κατήντησεν τὴν ἀρχιερωσύνην ὑπερβαλὼν τὸν ᾽Ιάσωνα τάλαντα ἀργυρίου τριακόσια.
Verse: 25    
λαβὼν δὲ τὰς βασιλικὰς ἐντολὰς παρεγένετο τῆς μὲν ἀρχιερωσύνης οὐδὲν ἄξιον ϕέρων, ϑυμοὺς δὲ ὠμοῦ τυράννου καὶ ϑηρὸς βαρβάρου ὀργὰς ἔχων.
Verse: 26    
καὶ μὲν ᾽Ιάσων τὸν ἴδιον ἀδελϕὸν ὑπονοϑεύσας ὑπονοϑευϑεὶς ὑϕ' ἑτέρου ϕυγὰς εἰς τὴν Αμμανῖτιν χώραν συνήλαστο.
Verse: 27    
δὲ Μενέλαος τῆς μὲν ἀρχῆς ἐκράτει, τῶν δὲ ἐπηγγελμένων τῷ βασιλεῖ χρημάτων οὐδὲν εὐτάκτει·
Verse: 28    
ποιουμένου δὲ τὴν ἀπαίτησιν Σωστράτου τοῦ τῆς ἀκροπόλεως ἐπάρχου, πρὸς τοῦτον γὰρ ἦν τῶν διαϕόρων πρᾶξις· δι' ἣν αἰτίαν οἱ δύο ὑπὸ τοῦ βασιλέως προσεκλήϑησαν,
Verse: 29    
καὶ μὲν Μενέλαος ἀπέλιπεν τῆς ἀρχιερωσύνης διάδοχον Λυσίμαχον τὸν ἑαυτοῦ ἀδελϕόν, Σώστρατος δὲ Κράτητα τὸν ἐπὶ τῶν Κυπρίων.
Verse: 30    
Τοιούτων δὲ συνεστηκότων συνέβη Ταρσεῖς καὶ Μαλλώτας στασιάζειν διὰ τὸ ᾽Αντιοχίδι τῇ παλλακῇ τοῦ βασιλέως ἐν δωρεᾷ δεδόσϑαι.
Verse: 31    
ϑᾶττον οὖν βασιλεὺς ἧκεν καταστεῖλαι τὰ πράγματα καταλιπὼν τὸν διαδεχόμενον ᾽Ανδρόνικον τῶν ἐν ἀξιώματι κειμένων.
Verse: 32    
νομίσας δὲ Μενέλαος εἰληϕέναι καιρὸν εὐϕυῆ χρυσώματά τινα τῶν τοῦ ἱεροῦ νοσϕισάμενος ἐχαρίσατο τῷ ᾽Ανδρονίκῳ καὶ ἕτερα ἐτύγχανεν πεπρακὼς εἴς τε Τύρον καὶ τὰς κύκλῳ πόλεις.
Verse: 33    
καὶ σαϕῶς ἐπεγνωκὼς Ονιας ἀπήλεγχεν ἀποκεχωρηκὼς εἰς ἄσυλον τόπον ἐπὶ Δάϕνης τῆς πρὸς ᾽Αντιόχειαν κειμένης.
Verse: 34    
ὅϑεν Μενέλαος λαβὼν ἰδίᾳ τὸν ᾽Ανδρόνικον παρεκάλει χειρώσασϑαι τὸν Ονιαν· δὲ παραγενόμενος ἐπὶ τὸν Ονιαν καὶ πεισϑεὶς ἐπὶ δόλῳ καὶ δεξιασϑεὶς μεϑ' ὅρκων δοὺς δεξιάν, καίπερ ἐν ὑποψίᾳ κείμενος, ἔπεισεν ἐκ τοῦ ἀσύλου προελϑεῖν, ὃν καὶ παραχρῆμα παρέκλεισεν οὐκ αἰδεσϑεὶς τὸ δίκαιον.
Verse: 35    
δι' ἣν αἰτίαν οὐ μόνον Ιουδαῖοι, πολλοὶ δὲ καὶ τῶν ἄλλων ἐϑνῶν ἐδείναζον καὶ ἐδυσϕόρουν ἐπὶ τῷ τοῦ ἀνδρὸς ἀδίκῳ ϕόνῳ.
Verse: 36    
τοῦ δὲ βασιλέως ἐπανελϑόντος ἀπὸ τῶν κατὰ Κιλικίαν τόπων ἐνετύγχανον οἱ κατὰ πόλιν Ιουδαῖοι συμμισοπονηρούντων καὶ τῶν ῾Ελλήνων ὑπὲρ τοῦ παρὰ λόγον τὸν Ονιαν ἀπεκτονῆσϑαι.
Verse: 37    
ψυχικῶς οὖν ᾽Αντίοχος ἐπιλυπηϑεὶς καὶ τραπεὶς ἐπὶ ἔλεος καὶ δακρύσας διὰ τὴν τοῦ μετηλλαχότος σωϕροσύνην καὶ πολλὴν εὐταξίαν
Verse: 38    
καὶ πυρωϑεὶς τοῖς ϑυμοῖς παραχρῆμα τὴν τοῦ ᾽Ανδρονίκου πορϕύραν περιελόμενος καὶ τοὺς χιτῶνας περιρρήξας περιαγαγὼν καϑ' ὅλην τὴν πόλιν ἐπ' αὐτὸν τὸν τόπον, οὗπερ τὸν Ονιαν ἠσέβησεν, ἐκεῖ τὸν μιαιϕόνον ἀπεκόσμησεν τοῦ κυρίου τὴν ἀξίαν αὐτῷ κόλασιν ἀποδόντος.
Verse: 39    
Γενομένων δὲ πολλῶν ἱεροσυλημάτων κατὰ τὴν πόλιν ὑπὸ τοῦ Λυσιμάχου μετὰ τῆς τοῦ Μενελάου γνώμης καὶ διαδοϑείσης ἔξω τῆς ϕήμης ἐπισυνήχϑη τὸ πλῆϑος ἐπὶ τὸν Λυσίμαχον χρυσωμάτων ἤδη πολλῶν διενηνεγμένων.
Verse: 40    
ἐπεγειρομένων δὲ τῶν ὄχλων καὶ ταῖς ὀργαῖς διεμπιπλαμένων καϑοπλίσας Λυσίμαχος πρὸς τρισχιλίους κατήρξατο χειρῶν ἀδίκων προηγησαμένου τινὸς Αυρανου προβεβηκότος τὴν ἡλικίαν, οὐδὲν δὲ ἧττον καὶ τὴν ἄνοιαν·
Verse: 41    
συνιδόντες δὲ καὶ τὴν ἐπίϑεσιν τοῦ Λυσιμάχου συναρπάσαντες οἱ μὲν πέτρους, οἱ δὲ ξύλων πάχη, τινὲς δὲ ἐκ τῆς παρακειμένης σποδοῦ δρασσόμενοι ϕύρδην ἐνετίνασσον εἰς τοὺς περὶ τὸν Λυσίμαχον·
Verse: 42    
δι' ἣν αἰτίαν πολλοὺς μὲν αὐτῶν τραυματίας ἐποίησαν, τινὰς δὲ καὶ κατέβαλον, πάντας δὲ εἰς ϕυγὴν συνήλασαν, αὐτὸν δὲ τὸν ἱερόσυλον παρὰ τὸ γαζοϕυλάκιον ἐχειρώσαντο.
Verse: 43    
περὶ δὲ τούτων ἐνέστη κρίσις πρὸς τὸν Μενέλαον.
Verse: 44    
καταντήσαντος δὲ τοῦ βασιλέως εἰς Τύρον ἐπ' αὐτοῦ τὴν δικαιολογίαν ἐποιήσαντο οἱ πεμϕϑέντες τρεῖς ἄνδρες ὑπὸ τῆς γερουσίας.
Verse: 45    
ἤδη δὲ λελειμμένος Μενέλαος ἐπηγγείλατο χρήματα ἱκανὰ τῷ Πτολεμαίῳ Δορυμένους πρὸς τὸ πεῖσαι τὸν βασιλέα.
Verse: 46    
ὅϑεν ἀπολαβὼν Πτολεμαῖος εἴς τι περίστυλον ὡς ἀναψύξοντα τὸν βασιλέα μετέϑηκεν,
Verse: 47    
καὶ τὸν μὲν τῆς ὅλης κακίας αἴτιον Μενέλαον ἀπέλυσεν τῶν κατηγορημένων, τοῖς δὲ ταλαιπώροις, οἵτινες, εἰ καὶ ἐπὶ Σκυϑῶν ἔλεγον, ἀπελύϑησαν ἀκατάγνωστοι, τούτοις ϑάνατον ἐπέκρινεν.
Verse: 48    
ταχέως οὖν τὴν ἄδικον ζημίαν ὑπέσχον οἱ περὶ πόλεως καὶ δήμων καὶ τῶν ἱερῶν σκευῶν προηγορήσαντες.
Verse: 49    
δι' ἣν αἰτίαν καὶ Τύριοι μισοπονηρήσαντες τὰ πρὸς τὴν κηδείαν αὐτῶν μεγαλοπρεπῶς ἐχορήγησαν.
Verse: 50    
δὲ Μενέλαος διὰ τὰς τῶν κρατούντων πλεονεξίας ἔμενεν ἐπὶ τῇ ἀρχῇ ἐπιϕυόμενος τῇ κακίᾳ μέγας τῶν πολιτῶν ἐπίβουλος καϑεστώς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.