TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 533
Chapter: 4
Verse: 1
῾Ο
δὲ
προειρημένος
Σιμων
ὁ
τῶν
χρημάτων
καὶ
τῆς
πατρίδος
ἐνδείκτης
γεγονὼς
ἐκακολόγει
τὸν
Ονιαν
,
ὡς
αὐτός
τε
εἴη
τὸν
῾Ηλιόδωρον
ἐπισεσεικὼς
καὶ
τῶν
κακῶν
δημιουργὸς
καϑεστηκώς
,
Verse: 2
καὶ
τὸν
εὐεργέτην
τῆς
πόλεως
καὶ
τὸν
κηδεμόνα
τῶν
ὁμοεϑνῶν
καὶ
ζηλωτὴν
τῶν
νόμων
ἐπίβουλον
τῶν
πραγμάτων
ἐτόλμα
λέγειν
.
Verse: 3
τῆς
δὲ
ἔχϑρας
ἐπὶ
τοσοῦτον
προβαινούσης
ὥστε
καὶ
διά
τινος
τῶν
ὑπὸ
τοῦ
Σιμωνος
δεδοκιμασμένων
ϕόνους
συντελεῖσϑαι
,
Verse: 4
συνορῶν
ὁ
Ονιας
τὸ
χαλεπὸν
τῆς
ϕιλονεικίας
καὶ
᾽Απολλώνιον
Μενεσϑέως
τὸν
Κοίλης
Συρίας
καὶ
Φοινίκης
στρατηγὸν
συναύξοντα
τὴν
κακίαν
τοῦ
Σιμωνος
,
Verse: 5
πρὸς
τὸν
βασιλέα
διεκομίσϑη
οὐ
γινόμενος
τῶν
πολιτῶν
κατήγορος
,
τὸ
δὲ
σύμϕορον
κοινῇ
καὶ
κατ
'
ἰδίαν
παντὶ
τῷ
πλήϑει
σκοπῶν
·
Verse: 6
ἑώρα
γὰρ
ἄνευ
βασιλικῆς
προνοίας
ἀδύνατον
εἶναι
τυχεῖν
εἰρήνης
ἔτι
τὰ
πράγματα
καὶ
τὸν
Σιμωνα
παῦλαν
οὐ
λημψόμενον
τῆς
ἀνοίας
.
Verse: 7
Μεταλλάξαντος
δὲ
τὸν
βίον
Σελεύκου
καὶ
παραλαβόντος
τὴν
βασιλείαν
᾽Αντιόχου
τοῦ
προσαγορευϑέντος
᾽Επιϕανοῦς
ὑπενόϑευσεν
᾽Ιάσων
ὁ
ἀδελϕὸς
Ονιου
τὴν
ἀρχιερωσύνην
Verse: 8
ἐπαγγειλάμενος
τῷ
βασιλεῖ
δι
'
ἐντεύξεως
ἀργυρίου
τάλαντα
ἑξήκοντα
πρὸς
τοῖς
τριακοσίοις
καὶ
προσόδου
τινὸς
ἄλλης
τάλαντα
ὀγδοήκοντα
.
Verse: 9
πρὸς
δὲ
τούτοις
ὑπισχνεῖτο
καὶ
ἕτερα
διαγράϕειν
πεντήκοντα
πρὸς
τοῖς
ἑκατόν
,
ἐὰν
ἐπιχωρηϑῇ
διὰ
τῆς
ἐξουσίας
αὐτοῦ
γυμνάσιον
καὶ
ἐϕηβεῖον
αὐτῷ
συστήσασϑαι
καὶ
τοὺς
ἐν
Ιεροσολύμοις
᾽Αντιοχεῖς
ἀναγράψαι
.
Verse: 10
ἐπινεύσαντος
δὲ
τοῦ
βασιλέως
καὶ
τῆς
ἀρχῆς
κρατήσας
εὐϑέως
πρὸς
τὸν
῾Ελληνικὸν
χαρακτῆρα
τοὺς
ὁμοϕύλους
μετέστησε
.
Verse: 11
καὶ
τὰ
κείμενα
τοῖς
Ιουδαίοις
ϕιλάνϑρωπα
βασιλικὰ
διὰ
Ιωάννου
τοῦ
πατρὸς
Εὐπολέμου
τοῦ
ποιησαμένου
τὴν
πρεσβείαν
ὑπὲρ
ϕιλίας
καὶ
συμμαχίας
πρὸς
τοὺς
῾Ρωμαίους
παρώσας
καὶ
τὰς
μὲν
νομίμους
καταλύων
πολιτείας
παρανόμους
ἐϑισμοὺς
ἐκαίνιζεν
.
Verse: 12
ἀσμένως
γὰρ
ὑπ
'
αὐτὴν
τὴν
ἀκρόπολιν
γυμνάσιον
καϑίδρυσεν
καὶ
τοὺς
κρατίστους
τῶν
ἐϕήβων
ὑποτάσσων
ὑπὸ
πέτασον
ἤγαγεν
.
Verse: 13
ἦν
δ
'
οὕτως
ἀκμή
τις
῾Ελληνισμοῦ
καὶ
πρόσβασις
ἀλλοϕυλισμοῦ
διὰ
τὴν
τοῦ
ἀσεβοῦς
καὶ
οὐκ
ἀρχιερέως
᾽Ιάσωνος
ὑπερβάλλουσαν
ἀναγνείαν
Verse: 14
ὥστε
μηκέτι
περὶ
τὰς
τοῦ
ϑυσιαστηρίου
λειτουργίας
προϑύμους
εἶναι
τοὺς
ἱερεῖς
,
ἀλλὰ
τοῦ
μὲν
νεὼ
καταϕρονοῦντες
καὶ
τῶν
ϑυσιῶν
ἀμελοῦντες
ἔσπευδον
μετέχειν
τῆς
ἐν
παλαίστρῃ
παρανόμου
χορηγίας
μετὰ
τὴν
τοῦ
δίσκου
πρόσκλησιν
,
Verse: 15
καὶ
τὰς
μὲν
πατρῴους
τιμὰς
ἐν
οὐδενὶ
τιϑέμενοι
,
τὰς
δὲ
῾Ελληνικὰς
δόξας
καλλίστας
ἡγούμενοι
.
Verse: 16
ὧν
καὶ
χάριν
περιέσχεν
αὐτοὺς
χαλεπὴ
περίστασις
,
καὶ
ὧν
ἐζήλουν
τὰς
ἀγωγὰς
καὶ
καϑ
'
ἅπαν
ἤϑελον
ἐξομοιοῦσϑαι
,
τούτους
πολεμίους
καὶ
τιμωρητὰς
ἔσχον
·
Verse: 17
ἀσεβεῖν
γὰρ
εἰς
τοὺς
ϑείους
νόμους
οὐ
ῥᾴδιον
,
ἀλλὰ
ταῦτα
ὁ
ἀκόλουϑος
καιρὸς
δηλώσει
.
Verse: 18
᾽Αγομένου
δὲ
πενταετηρικοῦ
ἀγῶνος
ἐν
Τύρῳ
καὶ
τοῦ
βασιλέως
παρόντος
Verse: 19
ἀπέστειλεν
᾽Ιάσων
ὁ
μιαρὸς
ϑεωροὺς
ὡς
ἀπὸ
Ιεροσολύμων
᾽Αντιοχεῖς
ὄντας
παρακομίζοντας
ἀργυρίου
δραχμὰς
τριακοσίας
εἰς
τὴν
τοῦ
῾Ηρακλέους
ϑυσίαν
,
ἃς
καὶ
ἠξίωσαν
οἱ
παρακομίσαντες
μὴ
χρῆσϑαι
εἰς
ϑυσίαν
διὰ
τὸ
μὴ
καϑήκειν
,
εἰς
ἑτέραν
δὲ
καταϑέσϑαι
δαπάνην
.
Verse: 20
ἔπεσε
μὲν
οὖν
ταῦτα
διὰ
μὲν
τὸν
ἀποστείλαντα
εἰς
τὴν
τοῦ
῾Ηρακλέους
ϑυσίαν
,
ἕνεκεν
δὲ
τῶν
παρακομιζόντων
εἰς
τὰς
τῶν
τριηρέων
κατασκευάς
.
Verse: 21
᾽Αποσταλέντος
δὲ
εἰς
Αἴγυπτον
᾽Απολλωνίου
τοῦ
Μενεσϑέως
διὰ
τὰ
πρωτοκλίσια
τοῦ
Φιλομήτορος
βασιλέως
μεταλαβὼν
᾽Αντίοχος
ἀλλότριον
αὐτὸν
τῶν
αὐτοῦ
γεγονέναι
πραγμάτων
τῆς
καϑ
'
αὑτὸν
ἀσϕαλείας
ἐϕρόντιζεν
·
ὅϑεν
εἰς
Ιοππην
παραγενόμενος
κατήντησεν
εἰς
Ιεροσόλυμα
.
Verse: 22
μεγαλομερῶς
δὲ
ὑπὸ
τοῦ
᾽Ιάσωνος
καὶ
τῆς
πόλεως
ἀποδεχϑεὶς
μετὰ
δᾳδουχίας
καὶ
βοῶν
εἰσεδέχϑη
,
εἶϑ
'
οὕτως
εἰς
τὴν
Φοινίκην
κατεστρατοπέδευσεν
.
Verse: 23
Μετὰ
δὲ
τριετῆ
χρόνον
ἀπέστειλεν
᾽Ιάσων
Μενέλαον
τὸν
τοῦ
προσημαινομένου
Σιμωνος
ἀδελϕὸν
παρακομίζοντα
τὰ
χρήματα
τῷ
βασιλεῖ
καὶ
περὶ
πραγμάτων
ἀναγκαίων
ὑπομνηματισμοὺς
τελέσοντα
.
Verse: 24
ὁ
δὲ
συσταϑεὶς
τῷ
βασιλεῖ
καὶ
δοξάσας
αὐτὸν
τῷ
προσώπῳ
τῆς
ἐξουσίας
εἰς
ἑαυτὸν
κατήντησεν
τὴν
ἀρχιερωσύνην
ὑπερβαλὼν
τὸν
᾽Ιάσωνα
τάλαντα
ἀργυρίου
τριακόσια
.
Verse: 25
λαβὼν
δὲ
τὰς
βασιλικὰς
ἐντολὰς
παρεγένετο
τῆς
μὲν
ἀρχιερωσύνης
οὐδὲν
ἄξιον
ϕέρων
,
ϑυμοὺς
δὲ
ὠμοῦ
τυράννου
καὶ
ϑηρὸς
βαρβάρου
ὀργὰς
ἔχων
.
Verse: 26
καὶ
ὁ
μὲν
᾽Ιάσων
ὁ
τὸν
ἴδιον
ἀδελϕὸν
ὑπονοϑεύσας
ὑπονοϑευϑεὶς
ὑϕ
'
ἑτέρου
ϕυγὰς
εἰς
τὴν
Αμμανῖτιν
χώραν
συνήλαστο
.
Verse: 27
ὁ
δὲ
Μενέλαος
τῆς
μὲν
ἀρχῆς
ἐκράτει
,
τῶν
δὲ
ἐπηγγελμένων
τῷ
βασιλεῖ
χρημάτων
οὐδὲν
εὐτάκτει
·
Verse: 28
ποιουμένου
δὲ
τὴν
ἀπαίτησιν
Σωστράτου
τοῦ
τῆς
ἀκροπόλεως
ἐπάρχου
,
πρὸς
τοῦτον
γὰρ
ἦν
ἡ
τῶν
διαϕόρων
πρᾶξις
·
δι
'
ἣν
αἰτίαν
οἱ
δύο
ὑπὸ
τοῦ
βασιλέως
προσεκλήϑησαν
,
Verse: 29
καὶ
ὁ
μὲν
Μενέλαος
ἀπέλιπεν
τῆς
ἀρχιερωσύνης
διάδοχον
Λυσίμαχον
τὸν
ἑαυτοῦ
ἀδελϕόν
,
Σώστρατος
δὲ
Κράτητα
τὸν
ἐπὶ
τῶν
Κυπρίων
.
Verse: 30
Τοιούτων
δὲ
συνεστηκότων
συνέβη
Ταρσεῖς
καὶ
Μαλλώτας
στασιάζειν
διὰ
τὸ
᾽Αντιοχίδι
τῇ
παλλακῇ
τοῦ
βασιλέως
ἐν
δωρεᾷ
δεδόσϑαι
.
Verse: 31
ϑᾶττον
οὖν
ὁ
βασιλεὺς
ἧκεν
καταστεῖλαι
τὰ
πράγματα
καταλιπὼν
τὸν
διαδεχόμενον
᾽Ανδρόνικον
τῶν
ἐν
ἀξιώματι
κειμένων
.
Verse: 32
νομίσας
δὲ
ὁ
Μενέλαος
εἰληϕέναι
καιρὸν
εὐϕυῆ
χρυσώματά
τινα
τῶν
τοῦ
ἱεροῦ
νοσϕισάμενος
ἐχαρίσατο
τῷ
᾽Ανδρονίκῳ
καὶ
ἕτερα
ἐτύγχανεν
πεπρακὼς
εἴς
τε
Τύρον
καὶ
τὰς
κύκλῳ
πόλεις
.
Verse: 33
ἃ
καὶ
σαϕῶς
ἐπεγνωκὼς
ὁ
Ονιας
ἀπήλεγχεν
ἀποκεχωρηκὼς
εἰς
ἄσυλον
τόπον
ἐπὶ
Δάϕνης
τῆς
πρὸς
᾽Αντιόχειαν
κειμένης
.
Verse: 34
ὅϑεν
ὁ
Μενέλαος
λαβὼν
ἰδίᾳ
τὸν
᾽Ανδρόνικον
παρεκάλει
χειρώσασϑαι
τὸν
Ονιαν
·
ὁ
δὲ
παραγενόμενος
ἐπὶ
τὸν
Ονιαν
καὶ
πεισϑεὶς
ἐπὶ
δόλῳ
καὶ
δεξιασϑεὶς
μεϑ
'
ὅρκων
δοὺς
δεξιάν
,
καίπερ
ἐν
ὑποψίᾳ
κείμενος
,
ἔπεισεν
ἐκ
τοῦ
ἀσύλου
προελϑεῖν
,
ὃν
καὶ
παραχρῆμα
παρέκλεισεν
οὐκ
αἰδεσϑεὶς
τὸ
δίκαιον
.
Verse: 35
δι
'
ἣν
αἰτίαν
οὐ
μόνον
Ιουδαῖοι
,
πολλοὶ
δὲ
καὶ
τῶν
ἄλλων
ἐϑνῶν
ἐδείναζον
καὶ
ἐδυσϕόρουν
ἐπὶ
τῷ
τοῦ
ἀνδρὸς
ἀδίκῳ
ϕόνῳ
.
Verse: 36
τοῦ
δὲ
βασιλέως
ἐπανελϑόντος
ἀπὸ
τῶν
κατὰ
Κιλικίαν
τόπων
ἐνετύγχανον
οἱ
κατὰ
πόλιν
Ιουδαῖοι
συμμισοπονηρούντων
καὶ
τῶν
῾Ελλήνων
ὑπὲρ
τοῦ
παρὰ
λόγον
τὸν
Ονιαν
ἀπεκτονῆσϑαι
.
Verse: 37
ψυχικῶς
οὖν
ὁ
᾽Αντίοχος
ἐπιλυπηϑεὶς
καὶ
τραπεὶς
ἐπὶ
ἔλεος
καὶ
δακρύσας
διὰ
τὴν
τοῦ
μετηλλαχότος
σωϕροσύνην
καὶ
πολλὴν
εὐταξίαν
Verse: 38
καὶ
πυρωϑεὶς
τοῖς
ϑυμοῖς
παραχρῆμα
τὴν
τοῦ
᾽Ανδρονίκου
πορϕύραν
περιελόμενος
καὶ
τοὺς
χιτῶνας
περιρρήξας
περιαγαγὼν
καϑ
'
ὅλην
τὴν
πόλιν
ἐπ
'
αὐτὸν
τὸν
τόπον
,
οὗπερ
τὸν
Ονιαν
ἠσέβησεν
,
ἐκεῖ
τὸν
μιαιϕόνον
ἀπεκόσμησεν
τοῦ
κυρίου
τὴν
ἀξίαν
αὐτῷ
κόλασιν
ἀποδόντος
.
Verse: 39
Γενομένων
δὲ
πολλῶν
ἱεροσυλημάτων
κατὰ
τὴν
πόλιν
ὑπὸ
τοῦ
Λυσιμάχου
μετὰ
τῆς
τοῦ
Μενελάου
γνώμης
καὶ
διαδοϑείσης
ἔξω
τῆς
ϕήμης
ἐπισυνήχϑη
τὸ
πλῆϑος
ἐπὶ
τὸν
Λυσίμαχον
χρυσωμάτων
ἤδη
πολλῶν
διενηνεγμένων
.
Verse: 40
ἐπεγειρομένων
δὲ
τῶν
ὄχλων
καὶ
ταῖς
ὀργαῖς
διεμπιπλαμένων
καϑοπλίσας
ὁ
Λυσίμαχος
πρὸς
τρισχιλίους
κατήρξατο
χειρῶν
ἀδίκων
προηγησαμένου
τινὸς
Αυρανου
προβεβηκότος
τὴν
ἡλικίαν
,
οὐδὲν
δὲ
ἧττον
καὶ
τὴν
ἄνοιαν
·
Verse: 41
συνιδόντες
δὲ
καὶ
τὴν
ἐπίϑεσιν
τοῦ
Λυσιμάχου
συναρπάσαντες
οἱ
μὲν
πέτρους
,
οἱ
δὲ
ξύλων
πάχη
,
τινὲς
δὲ
ἐκ
τῆς
παρακειμένης
σποδοῦ
δρασσόμενοι
ϕύρδην
ἐνετίνασσον
εἰς
τοὺς
περὶ
τὸν
Λυσίμαχον
·
Verse: 42
δι
'
ἣν
αἰτίαν
πολλοὺς
μὲν
αὐτῶν
τραυματίας
ἐποίησαν
,
τινὰς
δὲ
καὶ
κατέβαλον
,
πάντας
δὲ
εἰς
ϕυγὴν
συνήλασαν
,
αὐτὸν
δὲ
τὸν
ἱερόσυλον
παρὰ
τὸ
γαζοϕυλάκιον
ἐχειρώσαντο
.
Verse: 43
περὶ
δὲ
τούτων
ἐνέστη
κρίσις
πρὸς
τὸν
Μενέλαον
.
Verse: 44
καταντήσαντος
δὲ
τοῦ
βασιλέως
εἰς
Τύρον
ἐπ
'
αὐτοῦ
τὴν
δικαιολογίαν
ἐποιήσαντο
οἱ
πεμϕϑέντες
τρεῖς
ἄνδρες
ὑπὸ
τῆς
γερουσίας
.
Verse: 45
ἤδη
δὲ
λελειμμένος
ὁ
Μενέλαος
ἐπηγγείλατο
χρήματα
ἱκανὰ
τῷ
Πτολεμαίῳ
Δορυμένους
πρὸς
τὸ
πεῖσαι
τὸν
βασιλέα
.
Verse: 46
ὅϑεν
ἀπολαβὼν
ὁ
Πτολεμαῖος
εἴς
τι
περίστυλον
ὡς
ἀναψύξοντα
τὸν
βασιλέα
μετέϑηκεν
,
Verse: 47
καὶ
τὸν
μὲν
τῆς
ὅλης
κακίας
αἴτιον
Μενέλαον
ἀπέλυσεν
τῶν
κατηγορημένων
,
τοῖς
δὲ
ταλαιπώροις
,
οἵτινες
,
εἰ
καὶ
ἐπὶ
Σκυϑῶν
ἔλεγον
,
ἀπελύϑησαν
ἀκατάγνωστοι
,
τούτοις
ϑάνατον
ἐπέκρινεν
.
Verse: 48
ταχέως
οὖν
τὴν
ἄδικον
ζημίαν
ὑπέσχον
οἱ
περὶ
πόλεως
καὶ
δήμων
καὶ
τῶν
ἱερῶν
σκευῶν
προηγορήσαντες
.
Verse: 49
δι
'
ἣν
αἰτίαν
καὶ
Τύριοι
μισοπονηρήσαντες
τὰ
πρὸς
τὴν
κηδείαν
αὐτῶν
μεγαλοπρεπῶς
ἐχορήγησαν
.
Verse: 50
ὁ
δὲ
Μενέλαος
διὰ
τὰς
τῶν
κρατούντων
πλεονεξίας
ἔμενεν
ἐπὶ
τῇ
ἀρχῇ
ἐπιϕυόμενος
τῇ
κακίᾳ
μέγας
τῶν
πολιτῶν
ἐπίβουλος
καϑεστώς
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.