TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 534
Previous part

Chapter: 5 
Verse: 1    Περὶ δὲ τὸν καιρὸν τοῦτον τὴν δευτέραν ἔϕοδον ᾽Αντίοχος εἰς Αἴγυπτον ἐστείλατο.
Verse: 2    
συνέβη δὲ καϑ' ὅλην τὴν πόλιν σχεδὸν ἐϕ' ἡμέρας τεσσαράκοντα ϕαίνεσϑαι διὰ τῶν ἀέρων τρέχοντας ἱππεῖς διαχρύσους στολὰς ἔχοντας καὶ λόγχας σπειρηδὸν ἐξωπλισμένους καὶ μαχαιρῶν σπασμοὺς
Verse: 3    
καὶ ἴλας ἵππων διατεταγμένας καὶ προσβολὰς γινομένας καὶ καταδρομὰς ἑκατέρων καὶ ἀσπίδων κινήσεις καὶ καμάκων πλήϑη καὶ βελῶν βολὰς καὶ χρυσέων κόσμων ἐκλάμψεις καὶ παντοίους ϑωρακισμούς.
Verse: 4    
διὸ πάντες ἠξίουν ἐπ' ἀγαϑῷ τὴν ἐπιϕάνειαν γεγενῆσϑαι.
Verse: 5    
γενομένης δὲ λαλιᾶς ψευδοῦς ὡς μετηλλαχότος ᾽Αντιόχου τὸν βίον παραλαβὼν ᾽Ιάσων οὐκ ἐλάττους τῶν χιλίων αἰϕνιδίως ἐπὶ τὴν πόλιν συνετελέσατο ἐπίϑεσιν· τῶν δὲ ἐπὶ τῷ τείχει συνελασϑέντων καὶ τέλος ἤδη καταλαμβανομένης τῆς πόλεως Μενέλαος εἰς τὴν ἀκρόπολιν ἐϕυγάδευσεν.
Verse: 6    
δὲ ᾽Ιάσων ἐποιεῖτο σϕαγὰς τῶν πολιτῶν τῶν ἰδίων ἀϕειδῶς οὐ συννοῶν τὴν εἰς τοὺς συγγενεῖς εὐημερίαν δυσημερίαν εἶναι τὴν μεγίστην, δοκῶν δὲ πολεμίων καὶ οὐχ ὁμοεϑνῶν τρόπαια καταβάλλεσϑαι.
Verse: 7    
τῆς μὲν ἀρχῆς οὐκ ἐκράτησεν, τὸ δὲ τέλος τῆς ἐπιβουλῆς αἰσχύνην λαβὼν ϕυγὰς πάλιν εἰς τὴν Αμμανῖτιν ἀπῆλϑεν.
Verse: 8    
πέρας οὖν κακῆς καταστροϕῆς ἔτυχεν. ἐγκληϑεὶς πρὸς ᾽Αρέταν τὸν τῶν ᾽Αράβων τύραννον πόλιν ἐκ πόλεως ϕεύγων διωκόμενος ὑπὸ πάντων στυγούμενος ὡς τῶν νόμων ἀποστάτης καὶ βδελυσσόμενος ὡς πατρίδος καὶ πολιτῶν δήμιος εἰς Αἴγυπτον ἐξεβράσϑη,
Verse: 9    
καὶ συχνοὺς τῆς πατρίδος ἀποξενώσας ἐπὶ ξένης ἀπώλετο πρὸς Λακεδαιμονίους ἀναχϑεὶς ὡς διὰ τὴν συγγένειαν τευξόμενος σκέπης.
Verse: 10    
καὶ πλῆϑος ἀτάϕων ἐκρίψας ἀπένϑητος ἐγενήϑη καὶ κηδείας οὐδ' ἡστινοσοῦν οὔτε πατρῴου τάϕου μετέσχεν.
Verse: 11    
Προσπεσόντων δὲ τῷ βασιλεῖ περὶ τῶν γεγονότων διέλαβεν ἀποστατεῖν τὴν Ιουδαίαν· ὅϑεν ἀναζεύξας ἐξ Αἰγύπτου τεϑηριωμένος τῇ ψυχῇ ἔλαβεν τὴν μὲν πόλιν δοριάλωτον
Verse: 12    
καὶ ἐκέλευσεν τοῖς στρατιώταις κόπτειν ἀϕειδῶς τοὺς ἐμπίπτοντας καὶ τοὺς εἰς τὰς οἰκίας ἀναβαίνοντας κατασϕάζειν.
Verse: 13    
ἐγίνετο δὲ νέων καὶ πρεσβυτέρων ἀναίρεσις, ἀνήβων τε καὶ γυναικῶν καὶ τέκνων ἀϕανισμός, παρϑένων τε καὶ νηπίων σϕαγαί.
Verse: 14    
ὀκτὼ δὲ μυριάδες ἐν ταῖς πάσαις ἡμέραις τρισὶν κατεϕϑάρησαν, τέσσαρες μὲν ἐν χειρῶν νομαῖς, οὐχ ἧττον δὲ τῶν ἐσϕαγμένων ἐπράϑησαν.
Verse: 15    
οὐκ ἀρκεσϑεὶς δὲ τούτοις κατετόλμησεν εἰς τὸ πάσης τῆς γῆς ἁγιώτατον ἱερὸν εἰσελϑεῖν ὁδηγὸν ἔχων τὸν Μενέλαον τὸν καὶ τῶν νόμων καὶ τῆς πατρίδος προδότην γεγονότα
Verse: 16    
καὶ ταῖς μιαραῖς χερσὶν τὰ ἱερὰ σκεύη λαμβάνων καὶ τὰ ὑπ' ἄλλων βασιλέων ἀνατεϑέντα πρὸς αὔξησιν καὶ δόξαν τοῦ τόπου καὶ τιμὴν ταῖς βεβήλοις χερσὶν συσσύρων.
Verse: 17    
καὶ ἐμετεωρίζετο τὴν διάνοιαν ᾽Αντίοχος οὐ συνορῶν ὅτι διὰ τὰς ἁμαρτίας τῶν τὴν πόλιν οἰκούντων ἀπώργισται βραχέως δεσπότης, διὸ γέγονεν περὶ τὸν τόπον παρόρασις.
Verse: 18    
εἰ δὲ μὴ συνέβη προσενέχεσϑαι πολλοῖς ἁμαρτήμασιν, καϑάπερ ἦν ῾Ηλιόδωρος πεμϕϑεὶς ὑπὸ Σελεύκου τοῦ βασιλέως ἐπὶ τὴν ἐπίσκεψιν τοῦ γαζοϕυλακίου, οὗτος προαχϑεὶς παραχρῆμα μαστιγωϑεὶς ἀνετράπη τοῦ ϑράσους.
Verse: 19    
ἀλλ' οὐ διὰ τὸν τόπον τὸ ἔϑνος, ἀλλὰ διὰ τὸ ἔϑνος τὸν τόπον κύριος ἐξελέξατο.
Verse: 20    
διόπερ καὶ αὐτὸς τόπος συμμετασχὼν τῶν τοῦ ἔϑνους δυσπετημάτων γενομένων ὕστερον εὐεργετημάτων ἐκοινώνησεν, καὶ καταλειϕϑεὶς ἐν τῇ τοῦ παντοκράτορος ὀργῇ πάλιν ἐν τῇ τοῦ μεγάλου δεσπότου καταλλαγῇ μετὰ πάσης δόξης ἐπανωρϑώϑη.
Verse: 21    
῾Ο γοῦν ᾽Αντίοχος ὀκτακόσια πρὸς τοῖς χιλίοις ἀπενεγκάμενος ἐκ τοῦ ἱεροῦ τάλαντα ϑᾶττον εἰς τὴν ᾽Αντιόχειαν ἐχωρίσϑη οἰόμενος ἀπὸ τῆς ὑπερηϕανίας τὴν μὲν γῆν πλωτὴν καὶ τὸ πέλαγος πορευτὸν ϑέσϑαι διὰ τὸν μετεωρισμὸν τῆς καρδίας.
Verse: 22    
κατέλιπεν δὲ καὶ ἐπιστάτας τοῦ κακοῦν τὸ γένος, ἐν μὲν Ιεροσολύμοις Φίλιππον, τὸ μὲν γένος Φρύγα, τὸν δὲ τρόπον βαρβαρώτερον ἔχοντα τοῦ καταστήσαντος,
Verse: 23    
ἐν δὲ Γαριζιν ᾽Ανδρόνικον, πρὸς δὲ τούτοις Μενέλαον, ὃς χείριστα τῶν ἄλλων ὑπερῄρετο τοῖς πολίταις, ἀπεχϑῆ δὲ πρὸς τοὺς πολίτας Ιουδαίους ἔχων διάϑεσιν.
Verse: 24    
ἔπεμψεν δὲ τὸν Μυσάρχην ᾽Απολλώνιον μετὰ στρατεύματος, δισμυρίους δὲ πρὸς τοῖς δισχιλίοις, προστάξας τοὺς ἐν ἡλικίᾳ πάντας κατασϕάξαι, τὰς δὲ γυναῖκας καὶ τοὺς νεωτέρους πωλεῖν.
Verse: 25    
οὗτος δὲ παραγενόμενος εἰς Ιεροσόλυμα καὶ τὸν εἰρηνικὸν ὑποκριϑεὶς ἐπέσχεν ἕως τῆς ἁγίας ἡμέρας τοῦ σαββάτου καὶ λαβὼν ἀργοῦντας τοὺς Ιουδαίους τοῖς ὑϕ' ἑαυτὸν ἐξοπλησίαν παρήγγειλεν
Verse: 26    
καὶ τοὺς ἐξελϑόντας πάντας ἐπὶ τὴν ϑεωρίαν συνεξεκέντησεν καὶ εἰς τὴν πόλιν σὺν τοῖς ὅπλοις εἰσδραμὼν ἱκανὰ κατέστρωσεν πλήϑη.
Verse: 27    
Ιουδας δὲ καὶ Μακκαβαῖος δέκατός που γενηϑεὶς καὶ ἀναχωρήσας εἰς τὴν ἔρημον ϑηρίων τρόπον ἐν τοῖς ὄρεσιν διέζη σὺν τοῖς μετ' αὐτοῦ, καὶ τὴν χορτώδη τροϕὴν σιτούμενοι διετέλουν πρὸς τὸ μὴ μετασχεῖν τοῦ μολυσμοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.