TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 534
Chapter: 5
Verse: 1
Περὶ
δὲ
τὸν
καιρὸν
τοῦτον
τὴν
δευτέραν
ἔϕοδον
ὁ
᾽Αντίοχος
εἰς
Αἴγυπτον
ἐστείλατο
.
Verse: 2
συνέβη
δὲ
καϑ
'
ὅλην
τὴν
πόλιν
σχεδὸν
ἐϕ
'
ἡμέρας
τεσσαράκοντα
ϕαίνεσϑαι
διὰ
τῶν
ἀέρων
τρέχοντας
ἱππεῖς
διαχρύσους
στολὰς
ἔχοντας
καὶ
λόγχας
σπειρηδὸν
ἐξωπλισμένους
καὶ
μαχαιρῶν
σπασμοὺς
Verse: 3
καὶ
ἴλας
ἵππων
διατεταγμένας
καὶ
προσβολὰς
γινομένας
καὶ
καταδρομὰς
ἑκατέρων
καὶ
ἀσπίδων
κινήσεις
καὶ
καμάκων
πλήϑη
καὶ
βελῶν
βολὰς
καὶ
χρυσέων
κόσμων
ἐκλάμψεις
καὶ
παντοίους
ϑωρακισμούς
.
Verse: 4
διὸ
πάντες
ἠξίουν
ἐπ
'
ἀγαϑῷ
τὴν
ἐπιϕάνειαν
γεγενῆσϑαι
.
Verse: 5
γενομένης
δὲ
λαλιᾶς
ψευδοῦς
ὡς
μετηλλαχότος
᾽Αντιόχου
τὸν
βίον
παραλαβὼν
ὁ
᾽Ιάσων
οὐκ
ἐλάττους
τῶν
χιλίων
αἰϕνιδίως
ἐπὶ
τὴν
πόλιν
συνετελέσατο
ἐπίϑεσιν
·
τῶν
δὲ
ἐπὶ
τῷ
τείχει
συνελασϑέντων
καὶ
τέλος
ἤδη
καταλαμβανομένης
τῆς
πόλεως
ὁ
Μενέλαος
εἰς
τὴν
ἀκρόπολιν
ἐϕυγάδευσεν
.
Verse: 6
ὁ
δὲ
᾽Ιάσων
ἐποιεῖτο
σϕαγὰς
τῶν
πολιτῶν
τῶν
ἰδίων
ἀϕειδῶς
οὐ
συννοῶν
τὴν
εἰς
τοὺς
συγγενεῖς
εὐημερίαν
δυσημερίαν
εἶναι
τὴν
μεγίστην
,
δοκῶν
δὲ
πολεμίων
καὶ
οὐχ
ὁμοεϑνῶν
τρόπαια
καταβάλλεσϑαι
.
Verse: 7
τῆς
μὲν
ἀρχῆς
οὐκ
ἐκράτησεν
,
τὸ
δὲ
τέλος
τῆς
ἐπιβουλῆς
αἰσχύνην
λαβὼν
ϕυγὰς
πάλιν
εἰς
τὴν
Αμμανῖτιν
ἀπῆλϑεν
.
Verse: 8
πέρας
οὖν
κακῆς
καταστροϕῆς
ἔτυχεν
.
ἐγκληϑεὶς
πρὸς
᾽Αρέταν
τὸν
τῶν
᾽Αράβων
τύραννον
πόλιν
ἐκ
πόλεως
ϕεύγων
διωκόμενος
ὑπὸ
πάντων
στυγούμενος
ὡς
τῶν
νόμων
ἀποστάτης
καὶ
βδελυσσόμενος
ὡς
πατρίδος
καὶ
πολιτῶν
δήμιος
εἰς
Αἴγυπτον
ἐξεβράσϑη
,
Verse: 9
καὶ
ὁ
συχνοὺς
τῆς
πατρίδος
ἀποξενώσας
ἐπὶ
ξένης
ἀπώλετο
πρὸς
Λακεδαιμονίους
ἀναχϑεὶς
ὡς
διὰ
τὴν
συγγένειαν
τευξόμενος
σκέπης
.
Verse: 10
καὶ
ὁ
πλῆϑος
ἀτάϕων
ἐκρίψας
ἀπένϑητος
ἐγενήϑη
καὶ
κηδείας
οὐδ
'
ἡστινοσοῦν
οὔτε
πατρῴου
τάϕου
μετέσχεν
.
Verse: 11
Προσπεσόντων
δὲ
τῷ
βασιλεῖ
περὶ
τῶν
γεγονότων
διέλαβεν
ἀποστατεῖν
τὴν
Ιουδαίαν
·
ὅϑεν
ἀναζεύξας
ἐξ
Αἰγύπτου
τεϑηριωμένος
τῇ
ψυχῇ
ἔλαβεν
τὴν
μὲν
πόλιν
δοριάλωτον
Verse: 12
καὶ
ἐκέλευσεν
τοῖς
στρατιώταις
κόπτειν
ἀϕειδῶς
τοὺς
ἐμπίπτοντας
καὶ
τοὺς
εἰς
τὰς
οἰκίας
ἀναβαίνοντας
κατασϕάζειν
.
Verse: 13
ἐγίνετο
δὲ
νέων
καὶ
πρεσβυτέρων
ἀναίρεσις
,
ἀνήβων
τε
καὶ
γυναικῶν
καὶ
τέκνων
ἀϕανισμός
,
παρϑένων
τε
καὶ
νηπίων
σϕαγαί
.
Verse: 14
ὀκτὼ
δὲ
μυριάδες
ἐν
ταῖς
πάσαις
ἡμέραις
τρισὶν
κατεϕϑάρησαν
,
τέσσαρες
μὲν
ἐν
χειρῶν
νομαῖς
,
οὐχ
ἧττον
δὲ
τῶν
ἐσϕαγμένων
ἐπράϑησαν
.
Verse: 15
οὐκ
ἀρκεσϑεὶς
δὲ
τούτοις
κατετόλμησεν
εἰς
τὸ
πάσης
τῆς
γῆς
ἁγιώτατον
ἱερὸν
εἰσελϑεῖν
ὁδηγὸν
ἔχων
τὸν
Μενέλαον
τὸν
καὶ
τῶν
νόμων
καὶ
τῆς
πατρίδος
προδότην
γεγονότα
Verse: 16
καὶ
ταῖς
μιαραῖς
χερσὶν
τὰ
ἱερὰ
σκεύη
λαμβάνων
καὶ
τὰ
ὑπ
'
ἄλλων
βασιλέων
ἀνατεϑέντα
πρὸς
αὔξησιν
καὶ
δόξαν
τοῦ
τόπου
καὶ
τιμὴν
ταῖς
βεβήλοις
χερσὶν
συσσύρων
.
Verse: 17
καὶ
ἐμετεωρίζετο
τὴν
διάνοιαν
ὁ
᾽Αντίοχος
οὐ
συνορῶν
ὅτι
διὰ
τὰς
ἁμαρτίας
τῶν
τὴν
πόλιν
οἰκούντων
ἀπώργισται
βραχέως
ὁ
δεσπότης
,
διὸ
γέγονεν
περὶ
τὸν
τόπον
παρόρασις
.
Verse: 18
εἰ
δὲ
μὴ
συνέβη
προσενέχεσϑαι
πολλοῖς
ἁμαρτήμασιν
,
καϑάπερ
ἦν
ὁ
῾Ηλιόδωρος
ὁ
πεμϕϑεὶς
ὑπὸ
Σελεύκου
τοῦ
βασιλέως
ἐπὶ
τὴν
ἐπίσκεψιν
τοῦ
γαζοϕυλακίου
,
οὗτος
προαχϑεὶς
παραχρῆμα
μαστιγωϑεὶς
ἀνετράπη
τοῦ
ϑράσους
.
Verse: 19
ἀλλ
'
οὐ
διὰ
τὸν
τόπον
τὸ
ἔϑνος
,
ἀλλὰ
διὰ
τὸ
ἔϑνος
τὸν
τόπον
ὁ
κύριος
ἐξελέξατο
.
Verse: 20
διόπερ
καὶ
αὐτὸς
ὁ
τόπος
συμμετασχὼν
τῶν
τοῦ
ἔϑνους
δυσπετημάτων
γενομένων
ὕστερον
εὐεργετημάτων
ἐκοινώνησεν
,
καὶ
ὁ
καταλειϕϑεὶς
ἐν
τῇ
τοῦ
παντοκράτορος
ὀργῇ
πάλιν
ἐν
τῇ
τοῦ
μεγάλου
δεσπότου
καταλλαγῇ
μετὰ
πάσης
δόξης
ἐπανωρϑώϑη
.
Verse: 21
῾Ο
γοῦν
᾽Αντίοχος
ὀκτακόσια
πρὸς
τοῖς
χιλίοις
ἀπενεγκάμενος
ἐκ
τοῦ
ἱεροῦ
τάλαντα
ϑᾶττον
εἰς
τὴν
᾽Αντιόχειαν
ἐχωρίσϑη
οἰόμενος
ἀπὸ
τῆς
ὑπερηϕανίας
τὴν
μὲν
γῆν
πλωτὴν
καὶ
τὸ
πέλαγος
πορευτὸν
ϑέσϑαι
διὰ
τὸν
μετεωρισμὸν
τῆς
καρδίας
.
Verse: 22
κατέλιπεν
δὲ
καὶ
ἐπιστάτας
τοῦ
κακοῦν
τὸ
γένος
,
ἐν
μὲν
Ιεροσολύμοις
Φίλιππον
,
τὸ
μὲν
γένος
Φρύγα
,
τὸν
δὲ
τρόπον
βαρβαρώτερον
ἔχοντα
τοῦ
καταστήσαντος
,
Verse: 23
ἐν
δὲ
Γαριζιν
᾽Ανδρόνικον
,
πρὸς
δὲ
τούτοις
Μενέλαον
,
ὃς
χείριστα
τῶν
ἄλλων
ὑπερῄρετο
τοῖς
πολίταις
,
ἀπεχϑῆ
δὲ
πρὸς
τοὺς
πολίτας
Ιουδαίους
ἔχων
διάϑεσιν
.
Verse: 24
ἔπεμψεν
δὲ
τὸν
Μυσάρχην
᾽Απολλώνιον
μετὰ
στρατεύματος
,
δισμυρίους
δὲ
πρὸς
τοῖς
δισχιλίοις
,
προστάξας
τοὺς
ἐν
ἡλικίᾳ
πάντας
κατασϕάξαι
,
τὰς
δὲ
γυναῖκας
καὶ
τοὺς
νεωτέρους
πωλεῖν
.
Verse: 25
οὗτος
δὲ
παραγενόμενος
εἰς
Ιεροσόλυμα
καὶ
τὸν
εἰρηνικὸν
ὑποκριϑεὶς
ἐπέσχεν
ἕως
τῆς
ἁγίας
ἡμέρας
τοῦ
σαββάτου
καὶ
λαβὼν
ἀργοῦντας
τοὺς
Ιουδαίους
τοῖς
ὑϕ
'
ἑαυτὸν
ἐξοπλησίαν
παρήγγειλεν
Verse: 26
καὶ
τοὺς
ἐξελϑόντας
πάντας
ἐπὶ
τὴν
ϑεωρίαν
συνεξεκέντησεν
καὶ
εἰς
τὴν
πόλιν
σὺν
τοῖς
ὅπλοις
εἰσδραμὼν
ἱκανὰ
κατέστρωσεν
πλήϑη
.
Verse: 27
Ιουδας
δὲ
ὁ
καὶ
Μακκαβαῖος
δέκατός
που
γενηϑεὶς
καὶ
ἀναχωρήσας
εἰς
τὴν
ἔρημον
ϑηρίων
τρόπον
ἐν
τοῖς
ὄρεσιν
διέζη
σὺν
τοῖς
μετ
'
αὐτοῦ
,
καὶ
τὴν
χορτώδη
τροϕὴν
σιτούμενοι
διετέλουν
πρὸς
τὸ
μὴ
μετασχεῖν
τοῦ
μολυσμοῦ
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.