TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 535
Previous part

Chapter: 6 
Verse: 1    Μετ' οὐ πολὺν δὲ χρόνον ἐξαπέστειλεν βασιλεὺς γέροντα ᾽Αϑηναῖον ἀναγκάζειν τοὺς Ιουδαίους μεταβαίνειν ἀπὸ τῶν πατρίων νόμων καὶ τοῖς τοῦ ϑεοῦ νόμοις μὴ πολιτεύεσϑαι,
Verse: 2    
μολῦναι δὲ καὶ τὸν ἐν Ιεροσολύμοις νεὼ καὶ προσονομάσαι Διὸς ᾽Ολυμπίου καὶ τὸν ἐν Γαριζιν, καϑὼς ἐτύγχανον οἱ τὸν τόπον οἰκοῦντες, Διὸς Ξενίου.
Verse: 3    
χαλεπὴ δὲ καὶ τοῖς ὅλοις ἦν δυσχερὴς ἐπίτασις τῆς κακίας.
Verse: 4    
τὸ μὲν γὰρ ἱερὸν ἀσωτίας καὶ κώμων ὑπὸ τῶν ἐϑνῶν ἐπεπληροῦτο ῥᾳϑυμούντων μεϑ' ἑταιρῶν καὶ ἐν τοῖς ἱεροῖς περιβόλοις γυναιξὶ πλησιαζόντων, ἔτι δὲ τὰ μὴ καϑήκοντα ἔνδον εἰσϕερόντων.
Verse: 5    
τὸ δὲ ϑυσιαστήριον τοῖς ἀποδιεσταλμένοις ἀπὸ τῶν νόμων ἀϑεμίτοις ἐπεπλήρωτο.
Verse: 6    
ἦν δ' οὔτε σαββατίζειν οὔτε πατρῴους ἑορτὰς διαϕυλάττειν οὔτε ἁπλῶς Ιουδαῖον ὁμολογεῖν εἶναι,
Verse: 7    
ἤγοντο δὲ μετὰ πικρᾶς ἀνάγκης εἰς τὴν κατὰ μῆνα τοῦ βασιλέως γενέϑλιον ἡμέραν ἐπὶ σπλαγχνισμόν, γενομένης δὲ Διονυσίων ἑορτῆς ἠναγκάζοντο κισσοὺς ἔχοντες πομπεύειν τῷ Διονύσῳ.
Verse: 8    
ψήϕισμα δὲ ἐξέπεσεν εἰς τὰς ἀστυγείτονας ῾Ελληνίδας πόλεις Πτολεμαίου ὑποϑεμένου τὴν αὐτὴν ἀγωγὴν κατὰ τῶν Ιουδαίων ἄγειν καὶ σπλαγχνίζειν,
Verse: 9    
τοὺς δὲ μὴ προαιρουμένους μεταβαίνειν ἐπὶ τὰ ῾Ελληνικὰ κατασϕάζειν. παρῆν οὖν ὁρᾶν τὴν ἐνεστῶσαν ταλαιπωρίαν.
Verse: 10    
δύο γὰρ γυναῖκες ἀνήχϑησαν περιτετμηκυῖαι τὰ τέκνα· τούτων δὲ ἐκ τῶν μαστῶν κρεμάσαντες τὰ βρέϕη καὶ δημοσίᾳ περιαγαγόντες αὐτὰς τὴν πόλιν κατὰ τοῦ τείχους ἐκρήμνισαν.
Verse: 11    
ἕτεροι δὲ πλησίον συνδραμόντες εἰς τὰ σπήλαια λεληϑότως ἄγειν τὴν ἑβδομάδα μηνυϑέντες τῷ Φιλίππῳ συνεϕλογίσϑησαν διὰ τὸ εὐλαβῶς ἔχειν βοηϑῆσαι ἑαυτοῖς κατὰ τὴν δόξαν τῆς σεμνοτάτης ἡμέρας.
Verse: 12    
Παρακαλῶ οὖν τοὺς ἐντυγχάνοντας τῇδε τῇ βίβλῳ μὴ συστέλλεσϑαι διὰ τὰς συμϕοράς, λογίζεσϑαι δὲ τὰς τιμωρίας μὴ πρὸς ὄλεϑρον, ἀλλὰ πρὸς παιδείαν τοῦ γένους ἡμῶν εἶναι·
Verse: 13    
καὶ γὰρ τὸ μὴ πολὺν χρόνον ἐᾶσϑαι τοὺς δυσσεβοῦντας, ἀλλ' εὐϑέως περιπίπτειν ἐπιτίμοις, μεγάλης εὐεργεσίας σημεῖόν ἐστιν.
Verse: 14    
οὐ γὰρ καϑάπερ καὶ ἐπὶ τῶν ἄλλων ἐϑνῶν ἀναμένει μακροϑυμῶν δεσπότης μέχρι τοῦ καταντήσαντας αὐτοὺς πρὸς ἐκπλήρωσιν ἁμαρτιῶν κολάσαι, οὕτως καὶ ἐϕ' ἡμῶν ἔκρινεν εἶναι,
Verse: 15    
ἵνα μὴ πρὸς τέλος ἀϕικομένων ἡμῶν τῶν ἁμαρτιῶν ὕστερον ἡμᾶς ἐκδικᾷ.
Verse: 16    
διόπερ οὐδέποτε μὲν τὸν ἔλεον ἀϕ' ἡμῶν ἀϕίστησιν, παιδεύων δὲ μετὰ συμϕορᾶς οὐκ ἐγκαταλείπει τὸν ἑαυτοῦ λαόν.
Verse: 17    
πλὴν ἕως ὑπομνήσεως ταῦϑ' ἡμῖν εἰρήσϑω· δι' ὀλίγων δ' ἐλευστέον ἐπὶ τὴν διήγησιν.
Verse: 18    
Ελεάζαρός τις τῶν πρωτευόντων γραμματέων, ἀνὴρ ἤδη προβεβηκὼς τὴν ἡλικίαν καὶ τὴν πρόσοψιν τοῦ προσώπου κάλλιστος, ἀναχανὼν ἠναγκάζετο ϕαγεῖν ὕειον κρέας.
Verse: 19    
δὲ τὸν μετ' εὐκλείας ϑάνατον μᾶλλον τὸν μετὰ μύσους βίον ἀναδεξάμενος, αὐϑαιρέτως ἐπὶ τὸ τύμπανον προσῆγεν,
Verse: 20    
προπτύσας δὲ καϑ' ὃν ἔδει τρόπον προσέρχεσϑαι τοὺς ὑπομένοντας ἀμύνασϑαι ὧν οὐ ϑέμις γεύσασϑαι διὰ τὴν πρὸς τὸ ζῆν ϕιλοστοργίαν.
Verse: 21    
οἱ δὲ πρὸς τῷ παρανόμῳ σπλαγχνισμῷ τεταγμένοι διὰ τὴν ἐκ τῶν παλαιῶν χρόνων πρὸς τὸν ἄνδρα γνῶσιν ἀπολαβόντες αὐτὸν κατ' ἰδίαν παρεκάλουν ἐνέγκαντα κρέα, οἷς καϑῆκον αὐτῷ χρᾶσϑαι, δι' αὐτοῦ παρασκευασϑέντα, ὑποκριϑῆναι δὲ ὡς ἐσϑίοντα τὰ ὑπὸ τοῦ βασιλέως προστεταγμένα τῶν ἀπὸ τῆς ϑυσίας κρεῶν,
Verse: 22    
ἵνα τοῦτο πράξας ἀπολυϑῇ τοῦ ϑανάτου καὶ διὰ τὴν ἀρχαίαν πρὸς αὐτοὺς ϕιλίαν τύχῃ ϕιλανϑρωπίας.
Verse: 23    
δὲ λογισμὸν ἀστεῖον ἀναλαβὼν καὶ ἄξιον τῆς ἡλικίας καὶ τῆς τοῦ γήρως ὑπεροχῆς καὶ τῆς ἐπικτήτου καὶ ἐπιϕανοῦς πολιᾶς καὶ τῆς ἐκ παιδὸς καλλίστης ἀναστροϕῆς, μᾶλλον δὲ τῆς ἁγίας καὶ ϑεοκτίστου νομοϑεσίας ἀκολούϑως ἀπεϕήνατο ταχέως λέγων προπέμπειν εἰς τὸν ᾅδην.
Verse: 24    
Οὐ γὰρ τῆς ἡμετέρας ἡλικίας ἄξιόν ἐστιν ὑποκριϑῆναι, ἵνα πολλοὶ τῶν νέων ὑπολαβόντες Ελεαζαρον τὸν ἐνενηκονταετῆ μεταβεβηκέναι εἰς ἀλλοϕυλισμὸν
Verse: 25    
καὶ αὐτοὶ διὰ τὴν ἐμὴν ὑπόκρισιν καὶ διὰ τὸ μικρὸν καὶ ἀκαριαῖον ζῆν πλανηϑῶσιν δι' ἐμέ, καὶ μύσος καὶ κηλῖδα τοῦ γήρως κατακτήσωμαι.
Verse: 26    
εἰ γὰρ καὶ ἐπὶ τοῦ παρόντος ἐξελοῦμαι τὴν ἐξ ἀνϑρώπων τιμωρίαν, ἀλλὰ τὰς τοῦ παντοκράτορος χεῖρας οὔτε ζῶν οὔτε ἀποϑανὼν ἐκϕεύξομαι.
Verse: 27    
διόπερ ἀνδρείως μὲν νῦν διαλλάξας τὸν βίον τοῦ μὲν γήρως ἄξιος ϕανήσομαι,
Verse: 28    
τοῖς δὲ νέοις ὑπόδειγμα γενναῖον καταλελοιπὼς εἰς τὸ προϑύμως καὶ γενναίως ὑπὲρ τῶν σεμνῶν καὶ ἁγίων νόμων ἀπευϑανατίζειν. τοσαῦτα δὲ εἰπὼν ἐπὶ τὸ τύμπανον εὐϑέως ἦλϑεν.
Verse: 29    
τῶν δὲ ἀγόντων πρὸς αὐτὸν τὴν μικρῷ πρότερον εὐμένειαν εἰς δυσμένειαν μεταβαλόντων διὰ τὸ τοὺς προειρημένους λόγους, ὡς αὐτοὶ διελάμβανον, ἀπόνοιαν εἶναι,
Verse: 30    
μέλλων δὲ ταῖς πληγαῖς τελευτᾶν ἀναστενάξας εἶπεν Τῷ κυρίῳ τῷ τὴν ἁγίαν γνῶσιν ἔχοντι ϕανερόν ἐστιν ὅτι δυνάμενος ἀπολυϑῆναι τοῦ ϑανάτου σκληρὰς ὑποϕέρω κατὰ τὸ σῶμα ἀλγηδόνας μαστιγούμενος, κατὰ ψυχὴν δὲ ἡδέως διὰ τὸν αὐτοῦ ϕόβον ταῦτα πάσχω.
Verse: 31    
καὶ οὗτος οὖν τοῦτον τὸν τρόπον μετήλλαξεν οὐ μόνον τοῖς νέοις, ἀλλὰ καὶ τοῖς πλείστοις τοῦ ἔϑνους τὸν ἑαυτοῦ ϑάνατον ὑπόδειγμα γενναιότητος καὶ μνημόσυνον ἀρετῆς καταλιπών.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.