TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 536
Previous part

Chapter: 7 
Verse: 1    Συνέβη δὲ καὶ ἑπτὰ ἀδελϕοὺς μετὰ τῆς μητρὸς συλλημϕϑέντας ἀναγκάζεσϑαι ὑπὸ τοῦ βασιλέως ἀπὸ τῶν ἀϑεμίτων ὑείων κρεῶν ἐϕάπτεσϑαι μάστιξιν καὶ νευραῖς αἰκιζομένους.
Verse: 2    
εἷς δὲ αὐτῶν γενόμενος προήγορος οὕτως ἔϕη Τί μέλλεις ἐρωτᾶν καὶ μανϑάνειν ἡμῶν; ἕτοιμοι γὰρ ἀποϑνῄσκειν ἐσμὲν παραβαίνειν τοὺς πατρίους νόμους.
Verse: 3    
ἔκϑυμος δὲ γενόμενος βασιλεὺς προσέταξεν τήγανα καὶ λέβητας ἐκπυροῦν.
Verse: 4    
τῶν δὲ παραχρῆμα ἐκπυρωϑέντων τὸν γενόμενον αὐτῶν προήγορον προσέταξεν γλωσσοτομεῖν καὶ περισκυϑίσαντας ἀκρωτηριάζειν τῶν λοιπῶν ἀδελϕῶν καὶ τῆς μητρὸς συνορώντων.
Verse: 5    
ἄχρηστον δὲ αὐτὸν τοῖς ὅλοις γενόμενον ἐκέλευσεν τῇ πυρᾷ προσάγειν ἔμπνουν καὶ τηγανίζειν. τῆς δὲ ἀτμίδος ἐϕ' ἱκανὸν διαδιδούσης τοῦ τηγάνου ἀλλήλους παρεκάλουν σὺν τῇ μητρὶ γενναίως τελευτᾶν λέγοντες οὕτως
Verse: 6    
῾Ο κύριος ϑεὸς ἐϕορᾷ καὶ ταῖς ἀληϑείαις ἐϕ' ἡμῖν παρακαλεῖται, καϑάπερ διὰ τῆς κατὰ πρόσωπον ἀντιμαρτυρούσης ᾠδῆς διεσάϕησεν Μωυσῆς λέγων Καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληϑήσεται.
Verse: 7    
Μεταλλάξαντος δὲ τοῦ πρώτου τὸν τρόπον τοῦτον τὸν δεύτερον ἦγον ἐπὶ τὸν ἐμπαιγμὸν καὶ τὸ τῆς κεϕαλῆς δέρμα σὺν ταῖς ϑριξὶν περισύραντες ἐπηρώτων Εἰ ϕάγεσαι πρὸ τοῦ τιμωρηϑῆναι τὸ σῶμα κατὰ μέλος;
Verse: 8    
δὲ ἀποκριϑεὶς τῇ πατρίῳ ϕωνῇ προσεῖπεν Οὐχί. διόπερ καὶ οὗτος τὴν ἑξῆς ἔλαβεν βάσανον ὡς πρῶτος.
Verse: 9    
ἐν ἐσχάτῃ δὲ πνοῇ γενόμενος εἶπεν Σὺ μέν, ἀλάστωρ, ἐκ τοῦ παρόντος ἡμᾶς ζῆν ἀπολύεις, δὲ τοῦ κόσμου βασιλεὺς ἀποϑανόντας ἡμᾶς ὑπὲρ τῶν αὐτοῦ νόμων εἰς αἰώνιον ἀναβίωσιν ζωῆς ἡμᾶς ἀναστήσει.
Verse: 10    
Μετὰ δὲ τοῦτον τρίτος ἐνεπαίζετο καὶ τὴν γλῶσσαν αἰτηϑεὶς ταχέως προέβαλεν καὶ τὰς χεῖρας εὐϑαρσῶς προέτεινεν
Verse: 11    
καὶ γενναίως εἶπεν ᾽Εξ οὐρανοῦ ταῦτα κέκτημαι καὶ διὰ τοὺς αὐτοῦ νόμους ὑπερορῶ ταῦτα καὶ παρ' αὐτοῦ ταῦτα πάλιν ἐλπίζω κομίσασϑαι·
Verse: 12    
ὥστε αὐτὸν τὸν βασιλέα καὶ τοὺς σὺν αὐτῷ ἐκπλήσσεσϑαι τὴν τοῦ νεανίσκου ψυχήν, ὡς ἐν οὐδενὶ τὰς ἀλγηδόνας ἐτίϑετο.
Verse: 13    
Καὶ τούτου δὲ μεταλλάξαντος τὸν τέταρτον ὡσαύτως ἐβασάνιζον αἰκιζόμενοι.
Verse: 14    
καὶ γενόμενος πρὸς τὸ τελευτᾶν οὕτως ἔϕη Αἱρετὸν μεταλλάσσοντας ὑπ' ἀνϑρώπων τὰς ὑπὸ τοῦ ϑεοῦ προσδοκᾶν ἐλπίδας πάλιν ἀναστήσεσϑαι ὑπ' αὐτοῦ· σοὶ μὲν γὰρ ἀνάστασις εἰς ζωὴν οὐκ ἔσται.
Verse: 15    
᾽Εχομένως δὲ τὸν πέμπτον προσάγοντες ᾐκίζοντο.
Verse: 16    
δὲ πρὸς αὐτὸν ἰδὼν εἶπεν ᾽Εξουσίαν ἐν ἀνϑρώποις ἔχων ϕϑαρτὸς ὢν ϑέλεις ποιεῖς· μὴ δόκει δὲ τὸ γένος ἡμῶν ὑπὸ τοῦ ϑεοῦ καταλελεῖϕϑαι·
Verse: 17    
σὺ δὲ καρτέρει καὶ ϑεώρει τὸ μεγαλεῖον αὐτοῦ κράτος, ὡς σὲ καὶ τὸ σπέρμα σου βασανιεῖ.
Verse: 18    
Μετὰ δὲ τοῦτον ἦγον τὸν ἕκτον, καὶ μέλλων ἀποϑνῄσκειν ἔϕη Μὴ πλανῶ μάτην, ἡμεῖς γὰρ δι' ἑαυτοὺς ταῦτα πάσχομεν ἁμαρτόντες εἰς τὸν ἑαυτῶν ϑεόν, ἄξια ϑαυμασμοῦ γέγονεν·
Verse: 19    
σὺ δὲ μὴ νομίσῃς ἀϑῷος ἔσεσϑαι ϑεομαχεῖν ἐπιχειρήσας.
Verse: 20    
῾Υπεραγόντως δὲ μήτηρ ϑαυμαστὴ καὶ μνήμης ἀγαϑῆς ἀξία, ἥτις ἀπολλυμένους υἱοὺς ἑπτὰ συνορῶσα μιᾶς ὑπὸ καιρὸν ἡμέρας εὐψύχως ἔϕερεν διὰ τὰς ἐπὶ κύριον ἐλπίδας.
Verse: 21    
ἕκαστον δὲ αὐτῶν παρεκάλει τῇ πατρίῳ ϕωνῇ γενναίῳ πεπληρωμένη ϕρονήματι καὶ τὸν ϑῆλυν λογισμὸν ἄρσενι ϑυμῷ διεγείρασα λέγουσα πρὸς αὐτούς
Verse: 22    
Οὐκ οἶδ' ὅπως εἰς τὴν ἐμὴν ἐϕάνητε κοιλίαν, οὐδὲ ἐγὼ τὸ πνεῦμα καὶ τὴν ζωὴν ὑμῖν ἐχαρισάμην, καὶ τὴν ἑκάστου στοιχείωσιν οὐκ ἐγὼ διερρύϑμισα·
Verse: 23    
τοιγαροῦν τοῦ κόσμου κτίστης πλάσας ἀνϑρώπου γένεσιν καὶ πάντων ἐξευρὼν γένεσιν καὶ τὸ πνεῦμα καὶ τὴν ζωὴν ὑμῖν πάλιν ἀποδίδωσιν μετ' ἐλέους, ὡς νῦν ὑπερορᾶτε ἑαυτοὺς διὰ τοὺς αὐτοῦ νόμους.
Verse: 24    
῾Ο δὲ ᾽Αντίοχος οἰόμενος καταϕρονεῖσϑαι καὶ τὴν ὀνειδίζουσαν ὑϕορώμενος ϕωνὴν ἔτι τοῦ νεωτέρου περιόντος οὐ μόνον διὰ λόγων ἐποιεῖτο τὴν παράκλησιν, ἀλλὰ καὶ δι' ὅρκων ἐπίστου ἅμα πλουτιεῖν καὶ μακαριστὸν ποιήσειν μεταϑέμενον ἀπὸ τῶν πατρίων καὶ ϕίλον ἕξειν καὶ χρείας ἐμπιστεύσειν.
Verse: 25    
τοῦ δὲ νεανίου μηδαμῶς προσέχοντος προσκαλεσάμενος βασιλεὺς τὴν μητέρα παρῄνει γενέσϑαι τοῦ μειρακίου σύμβουλον ἐπὶ σωτηρίᾳ.
Verse: 26    
πολλὰ δὲ αὐτοῦ παραινέσαντος ἐπεδέξατο πείσειν τὸν υἱόν·
Verse: 27    
προσκύψασα δὲ αὐτῷ χλευάσασα τὸν ὠμὸν τύραννον οὕτως ἔϕησεν τῇ πατρίῳ ϕωνῇ Υἱέ, ἐλέησόν με τὴν ἐν γαστρὶ περιενέγκασάν σε μῆνας ἐννέα καὶ ϑηλάσασάν σε ἔτη τρία καὶ ἐκϑρέψασάν σε καὶ ἀγαγοῦσαν εἰς τὴν ἡλικίαν ταύτην καὶ τροϕοϕορήσασαν.
Verse: 28    
ἀξιῶ σε, τέκνον, ἀναβλέψαντα εἰς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτοῖς πάντα ἰδόντα γνῶναι ὅτι οὐκ ἐξ ὄντων ἐποίησεν αὐτὰ ϑεός, καὶ τὸ τῶν ἀνϑρώπων γένος οὕτω γίνεται.
Verse: 29    
μὴ ϕοβηϑῇς τὸν δήμιον τοῦτον, ἀλλὰ τῶν ἀδελϕῶν ἄξιος γενόμενος ἐπίδεξαι τὸν ϑάνατον, ἵνα ἐν τῷ ἐλέει σὺν τοῖς ἀδελϕοῖς σου κομίσωμαί σε.
Verse: 30    
῎Ετι δὲ ταύτης καταληγούσης νεανίας εἶπεν Τίνα μένετε; οὐχ ὑπακούω τοῦ προστάγματος τοῦ βασιλέως, τοῦ δὲ προστάγματος ἀκούω τοῦ νόμου τοῦ δοϑέντος τοῖς πατράσιν ἡμῶν διὰ Μωυσέως.
Verse: 31    
σὺ δὲ πάσης κακίας εὑρετὴς γενόμενος εἰς τοὺς Εβραίους οὐ μὴ διαϕύγῃς τὰς χεῖρας τοῦ ϑεοῦ.
Verse: 32    
ἡμεῖς γὰρ διὰ τὰς ἑαυτῶν ἁμαρτίας πάσχομεν.
Verse: 33    
εἰ δὲ χάριν ἐπιπλήξεως καὶ παιδείας ζῶν κύριος ἡμῶν βραχέως ἐπώργισται, καὶ πάλιν καταλλαγήσεται τοῖς ἑαυτοῦ δούλοις.
Verse: 34    
σὺ δέ, ἀνόσιε καὶ πάντων ἀνϑρώπων μιαρώτατε, μὴ μάτην μετεωρίζου ϕρυαττόμενος ἀδήλοις ἐλπίσιν ἐπὶ τοὺς οὐρανίους παῖδας ἐπαιρόμενος χεῖρα·
Verse: 35    
οὔπω γὰρ τὴν τοῦ παντοκράτορος ἐπόπτου ϑεοῦ κρίσιν ἐκπέϕευγας.
Verse: 36    
οἱ μὲν γὰρ νῦν ἡμέτεροι ἀδελϕοὶ βραχὺν ὑπενέγκαντες πόνον ἀενάου ζωῆς ὑπὸ διαϑήκην ϑεοῦ πεπτώκασιν· σὺ δὲ τῇ τοῦ ϑεοῦ κρίσει δίκαια τὰ πρόστιμα τῆς ὑπερηϕανίας ἀποίσῃ.
Verse: 37    
ἐγὼ δέ, καϑάπερ οἱ ἀδελϕοί, καὶ σῶμα καὶ ψυχὴν προδίδωμι περὶ τῶν πατρίων νόμων ἐπικαλούμενος τὸν ϑεὸν ἵλεως ταχὺ τῷ ἔϑνει γενέσϑαι καὶ σὲ μετὰ ἐτασμῶν καὶ μαστίγων ἐξομολογήσασϑαι διότι μόνος αὐτὸς ϑεός ἐστιν,
Verse: 38    
ἐν ἐμοὶ δὲ καὶ τοῖς ἀδελϕοῖς μου στῆσαι τὴν τοῦ παντοκράτορος ὀργὴν τὴν ἐπὶ τὸ σύμπαν ἡμῶν γένος δικαίως ἐπηγμένην.
Verse: 39    
῎Εκϑυμος δὲ γενόμενος βασιλεὺς τούτῳ παρὰ τοὺς ἄλλους χειρίστως ἀπήντησεν πικρῶς ϕέρων ἐπὶ τῷ μυκτηρισμῷ.
Verse: 40    
καὶ οὗτος οὖν καϑαρὸς μετήλλαξεν παντελῶς ἐπὶ τῷ κυρίῳ πεποιϑώς.
Verse: 41    
᾽Εσχάτη δὲ τῶν υἱῶν μήτηρ ἐτελεύτησεν.
Verse: 42    
Τὰ μὲν οὖν περὶ τοὺς σπλαγχνισμοὺς καὶ τὰς ὑπερβαλλούσας αἰκίας ἐπὶ τοσοῦτον δεδηλώσϑω.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.