TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 537
Previous part

Chapter: 8 
Verse: 1    Ιουδας δὲ καὶ Μακκαβαῖος καὶ οἱ σὺν αὐτῷ παρεισπορευόμενοι λεληϑότως εἰς τὰς κώμας προσεκαλοῦντο τοὺς συγγενεῖς καὶ τοὺς μεμενηκότας ἐν τῷ Ιουδαϊσμῷ προσλαμβανόμενοι συνήγαγον εἰς ἑξακισχιλίους.
Verse: 2    
καὶ ἐπεκαλοῦντο τὸν κύριον ἐπιδεῖν τὸν ὑπὸ πάντων καταπατούμενον λαόν, οἰκτῖραι δὲ καὶ τὸν ναὸν τὸν ὑπὸ τῶν ἀσεβῶν ἀνϑρώπων βεβηλωϑέντα,
Verse: 3    
ἐλεῆσαι δὲ καὶ τὴν καταϕϑειρομένην πόλιν καὶ μέλλουσαν ἰσόπεδον γίνεσϑαι καὶ τῶν καταβοώντων πρὸς αὐτὸν αἱμάτων εἰσακοῦσαι,
Verse: 4    
μνησϑῆναι δὲ καὶ τῆς τῶν ἀναμαρτήτων νηπίων παρανόμου ἀπωλείας καὶ περὶ τῶν γενομένων εἰς τὸ ὄνομα αὐτοῦ βλασϕημιῶν καὶ μισοπονηρῆσαι.
Verse: 5    
γενόμενος δὲ Μακκαβαῖος ἐν συστέματι ἀνυπόστατος ἤδη τοῖς ἔϑνεσιν ἐγίνετο τῆς ὀργῆς τοῦ κυρίου εἰς ἔλεον τραπείσης.
Verse: 6    
πόλεις δὲ καὶ κώμας ἀπροσδοκήτως ἐρχόμενος ἐνεπίμπρα καὶ τοὺς ἐπικαίρους τόπους ἀπολαμβάνων οὐκ ὀλίγους τῶν πολεμίων τροπούμενος
Verse: 7    
μάλιστα τὰς νύκτας πρὸς τὰς τοιαύτας ἐπιβολὰς συνεργοὺς ἐλάμβανεν. καὶ λαλιὰ τῆς εὐανδρίας αὐτοῦ διηχεῖτο πανταχῆ.
Verse: 8    
Συνορῶν δὲ Φίλιππος κατὰ μικρὸν εἰς προκοπὴν ἐρχόμενον τὸν ἄνδρα, πυκνότερον δὲ ἐν ταῖς εὐημερίαις προβαίνοντα, πρὸς Πτολεμαῖον τὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν ἔγραψεν ἐπιβοηϑεῖν τοῖς τοῦ βασιλέως πράγμασιν.
Verse: 9    
δὲ ταχέως προχειρισάμενος Νικάνορα τὸν τοῦ Πατρόκλου τῶν πρώτων ϕίλων ἀπέστειλεν ὑποτάξας παμϕύλων ἔϑνη οὐκ ἐλάττους τῶν δισμυρίων τὸ σύμπαν τῆς Ιουδαίας ἐξᾶραι γένος· συνέστησεν δὲ αὐτῷ καὶ Γοργίαν ἄνδρα στρατηγὸν καὶ ἐν πολεμικαῖς χρείαις πεῖραν ἔχοντα.
Verse: 10    
διεστήσατο δὲ Νικάνωρ τὸν ϕόρον τῷ βασιλεῖ τοῖς ῾Ρωμαίοις ὄντα ταλάντων δισχιλίων ἐκ τῆς τῶν Ιουδαίων αἰχμαλωσίας ἐκπληρώσειν.
Verse: 11    
εὐϑέως δὲ εἰς τὰς παραϑαλασσίους πόλεις ἀπέστειλεν προκαλούμενος ἐπ' ἀγορασμὸν Ιουδαίων σωμάτων ὑπισχνούμενος ἐνενήκοντα σώματα ταλάντου παραχωρήσειν οὐ προσδεχόμενος τὴν παρὰ τοῦ παντοκράτορος μέλλουσαν παρακολουϑήσειν ἐπ' αὐτῷ δίκην.
Verse: 12    
τῷ δὲ Ιουδα προσέπεσεν περὶ τῆς τοῦ Νικάνορος ἐϕόδου, καὶ μεταδόντος τοῖς σὺν αὐτῷ τὴν παρουσίαν τοῦ στρατοπέδου
Verse: 13    
οἱ δειλανδροῦντες καὶ ἀπιστοῦντες τὴν τοῦ ϑεοῦ δίκην διεδίδρασκον ἑαυτοὺς καὶ ἐξετόπιζον.
Verse: 14    
οἱ δὲ τὰ περιλελειμμένα πάντα ἐπώλουν, ὁμοῦ δὲ τὸν κύριον ἠξίουν ῥύσασϑαι τοὺς ὑπὸ τοῦ δυσσεβοῦς Νικάνορος πρὶν συντυχεῖν πεπραμένους·
Verse: 15    
καὶ εἰ μὴ δι' αὐτούς, ἀλλὰ διὰ τὰς πρὸς τοὺς πατέρας αὐτῶν διαϑήκας καὶ ἕνεκα τῆς ἐπ' αὐτοὺς ἐπικλήσεως τοῦ σεμνοῦ καὶ μεγαλοπρεποῦς ὀνόματος αὐτοῦ.
Verse: 16    
συναγαγὼν δὲ Μακκαβαῖος τοὺς περὶ αὐτὸν ὄντας ἀριϑμὸν ἑξακισχιλίους παρεκάλει μὴ καταπλαγῆναι τοῖς πολεμίοις μηδὲ εὐλαβεῖσϑαι τὴν τῶν ἀδίκως παραγινομένων ἐπ' αὐτοὺς ἐϑνῶν πολυπλήϑειαν, ἀγωνίσασϑαι δὲ γενναίως
Verse: 17    
πρὸ ὀϕϑαλμῶν λαβόντας τὴν ἀνόμως εἰς τὸν ἅγιον τόπον συντετελεσμένην ὑπ' αὐτῶν ὕβριν καὶ τὸν τῆς ἐμπεπαιγμένης πόλεως αἰκισμόν, ἔτι δὲ τὴν τῆς προγονικῆς πολιτείας κατάλυσιν.
Verse: 18    
οἱ μὲν γὰρ ὅπλοις πεποίϑασιν ἅμα καὶ τόλμαις, ἔϕησεν, ἡμεῖς δὲ ἐπὶ τῷ παντοκράτορι ϑεῷ, δυναμένῳ καὶ τοὺς ἐρχομένους ἐϕ' ἡμᾶς καὶ τὸν ὅλον κόσμον ἑνὶ νεύματι καταβαλεῖν, πεποίϑαμεν.
Verse: 19    
προσαναλεξάμενος δὲ αὐτοῖς καὶ τὰς ἐπὶ τῶν προγόνων γενομένας ἀντιλήμψεις καὶ τὴν ἐπὶ Σενναχηριμ, ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδες ὡς ἀπώλοντο,
Verse: 20    
καὶ τὴν ἐν τῇ Βαβυλωνίᾳ τὴν πρὸς τοὺς Γαλάτας παράταξιν γενομένην, ὡς οἱ πάντες ἐπὶ τὴν χρείαν ἦλϑον ὀκτακισχίλιοι σὺν Μακεδόσιν τετρακισχιλίοις, τῶν Μακεδόνων ἀπορουμένων οἱ ὀκτακισχίλιοι τὰς δώδεκα μυριάδας ἀπώλεσαν διὰ τὴν γινομένην αὐτοῖς ἀπ' οὐρανοῦ βοήϑειαν καὶ ὠϕέλειαν πολλὴν ἔλαβον.
Verse: 21    
ἐϕ' οἷς εὐϑαρσεῖς αὐτοὺς παραστήσας καὶ ἑτοίμους ὑπὲρ τῶν νόμων καὶ τῆς πατρίδος ἀποϑνῄσκειν τετραμερές τι τὸ στράτευμα ἐποίησεν.
Verse: 22    
τάξας καὶ τοὺς ἀδελϕοὺς αὐτοῦ προηγουμένους ἑκατέρας τάξεως, Σιμωνα καὶ Ιωσηπον καὶ Ιωναϑην, ὑποτάξας ἑκάστῳ χιλίους πρὸς τοῖς πεντακοσίοις,
Verse: 23    
ἔτι δὲ καὶ Ελεαζαρον, παραναγνοὺς τὴν ἱερὰν βίβλον καὶ δοὺς σύνϑημα ϑεοῦ βοηϑείας τῆς πρώτης σπείρας αὐτὸς προηγούμενος συνέβαλε τῷ Νικάνορι.
Verse: 24    
γενομένου δὲ αὐτοῖς τοῦ παντοκράτορος συμμάχου κατέσϕαξαν τῶν πολεμίων ὑπὲρ τοὺς ἐνακισχιλίους, τραυματίας δὲ καὶ τοῖς μέλεσιν ἀναπείρους τὸ πλεῖον μέρος τῆς τοῦ Νικάνορος στρατιᾶς ἐποίησαν, πάντας δὲ ϕυγεῖν ἠνάγκασαν.
Verse: 25    
τὰ δὲ χρήματα τῶν παραγεγονότων ἐπὶ τὸν ἀγορασμὸν αὐτῶν ἔλαβον· συνδιώξαντες δὲ αὐτοὺς ἐϕ' ἱκανὸν ἀνέλυσαν ὑπὸ τῆς ὥρας συγκλειόμενοι·
Verse: 26    
ἦν γὰρ πρὸ τοῦ σαββάτου, δι' ἣν αἰτίαν οὐκ ἐμακροτόνησαν κατατρέχοντες αὐτούς.
Verse: 27    
ὁπλολογήσαντες δὲ αὐτοὺς καὶ τὰ σκῦλα ἐκδύσαντες τῶν πολεμίων περὶ τὸ σάββατον ἐγίνοντο περισσῶς εὐλογοῦντες καὶ ἐξομολογούμενοι τῷ κυρίῳ τῷ διασώσαντι εἰς τὴν ἡμέραν ταύτην, ἀρχὴν ἐλέους τάξαντος αὐτοῖς.
Verse: 28    
μετὰ δὲ τὸ σάββατον τοῖς ᾐκισμένοις καὶ ταῖς χήραις καὶ ὀρϕανοῖς μερίσαντες ἀπὸ τῶν σκύλων τὰ λοιπὰ αὐτοὶ καὶ τὰ παιδία διεμερίσαντο.
Verse: 29    
ταῦτα δὲ διαπραξάμενοι καὶ κοινὴν ἱκετείαν ποιησάμενοι τὸν ἐλεήμονα κύριον ἠξίουν εἰς τέλος καταλλαγῆναι τοῖς αὑτοῦ δούλοις.
Verse: 30    
Καὶ τοῖς περὶ Τιμόϑεον καὶ Βακχίδην συνερίσαντες ὑπὲρ τοὺς δισμυρίους αὐτῶν ἀνεῖλον καὶ ὀχυρωμάτων ὑψηλῶν εὖ μάλα ἐγκρατεῖς ἐγένοντο καὶ λάϕυρα πλείονα ἐμερίσαντο ἰσομοίρους αὑτοῖς καὶ τοῖς ᾐκισμένοις καὶ ὀρϕανοῖς καὶ χήραις, ἔτι δὲ καὶ πρεσβυτέροις ποιήσαντες.
Verse: 31    
ὁπλολογήσαντες δὲ αὑτοὺς ἐπιμελῶς πάντα συνέϑηκαν εἰς τοὺς ἐπικαίρους τόπους, τὰ δὲ λοιπὰ τῶν σκύλων ἤνεγκαν εἰς Ιεροσόλυμα.
Verse: 32    
τὸν δὲ ϕυλάρχην τῶν περὶ Τιμόϑεον ἀνεῖλον, ἀνοσιώτατον ἄνδρα καὶ πολλὰ τοὺς Ιουδαίους ἐπιλελυπηκότα.
Verse: 33    
ἐπινίκια δὲ ἄγοντες ἐν τῇ πατρίδι τοὺς ἐμπρήσαντας τοὺς ἱεροὺς πυλῶνας καὶ Καλλισϑένην ὑϕῆψαν εἰς ἓν οἰκίδιον πεϕευγότα, καὶ τὸν ἄξιον τῆς δυσσεβείας ἐκομίσατο μισϑόν.
Verse: 34    
δὲ τρισαλιτήριος Νικάνωρ τοὺς χιλίους ἐμπόρους ἐπὶ τὴν πρᾶσιν τῶν Ιουδαίων ἀγαγὼν
Verse: 35    
ταπεινωϑεὶς ὑπὸ τῶν κατ' αὐτὸν νομιζομένων ἐλαχίστων εἶναι τῇ τοῦ κυρίου βοηϑείᾳ τὴν δοξικὴν ἀποϑέμενος ἐσϑῆτα διὰ τῆς μεσογείου δραπέτου τρόπον ἔρημον ἑαυτὸν ποιήσας ἧκεν εἰς ᾽Αντιόχειαν ὑπὲρ ἅπαν εὐημερηκὼς ἐπὶ τῇ τοῦ στρατοῦ διαϕϑορᾷ.
Verse: 36    
καὶ τοῖς ῾Ρωμαίοις ἀναδεξάμενος ϕόρον ἀπὸ τῆς τῶν ἐν Ιεροσολύμοις αἰχμαλωσίας κατορϑώσασϑαι κατήγγελλεν ὑπέρμαχον ἔχειν τοὺς Ιουδαίους καὶ διὰ τὸν τρόπον τοῦτον ἀτρώτους εἶναι τοὺς Ιουδαίους διὰ τὸ ἀκολουϑεῖν τοῖς ὑπ' αὐτοῦ προτεταγμένοις νόμοις.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.