TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 538
Previous part

Chapter: 9 
Verse: 1    Περὶ δὲ τὸν καιρὸν ἐκεῖνον ἐτύγχανεν ᾽Αντίοχος ἀναλελυκὼς ἀκόσμως ἐκ τῶν περὶ τὴν Περσίδα τόπων.
Verse: 2    
εἰσεληλύϑει γὰρ εἰς τὴν λεγομένην Περσέπολιν καὶ ἐπεχείρησεν ἱεροσυλεῖν καὶ τὴν πόλιν συνέχειν· διὸ δὴ τῶν πληϑῶν ὁρμησάντων ἐπὶ τὴν τῶν ὅπλων βοήϑειαν ἐτράπησαν, καὶ συνέβη τροπωϑέντα τὸν ᾽Αντίοχον ὑπὸ τῶν ἐγχωρίων ἀσχήμονα τὴν ἀναζυγὴν ποιήσασϑαι.
Verse: 3    
ὄντι δὲ αὐτῷ κατ' ᾽Εκβάτανα προσέπεσεν τὰ κατὰ Νικάνορα καὶ τοὺς περὶ Τιμόϑεον γεγονότα.
Verse: 4    
ἐπαρϑεὶς δὲ τῷ ϑυμῷ ᾤετο καὶ τὴν τῶν πεϕυγαδευκότων αὐτὸν κακίαν εἰς τοὺς Ιουδαίους ἐναπερείσασϑαι, διὸ συνέταξεν τὸν ἁρματηλάτην ἀδιαλείπτως ἐλαύνοντα κατανύειν τὴν πορείαν τῆς ἐξ οὐρανοῦ δὴ κρίσεως συνούσης αὐτῷ· οὕτως γὰρ ὑπερηϕάνως εἶπεν Πολυάνδριον Ιουδαίων Ιεροσόλυμα ποιήσω παραγενόμενος ἐκεῖ.
Verse: 5    
δὲ παντεπόπτης κύριος ϑεὸς τοῦ Ισραηλ ἐπάταξεν αὐτὸν ἀνιάτῳ καὶ ἀοράτῳ πληγῇ· ἄρτι δὲ αὐτοῦ καταλήξαντος τὸν λόγον ἔλαβεν αὐτὸν ἀνήκεστος τῶν σπλάγχνων ἀλγηδὼν καὶ πικραὶ τῶν ἔνδον βάσανοι
Verse: 6    
πάνυ δικαίως τὸν πολλαῖς καὶ ξενιζούσαις συμϕοραῖς ἑτέρων σπλάγχνα βασανίσαντα.
Verse: 7    
δ' οὐδαμῶς τῆς ἀγερωχίας ἔληγεν, ἔτι δὲ καὶ τῆς ὑπερηϕανίας ἐπεπλήρωτο πῦρ πνέων τοῖς ϑυμοῖς ἐπὶ τοὺς Ιουδαίους καὶ κελεύων ἐποξύνειν τὴν πορείαν. συνέβη δὲ καὶ πεσεῖν αὐτὸν ἀπὸ τοῦ ἅρματος ϕερομένου ῥοίζῳ καὶ δυσχερεῖ πτώματι περιπεσόντα πάντα τὰ μέλη τοῦ σώματος ἀποστρεβλοῦσϑαι.
Verse: 8    
δ' ἄρτι δοκῶν τοῖς τῆς ϑαλάσσης κύμασιν ἐπιτάσσειν διὰ τὴν ὑπὲρ ἄνϑρωπον ἀλαζονείαν καὶ πλάστιγγι τὰ τῶν ὀρέων οἰόμενος ὕψη στήσειν κατὰ γῆν γενόμενος ἐν ϕορείῳ παρεκομίζετο ϕανερὰν τοῦ ϑεοῦ πᾶσιν τὴν δύναμιν ἐνδεικνύμενος,
Verse: 9    
ὥστε καὶ ἐκ τοῦ σώματος τοῦ δυσσεβοῦς σκώληκας ἀναζεῖν, καὶ ζῶντος ἐν ὀδύναις καὶ ἀλγηδόσιν τὰς σάρκας αὐτοῦ διαπίπτειν, ὑπὸ δὲ τῆς ὀσμῆς αὐτοῦ πᾶν τὸ στρατόπεδον βαρύνεσϑαι τὴν σαπρίαν.
Verse: 10    
καὶ τὸν μικρῷ πρότερον τῶν οὐρανίων ἄστρων ἅπτεσϑαι δοκοῦντα παρακομίζειν οὐδεὶς ἐδύνατο διὰ τὸ τῆς ὀσμῆς ἀϕόρητον βάρος.
Verse: 11    
ἐνταῦϑα οὖν ἤρξατο τὸ πολὺ τῆς ὑπερηϕανίας λήγειν τεϑραυσμένος καὶ εἰς ἐπίγνωσιν ἔρχεσϑαι ϑείᾳ μάστιγι κατὰ στιγμὴν ἐπιτεινόμενος ταῖς ἀλγηδόσιν.
Verse: 12    
καὶ μηδὲ τῆς ὀσμῆς αὐτοῦ δυνάμενος ἀνέχεσϑαι ταῦτ' ἔϕη Δίκαιον ὑποτάσσεσϑαι τῷ ϑεῷ καὶ μὴ ϑνητὸν ὄντα ἰσόϑεα ϕρονεῖν.
Verse: 13    
ηὔχετο δὲ μιαρὸς πρὸς τὸν οὐκέτι αὐτὸν ἐλεήσοντα δεσπότην οὕτως λέγων
Verse: 14    
τὴν μὲν ἁγίαν πόλιν, ἣν σπεύδων παρεγίνετο ἰσόπεδον ποιῆσαι καὶ πολυάνδριον οἰκοδομῆσαι, ἐλευϑέραν ἀναδεῖξαι,
Verse: 15    
τοὺς δὲ Ιουδαίους, οὓς διεγνώκει μηδὲ ταϕῆς ἀξιῶσαι, οἰωνοβρώτους δὲ σὺν τοῖς νηπίοις ἐκρίψειν ϑηρίοις, πάντας αὐτοὺς ἴσους ᾽Αϑηναίοις ποιήσειν·
Verse: 16    
ὃν δὲ πρότερον ἐσκύλευσεν ἅγιον νεὼ καλλίστοις ἀναϑήμασιν κοσμήσειν καὶ τὰ ἱερὰ σκεύη πολυπλάσια πάντα ἀποδώσειν, τὰς δὲ ἐπιβαλλούσας πρὸς τὰς ϑυσίας συντάξεις ἐκ τῶν ἰδίων προσόδων χορηγήσειν·
Verse: 17    
πρὸς δὲ τούτοις καὶ Ιουδαῖον ἔσεσϑαι καὶ πάντα τόπον οἰκητὸν ἐπελεύσεσϑαι καταγγέλλοντα τὸ τοῦ ϑεοῦ κράτος.
Verse: 18    
οὐδαμῶς δὲ ληγόντων τῶν πόνων, ἐπεληλύϑει γὰρ ἐπ' αὐτὸν δικαία τοῦ ϑεοῦ κρίσις, τὰ κατ' αὐτὸν ἀπελπίσας ἔγραψεν πρὸς τοὺς Ιουδαίους τὴν ὑπογεγραμμένην ἐπιστολὴν ἱκετηρίας τάξιν ἔχουσαν, περιέχουσαν δὲ οὕτως
Verse: 19    
Τοῖς χρηστοῖς Ιουδαίοις τοῖς πολίταις πολλὰ χαίρειν καὶ ὑγιαίνειν καὶ εὖ πράττειν βασιλεὺς καὶ στρατηγὸς ᾽Αντίοχος.
Verse: 20    
εἰ ἔρρωσϑε καὶ τὰ τέκνα καὶ τὰ ἴδια κατὰ γνώμην ἐστὶν ὑμῖν· εἰς οὐρανὸν τὴν ἐλπίδα ἔχων
Verse: 21    
ὑμῶν τὴν τιμὴν καὶ τὴν εὔνοιαν ἐμνημόνευον ϕιλοστόργως. ἐπανάγων ἐκ τῶν κατὰ τὴν Περσίδα τόπων καὶ περιπεσὼν ἀσϑενείᾳ δυσχέρειαν ἐχούσῃ ἀναγκαῖον ἡγησάμην ϕροντίσαι τῆς κοινῆς πάντων ἀσϕαλείας.
Verse: 22    
οὐκ ἀπογινώσκων τὰ κατ' ἐμαυτόν, ἀλλὰ ἔχων πολλὴν ἐλπίδα ἐκϕεύξεσϑαι τὴν ἀσϑένειαν,
Verse: 23    
ϑεωρῶν δὲ ὅτι καὶ πατήρ, καϑ' οὓς καιροὺς εἰς τοὺς ἄνω τόπους ἐστρατοπέδευσεν, ἀνέδειξεν τὸν διαδεξάμενον,
Verse: 24    
ὅπως, ἐάν τι παράδοξον ἀποβαίνῃ καὶ προσαγγελϑῇ τι δυσχερές, εἰδότες οἱ κατὰ τὴν χώραν καταλέλειπται τὰ πράγματα μὴ ἐπιταράσσωνται·
Verse: 25    
πρὸς δὲ τούτοις κατανοῶν τοὺς παρακειμένους δυνάστας καὶ γειτνιῶντας τῇ βασιλείᾳ τοῖς καιροῖς ἐπέχοντας καὶ προσδοκῶντας τὸ ἀποβησόμενον, ἀναδέδειχα τὸν υἱὸν ᾽Αντίοχον βασιλέα, ὃν πολλάκις ἀνατρέχων εἰς τὰς ἐπάνω σατραπείας τοῖς πλείστοις ὑμῶν παρεκατετιϑέμην καὶ συνίστων· γέγραϕα δὲ πρὸς αὐτὸν τὰ ὑπογεγραμμένα.
Verse: 26    
παρακαλῶ οὖν ὑμᾶς καὶ ἀξιῶ μεμνημένους τῶν εὐεργεσιῶν κοινῇ καὶ κατ' ἰδίαν ἕκαστον συντηρεῖν τὴν οὖσαν εὔνοιαν εἰς ἐμὲ καὶ τὸν υἱόν·
Verse: 27    
πέπεισμαι γὰρ αὐτὸν ἐπιεικῶς καὶ ϕιλανϑρώπως παρακολουϑοῦντα τῇ ἐμῇ προαιρέσει συμπεριενεχϑήσεσϑαι ὑμῖν.
Verse: 28    
῾Ο μὲν οὖν ἀνδροϕόνος καὶ βλάσϕημος τὰ χείριστα παϑών, ὡς ἑτέρους διέϑηκεν, ἐπὶ ξένης ἐν τοῖς ὄρεσιν οἰκτίστῳ μόρῳ κατέστρεψεν τὸν βίον.
Verse: 29    
παρεκομίζετο δὲ τὸ σῶμα Φίλιππος σύντροϕος αὐτοῦ, ὃς καὶ διευλαβηϑεὶς τὸν υἱὸν ᾽Αντιόχου πρὸς Πτολεμαῖον τὸν Φιλομήτορα εἰς Αἴγυπτον διεκομίσϑη.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.