TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 545
Previous part

Book: Macc.III 
ΜΑΚΚΑΒΑΙΩΝ Γ'


Chapter: 1 
Verse: 1    ῾Ο δὲ Φιλοπάτωρ παρὰ τῶν ἀνακομισϑέντων μαϑὼν τὴν γενομένην τῶν ὑπ' αὐτοῦ κρατουμένων τόπων ἀϕαίρεσιν ὑπὸ ᾽Αντιόχου παραγγείλας ταῖς πάσαις δυνάμεσιν πεζικαῖς τε καὶ ἱππικαῖς καὶ τὴν ἀδελϕὴν ᾽Αρσινόην συμπαραλαβὼν ἐξώρμησεν μέχρι τῶν κατὰ ῾Ραϕίαν τόπων, ὅπου παρεμβεβλήκεισαν οἱ περὶ ᾽Αντίοχον.
Verse: 2    
Θεόδοτος δέ τις ἐκπληρῶσαι τὴν ἐπιβουλὴν διανοηϑεὶς παραλαβὼν τῶν προϋποτεταγμένων αὐτῷ ὅπλων Πτολεμαϊκῶν τὰ κράτιστα διεκομίσϑη νύκτωρ ἐπὶ τὴν τοῦ Πτολεμαίου σκηνὴν ὡς μόνος κτεῖναι αὐτὸν καὶ ἐν τούτῳ διαλῦσαι τὸν πόλεμον.
Verse: 3    
τοῦτον δὲ διαγαγὼν Δοσίϑεος Δριμύλου λεγόμενος, τὸ γένος Ιουδαῖος, ὕστερον δὲ μεταβαλὼν τὰ νόμιμα καὶ τῶν πατρίων δογμάτων ἀπηλλοτριωμένος, ἄσημόν τινα κατέκλινεν ἐν τῇ σκηνῇ, ὃν συνέβη κομίσασϑαι τὴν ἐκείνου κόλασιν.
Verse: 4    
γενομένης δὲ καρτερᾶς μάχης καὶ τῶν πραγμάτων μᾶλλον ἐρρωμένων τῷ ᾽Αντιόχῳ ἱκανῶς ᾽Αρσινόη ἐπιπορευσαμένη τὰς δυνάμεις παρεκάλει μετὰ οἴκτου καὶ δακρύων τοὺς πλοκάμους λελυμένη βοηϑεῖν ἑαυτοῖς τε καὶ τοῖς τέκνοις καὶ γυναιξὶν ϑαρραλέως ἐπαγγελλομένη δώσειν νικήσασιν ἑκάστῳ δύο μνᾶς χρυσίου.
Verse: 5    
καὶ οὕτως συνέβη τοὺς ἀντιπάλους ἐν χειρονομίαις διαϕϑαρῆναι, πολλοὺς δὲ καὶ δοριαλώτους συλλημϕϑῆναι.
Verse: 6    
κατακρατήσας δὲ τῆς ἐπιβουλῆς ἔκρινεν τὰς πλησίον πόλεις ἐπελϑὼν παρακαλέσαι.
Verse: 7    
ποιήσας δὲ τοῦτο καὶ τοῖς τεμένεσι δωρεὰς ἀπονείμας εὐϑαρσεῖς τοὺς ὑποτεταγμένους κατέστησεν.
Verse: 8    
Τῶν δὲ Ιουδαίων διαπεμψαμένων πρὸς αὐτὸν ἀπὸ τῆς γερουσίας καὶ τῶν πρεσβυτέρων τοὺς ἀσπασομένους αὐτὸν καὶ ξένια κομιοῦντας καὶ ἐπὶ τοῖς συμβεβηκόσιν χαρισομένους συνέβη μᾶλλον αὐτὸν προϑυμηϑῆναι ὡς τάχιστα πρὸς αὐτοὺς παραγενέσϑαι.
Verse: 9    
διακομισϑεὶς δὲ εἰς Ιεροσόλυμα καὶ ϑύσας τῷ μεγίστῳ ϑεῷ καὶ χάριτας ἀποδοὺς καὶ τῶν ἑξῆς τι τῷ τόπῳ ποιήσας καὶ δὴ παραγενόμενος εἰς τὸν τόπον καὶ τῇ σπουδαιότητι καὶ εὐπρεπείᾳ καταπλαγείς,
Verse: 10    
ϑαυμάσας δὲ καὶ τὴν τοῦ ἱεροῦ εὐταξίαν ἐνεϑυμήϑη βουλεύσασϑαι εἰς τὸν ναὸν εἰσελϑεῖν.
Verse: 11    
τῶν δὲ εἰπόντων μὴ καϑήκειν γίνεσϑαι τοῦτο διὰ τὸ μηδὲ τοῖς ἐκ τοῦ ἔϑνους ἐξεῖναι εἰσιέναι μηδὲ πᾶσιν τοῖς ἱερεῦσιν, ἀλλ' μόνῳ τῷ προηγουμένῳ πάντων ἀρχιερεῖ, καὶ τούτῳ κατ' ἐνιαυτὸν ἅπαξ, δὲ οὐδαμῶς ἐπείϑετο.
Verse: 12    
τοῦ τε νόμου παραναγνωσϑέντος οὐδ' ὧς ἀπέλιπεν προϕερόμενος ἑαυτὸν δεῖν εἰσελϑεῖν λέγων Καὶ εἰ ἐκεῖνοι ἐστέρηνται ταύτης τῆς τιμῆς, ἐμὲ δὲ οὐ δεῖ.
Verse: 13    
καὶ ἐπυνϑάνετο διὰ τίνα αἰτίαν εἰσερχόμενον αὐτὸν εἰς πᾶν τέμενος οὐϑεὶς ἐκώλυσεν τῶν παρόντων.
Verse: 14    
καί τις ἀπρονοήτως ἔϕη κακῶς αὐτὸ τοῦτο τερατεύεσϑαι.
Verse: 15    
γενομένου δέ, ϕησιν, τούτου διά τινα αἰτίαν, οὐχὶ πάντως εἰσελεύσεσϑαι καὶ ϑελόντων αὐτῶν καὶ μή;
Verse: 16    
τῶν δὲ ἱερέων ἐν πάσαις ταῖς ἐσϑήσεσιν προσπεσόντων καὶ δεομένων τοῦ μεγίστου ϑεοῦ βοηϑεῖν τοῖς ἐνεστῶσιν καὶ τὴν ὁρμὴν τοῦ κακῶς ἐπιβαλλομένου μεταϑεῖναι κραυγῆς τε μετὰ δακρύων τὸ ἱερὸν ἐμπλησάντων
Verse: 17    
οἱ κατὰ τὴν πόλιν ἀπολειπόμενοι ταραχϑέντες ἐξεπήδησαν ἄδηλον τιϑέμενοι τὸ γινόμενον.
Verse: 18    
αἵ τε κατάκλειστοι παρϑένοι ἐν ϑαλάμοις σὺν ταῖς τεκούσαις ἐξώρμησαν καὶ ἀπέδωκαν κόνει τὰς κόμας πασάμεναι γόου τε καὶ στεναγμῶν ἐνεπίμπλων τὰς πλατείας.
Verse: 19    
αἱ δὲ καὶ προσαρτίως ἐσταλμέναι τοὺς πρὸς ἀπάντησιν διατεταγμένους παστοὺς καὶ τὴν ἁρμόζουσαν αἰδὼ παραλείπουσαι δρόμον ἄτακτον ἐν τῇ πόλει συνίσταντο.
Verse: 20    
τὰ δὲ νεογνὰ τῶν τέκνων αἱ πρὸς τούτοις μητέρες καὶ τιϑηνοὶ παραλείπουσαι ἄλλως καὶ ἄλλως, αἱ μὲν κατ' οἴκους, αἱ δὲ κατὰ τὰς ἀγυιάς, ἀνεπιστρέπτως εἰς τὸ πανυπέρτατον ἱερὸν ἠϑροίζοντο.
Verse: 21    
ποικίλη δὲ ἦν τῶν εἰς τοῦτο συλλεγέντων δέησις ἐπὶ τοῖς ἀνοσίως ὑπ' ἐκείνου κατεγχειρουμένοις.
Verse: 22    
σύν τε τούτοις οἱ περὶ τῶν πολιτῶν ϑρασυνϑέντες οὐκ ἠνείχοντο τέλεον αὐτοῦ ἐπικειμένου καὶ τὸ τῆς προϑέσεως ἐκπληροῦν διανοουμένου,
Verse: 23    
ϕωνήσαντες δὲ τὴν ὁρμὴν ἐπὶ τὰ ὅπλα ποιήσασϑαι καὶ ϑαρραλέως ὑπὲρ τοῦ πατρῴου νόμου τελευτᾶν ἱκανὴν ἐποίησαν ἐν τῷ τόπῳ τραχύτητα, μόλις δὲ ὑπό τε τῶν γεραιῶν καὶ τῶν πρεσβυτέρων ἀποτραπέντες ἐπὶ τὴν αὐτὴν τῆς δεήσεως παρῆσαν στάσιν.
Verse: 24    
καὶ τὸ μὲν πλῆϑος ὡς ἔμπροσϑεν ἐν τούτοις ἀνεστρέϕετο δεόμενον.
Verse: 25    
οἱ δὲ περὶ τὸν βασιλέα πρεσβύτεροι πολλαχῶς ἐπειρῶντο τὸν ἀγέρωχον αὐτοῦ νοῦν ἐξιστάνειν τῆς ἐντεϑυμημένης ἐπιβουλῆς.
Verse: 26    
ϑρασυνϑεὶς δὲ καὶ πάντα παραπέμψας ἤδη καὶ πρόσβασιν ἐποιεῖτο τέλος ἐπιϑήσειν δοκῶν τῷ προειρημένῳ.
Verse: 27    
ταῦτα οὖν καὶ οἱ περὶ αὐτὸν ὄντες ϑεωροῦντες ἐτράπησαν εἰς τὸ σὺν τοῖς ἡμετέροις ἐπικαλεῖσϑαι τὸν πᾶν κράτος ἔχοντα τοῖς παροῦσιν ἐπαμῦναι μὴ παριδόντα τὴν ἄνομον καὶ ὑπερήϕανον πρᾶξιν.
Verse: 28    
ἐκ δὲ τῆς πυκνοτάτης τε καὶ ἐμπόνου τῶν ὄχλων συναγομένης κραυγῆς ἀνείκαστός τις ἦν βοή·
Verse: 29    
δοκεῖν γὰρ ἦν μὴ μόνον τοὺς ἀνϑρώπους, ἀλλὰ καὶ τὰ τείχη καὶ τὸ πᾶν ἔδαϕος ἠχεῖν ἅτε δὴ τῶν πάντων τότε ϑάνατον ἀλλασσομένων ἀντὶ τῆς τοῦ τόπου βεβηλώσεως.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.