TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 546
Previous part

Chapter: 2 
Verse: 1    ῾Ο μὲν οὖν ἀρχιερεὺς Σιμων ἐξ ἐναντίας τοῦ ναοῦ κάμψας τὰ γόνατα καὶ τὰς χεῖρας προτείνας εὐτάκτως ἐποιήσατο τὴν δέησιν τοιαύτην
Verse: 2    
Κύριε κύριε, βασιλεῦ τῶν οὐρανῶν καὶ δέσποτα πάσης κτίσεως, ἅγιε ἐν ἁγίοις, μόναρχε, παντοκράτωρ, πρόσχες ἡμῖν καταπονουμένοις ὑπὸ ἀνοσίου καὶ βεβήλου ϑράσει καὶ σϑένει πεϕρυαγμένου.
Verse: 3    
σὺ γὰρ κτίσας τὰ πάντα καὶ τῶν ὅλων ἐπικρατῶν δυνάστης δίκαιος εἶ καὶ τοὺς ὕβρει καὶ ἀγερωχίᾳ τι πράσσοντας κρίνεις.
Verse: 4    
σὺ τοὺς ἔμπροσϑεν ἀδικίαν ποιήσαντας, ἐν οἷς καὶ γίγαντες ἦσαν ῥώμῃ καὶ ϑράσει πεποιϑότες, διέϕϑειρας ἐπαγαγὼν αὐτοῖς ἀμέτρητον ὕδωρ.
Verse: 5    
σὺ τοὺς ὑπερηϕανίαν ἐργαζομένους Σοδομίτας διαδήλους ταῖς κακίαις γενομένους πυρὶ καὶ ϑείῳ κατέϕλεξας παράδειγμα τοῖς ἐπιγινομένοις καταστήσας.
Verse: 6    
σὺ τὸν ϑρασὺν Φαραω καταδουλωσάμενον τὸν λαόν σου τὸν ἅγιον Ισραηλ ποικίλαις καὶ πολλαῖς δοκιμάσας τιμωρίαις ἐγνώρισας τὴν σὴν δύναμιν, ἐϕ' οἷς ἐγνώρισας τὸ μέγα σου κράτος·
Verse: 7    
καὶ ἐπιδιώξαντα αὐτὸν σὺν ἅρμασιν καὶ ὄχλων πλήϑει ἐπέκλυσας βάϑει ϑαλάσσης, τοὺς δὲ ἐμπιστεύσαντας ἐπὶ σοὶ τῷ τῆς ἁπάσης κτίσεως δυναστεύοντι σώους διεκόμισας,
Verse: 8    
οἳ καὶ συνιδόντες ἔργα σῆς χειρὸς ᾔνεσάν σε τὸν παντοκράτορα.
Verse: 9    
σύ, βασιλεῦ, κτίσας τὴν ἀπέραντον καὶ ἀμέτρητον γῆν ἐξελέξω τὴν πόλιν ταύτην καὶ ἡγίασας τὸν τόπον τοῦτον εἰς ὄνομά σοι τῷ τῶν ἁπάντων ἀπροσδεεῖ καὶ παρεδόξασας ἐν ἐπιϕανείᾳ μεγαλοπρεπεῖ σύστασιν ποιησάμενος αὐτοῦ πρὸς δόξαν τοῦ μεγάλου καὶ ἐντίμου ὀνόματός σου.
Verse: 10    
καὶ ἀγαπῶν τὸν οἶκον τοῦ Ισραηλ ἐπηγγείλω διότι, ἐὰν γένηται ἡμῶν ἀποστροϕὴ καὶ καταλάβῃ ἡμᾶς στενοχωρία καὶ ἐλϑόντες εἰς τὸν τόπον τοῦτον δεηϑῶμεν, εἰσακούσῃ τῆς δεήσεως ἡμῶν.
Verse: 11    
καὶ δὴ πιστὸς εἶ καὶ ἀληϑινός.
Verse: 12    
ἐπεὶ δὲ πλεονάκις ϑλιβέντων τῶν πατέρων ἡμῶν ἐβοήϑησας αὐτοῖς ἐν τῇ ταπεινώσει καὶ ἐρρύσω αὐτοὺς ἐκ μεγάλων κακῶν,
Verse: 13    
ἰδοὺ δὲ νῦν, ἅγιε βασιλεῦ, διὰ τὰς πολλὰς καὶ μεγάλας ἡμῶν ἁμαρτίας καταπονούμεϑα καὶ ὑπετάγημεν τοῖς ἐχϑροῖς ἡμῶν καὶ παρείμεϑα ἐν ἀδυναμίαις.
Verse: 14    
ἐν δὲ τῇ ἡμετέρᾳ καταπτώσει ϑρασὺς καὶ βέβηλος οὗτος ἐπιτηδεύει καϑυβρίσαι τὸν ἐπὶ τῆς γῆς ἀναδεδειγμένον τῷ ὀνόματι τῆς δόξης σου ἅγιον τόπον.
Verse: 15    
τὸ μὲν γὰρ κατοικητήριόν σου οὐρανὸς τοῦ οὐρανοῦ ἀνέϕικτος ἀνϑρώποις ἐστίν.
Verse: 16    
ἀλλὰ ἐπεὶ εὐδοκήσας τὴν δόξαν σου ἐν τῷ λαῷ σου Ισραηλ ἡγίασας τὸν τόπον τοῦτον,
Verse: 17    
μὴ ἐκδικήσῃς ἡμᾶς ἐν τῇ τούτων ἀκαϑαρσίᾳ μηδὲ εὐϑύνῃς ἡμᾶς ἐν βεβηλώσει, ἵνα μὴ καυχήσωνται οἱ παράνομοι ἐν ϑυμῷ αὐτῶν μηδὲ ἀγαλλιάσωνται ἐν ὑπερηϕανίᾳ γλώσσης αὐτῶν λέγοντες
Verse: 18    
῾Ημεῖς κατεπατήσαμεν τὸν οἶκον τοῦ ἁγιασμοῦ, ὡς καταπατοῦνται οἱ οἶκοι τῶν προσοχϑισμάτων.
Verse: 19    
ἀπάλειψον τὰς ἁμαρτίας ἡμῶν καὶ διασκέδασον τὰς ἀμβλακίας ἡμῶν καὶ ἐπίϕανον τὸ ἔλεός σου κατὰ τὴν ὥραν ταύτην.
Verse: 20    
ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, καὶ δὸς αἰνέσεις ἐν τῷ στόματι τῶν καταπεπτωκότων καὶ συντετριμμένων τὰς ψυχὰς ποιήσας ἡμῖν εἰρήνην.
Verse: 21    
᾽Ενταῦϑα πάντων ἐπόπτης ϑεὸς καὶ προπάτωρ ἅγιος ἐν ἁγίοις εἰσακούσας τῆς ἐνϑέσμου λιτανείας, τὸν ὕβρει καὶ ϑράσει μεγάλως ἐπηρμένον ἐμάστιξεν αὐτὸν
Verse: 22    
ἔνϑεν καὶ ἔνϑεν κραδάνας αὐτὸν ὡς κάλαμον ὑπὸ ἀνέμου ὥστε κατ' ἐδάϕους ἄπρακτον, ἔτι καὶ τοῖς μέλεσιν παραλελυμένον μηδὲ ϕωνῆσαι δύνασϑαι δικαίᾳ περιπεπληγμένον κρίσει.
Verse: 23    
ὅϑεν οἵ τε ϕίλοι καὶ σωματοϕύλακες ὀξεῖαν ἰδόντες τὴν καταλαβοῦσαν αὐτὸν εὔϑυναν ϕοβούμενοι μὴ καὶ τὸ ζῆν ἐκλείπῃ, ταχέως αὐτὸν ἐξείλκυσαν ὑπερβάλλοντι καταπεπληγμένοι ϕόβῳ.
Verse: 24    
ἐν χρόνῳ δὲ ὕστερον ἀναλεξάμενος αὑτὸν οὐδαμῶς εἰς μετάμελον ἦλϑεν ἐπιτιμηϑείς, ἀπειλὰς δὲ πικρὰς ϑέμενος ἀνέλυσεν.
Verse: 25    
Διακομισϑεὶς δὲ εἰς τὴν Αἴγυπτον καὶ τὰ τῆς κακίας ἐπαύξων διά τε τῶν προαποδεδειγμένων συμποτῶν καὶ ἑταίρων τοῦ παντὸς δικαίου κεχωρισμένων
Verse: 26    
οὐ μόνον ταῖς ἀναριϑμήτοις ἀσελγείαις διηρκέσϑη, ἀλλὰ καὶ ἐπὶ τοσοῦτον ϑράσους προῆλϑεν ὥστε δυσϕημίας ἐν τοῖς τόποις συνίστασϑαι καὶ πολλοὺς τῶν ϕίλων ἀτενίζοντας εἰς τὴν τοῦ βασιλέως πρόϑεσιν καὶ αὐτοὺς ἕπεσϑαι τῇ ἐκείνου ϑελήσει.
Verse: 27    
προέϑετο δημοσίᾳ κατὰ τοῦ ἔϑνους διαδοῦναι ψόγον· ἐπὶ τοῦ κατὰ τὴν αὐλὴν πύργου στήλην ἀναστήσας ἐκόλαψεν γραϕὴν
Verse: 28    
μηδένα τῶν μὴ ϑυόντων εἰς τὰ ἱερὰ αὐτῶν εἰσιέναι, πάντας δὲ τοὺς Ιουδαίους εἰς λαογραϕίαν καὶ οἰκετικὴν διάϑεσιν ἀχϑῆναι, τοὺς δὲ ἀντιλέγοντας βίᾳ ϕερομένους τοῦ ζῆν μεταστῆσαι,
Verse: 29    
τούς τε ἀπογραϕομένους χαράσσεσϑαι καὶ διὰ πυρὸς εἰς τὸ σῶμα παρασήμῳ Διονύσου κισσοϕύλλῳ, οὓς καὶ καταχωρίσαι εἰς τὴν προσυνεσταλμένην αὐϑεντίαν.
Verse: 30    
ἵνα δὲ μὴ τοῖς πᾶσιν ἀπεχϑόμενος ϕαίνηται, ὑπέγραψεν ᾽Εὰν δέ τινες ἐξ αὐτῶν προαιρῶνται ἐν τοῖς κατὰ τὰς τελετὰς μεμυημένοις ἀναστρέϕεσϑαι, τούτους ἰσοπολίτας ᾽Αλεξανδρεῦσιν εἶναι.
Verse: 31    
῎Ενιοι μὲν οὖν ἐπιπολαίως τὰς τῆς πόλεως εὐσεβείας ἐπιβάϑρας στυγοῦντες εὐχερῶς ἑαυτοὺς ἐδίδοσαν ὡς μεγάλης τινὸς κοινωνήσοντες εὐκλείας ἀπὸ τῆς ἐσομένης τῷ βασιλεῖ συναναστροϕῆς.
Verse: 32    
οἱ δὲ πλεῖστοι γενναίᾳ ψυχῇ ἐνίσχυσαν καὶ οὐ διέστησαν τῆς εὐσεβείας τά τε χρήματα περὶ τοῦ ζῆν ἀντικαταλλασσόμενοι ἀδεῶς ἐπειρῶντο ἑαυτοὺς ῥύσασϑαι ἐκ τῶν ἀπογραϕῶν·
Verse: 33    
εὐέλπιδές τε καϑειστήκεισαν ἀντιλήμψεως τεύξασϑαι καὶ τοὺς ἀποχωροῦντας ἐξ αὐτῶν ἐβδελύσσοντο καὶ ὡς πολεμίους τοῦ ἔϑνους ἔκρινον καὶ τῆς κοινῆς συναναστροϕῆς καὶ εὐχρηστίας ἐστέρουν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.