TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 547
Previous part

Chapter: 3 
Verse: 1    ῝Α καὶ μεταλαμβάνων δυσσεβὴς ἐπὶ τοσοῦτον ἐξεχόλησεν ὥστε οὐ μόνον τοῖς κατὰ ᾽Αλεξάνδρειαν διοργίζεσϑαι, ἀλλὰ καὶ τοῖς ἐν τῇ χώρᾳ βαρυτέρως ἐναντιωϑῆναι καὶ προστάξαι σπεύσαντας συναγαγεῖν πάντας ἐπὶ τὸ αὐτὸ καὶ χειρίστῳ μόρῳ τοῦ ζῆν μεταστῆσαι.
Verse: 2    
τούτων δὲ οἰκονομουμένων ϕήμη δυσμενὴς ἐξηχεῖτο κατὰ τοῦ γένους ἀνϑρώποις συμϕρονοῦσιν εἰς κακοποίησιν ἀϕορμῆς διδομένης εἰς διάϑεσιν ὡς ἂν ἀπὸ τῶν νομίμων αὐτοὺς κωλυόντων.
Verse: 3    
οἱ δὲ Ιουδαῖοι τὴν μὲν πρὸς τοὺς βασιλεῖς εὔνοιαν καὶ πίστιν ἀδιάστροϕον ἦσαν ϕυλάσσοντες,
Verse: 4    
σεβόμενοι δὲ τὸν ϑεὸν καὶ τῷ τούτου νόμῳ πολιτευόμενοι χωρισμὸν ἐποίουν ἐπὶ τῷ κατὰ τὰς τροϕάς, δι' ἣν αἰτίαν ἐνίοις ἀπεχϑεῖς ἐϕαίνοντο.
Verse: 5    
τῇ δὲ τῶν δικαίων εὐπραξίᾳ κοσμοῦντες τὴν συναναστροϕὴν ἅπασιν ἀνϑρώποις εὐδόκιμοι καϑειστήκεισαν.
Verse: 6    
τὴν μὲν οὖν περὶ τοῦ γένους ἐν πᾶσιν ϑρυλουμένην εὐπραξίαν οἱ ἀλλόϕυλοι οὐδαμῶς διηριϑμήσαντο,
Verse: 7    
τὴν δὲ περὶ τῶν προσκυνήσεων καὶ τροϕῶν διάστασιν ἐϑρύλουν ϕάσκοντες μήτε τῷ βασιλεῖ μήτε ταῖς δυνάμεσιν ὁμοσπόνδους τοὺς ἀνϑρώπους γίνεσϑαι, δυσμενεῖς δὲ εἶναι καὶ μέγα τι τοῖς πράγμασιν ἐναντιουμένους· καὶ οὐ τῷ τυχόντι περιῆψαν ψόγῳ.
Verse: 8    
οἱ δὲ κατὰ τὴν πόλιν ῞Ελληνες οὐδὲν ἠδικημένοι ταραχὴν ἀπροσδόκητον περὶ τοὺς ἀνϑρώπους ϑεωροῦντες καὶ συνδρομὰς ἀπροσκόπους γινομένας βοηϑεῖν μὲν οὐκ ἔσϑενον, τυραννικὴ γὰρ ἦν διάϑεσις, παρεκάλουν δὲ καὶ δυσϕόρως εἶχον καὶ μεταπεσεῖσϑαι ταῦτα ὑπελάμβανον·
Verse: 9    
μὴ γὰρ οὕτω παροραϑήσεσϑαι τηλικοῦτο σύστεμα μηδὲν ἠγνοηκός.
Verse: 10    
ἤδη δὲ καί τινες γείτονές τε καὶ ϕίλοι καὶ συμπραγματευόμενοι μυστικῶς τινας ἐπισπώμενοι πίστεις ἐδίδουν συνασπιεῖν καὶ πᾶν ἐκτενὲς προσοίσεσϑαι πρὸς ἀντίλημψιν.
Verse: 11    
᾽Εκεῖνος μὲν οὖν τῇ κατὰ τὸ παρὸν εὐημερίᾳ γεγαυρωμένος καὶ οὐ καϑορῶν τὸ τοῦ μεγίστου ϑεοῦ κράτος, ὑπολαμβάνων δὲ διηνεκῶς ἐν τῇ αὐτῇ διαμενεῖν βουλῇ, ἔγραψεν κατ' αὐτῶν ἐπιστολὴν τήνδε
Verse: 12    
Βασιλεὺς Πτολεμαῖος Φιλοπάτωρ τοῖς κατ' Αἴγυπτον καὶ κατὰ τόπον στρατηγοῖς καὶ στρατιώταις χαίρειν καὶ ἐρρῶσϑαι·
Verse: 13    
ἔρρωμαι δὲ καὶ αὐτὸς ἐγὼ καὶ τὰ πράγματα ἡμῶν.
Verse: 14    
τῆς εἰς τὴν ᾽Ασίαν γενομένης ἡμῖν ἐπιστρατείας, ἧς ἴστε καὶ αὐτοί, τῇ τῶν ϑεῶν ἀπροπτώτῳ συμμαχίᾳ κατὰ λόγον ἐπὶ τέλος ἀχϑείσης
Verse: 15    
ἡγησάμεϑα μὴ βίᾳ δόρατος, ἐπιεικείᾳ δὲ καὶ πολλῇ ϕιλανϑρωπίᾳ τιϑηνήσασϑαι τὰ κατοικοῦντα Κοίλην Συρίαν καὶ Φοινίκην ἔϑνη εὖ ποιῆσαί τε ἀσμένως.
Verse: 16    
καὶ τοῖς κατὰ πόλιν ἱεροῖς ἀπονείμαντες προσόδους πλείστας προήχϑημεν καὶ εἰς τὰ Ιεροσόλυμα ἀναβάντες τιμῆσαι τὸ ἱερὸν τῶν ἀλιτηρίων καὶ μηδέποτε ληγόντων τῆς ἀνοίας.
Verse: 17    
οἱ δὲ λόγῳ μὲν τὴν ἡμετέραν ἀποδεξάμενοι παρουσίαν, τῷ δὲ πράγματι νόϑως, προϑυμηϑέντων ἡμῶν εἰσελϑεῖν εἰς τὸν ναὸν αὐτῶν καὶ τοῖς ἐκπρεπέσιν καὶ καλλίστοις ἀναϑήμασιν τιμῆσαι
Verse: 18    
τύϕοις ϕερόμενοι παλαιοτέροις εἶρξαν ἡμᾶς τῆς εἰσόδου λειπόμενοι τῆς ἡμετέρας ἀλκῆς δι' ἣν ἔχομεν πρὸς ἅπαντας ἀνϑρώπους ϕιλανϑρωπίαν.
Verse: 19    
τὴν δὲ αὐτῶν εἰς ἡμᾶς δυσμένειαν ἔκδηλον καϑιστάντες ὡς μονώτατοι τῶν ἐϑνῶν βασιλεῦσιν καὶ τοῖς ἑαυτῶν εὐεργέταις ὑψαυχενοῦντες οὐδὲν γνήσιον βούλονται ϕέρειν.
Verse: 20    
ἡμεῖς δὲ τῇ τούτων ἀνοίᾳ συμπεριενεχϑέντες καὶ μετὰ νίκης διακομισϑέντες εἰς τὴν Αἴγυπτον τοῖς πᾶσιν ἔϑνεσιν ϕιλανϑρώπως ἀπαντήσαντες καϑὼς ἔπρεπεν ἐποιήσαμεν,
Verse: 21    
ἐν δὲ τούτοις πρὸς τοὺς ὁμοϕύλους αὐτῶν ἀμνησικακίαν ἅπασιν γνωρίζοντες· διά τε τὴν συμμαχίαν καὶ τὰ πεπιστευμένα μετὰ ἁπλότητος αὐτοῖς ἀρχῆϑεν μύρια πράγματα τολμήσαντες ἐξαλλοιῶσαι ἐβουλήϑημεν καὶ πολιτείας αὐτοὺς ᾽Αλεξανδρέων καταξιῶσαι καὶ μετόχους τῶν ἀεὶ ἱερῶν καταστῆσαι.
Verse: 22    
οἱ δὲ τοὐναντίον ἐκδεχόμενοι καὶ τῇ συμϕύτῳ κακοηϑείᾳ τὸ καλὸν ἀπωσάμενοι, διηνεκῶς δὲ εἰς τὸ ϕαῦλον ἐκνεύοντες
Verse: 23    
οὐ μόνον ἀπεστρέψαντο τὴν ἀτίμητον πολιτείαν, ἀλλὰ καὶ βδελύσσονται λόγῳ τε καὶ σιγῇ τοὺς ἐν αὐτοῖς ὀλίγους πρὸς ἡμᾶς γνησίως διακειμένους παρ' ἕκαστα ὑϕορώμενοι μετὰ τῆς δυσκλεεστάτης ἐμβιώσεως διὰ τάχους ἡμᾶς καταστρέψαι τὰ πράγματα.
Verse: 24    
διὸ καὶ τεκμηρίοις καλῶς πεπεισμένοι τούτους κατὰ πάντα δυσνοεῖν ἡμῖν τρόπον καὶ προνοούμενοι μήποτε αἰϕνιδίου μετέπειτα ταραχῆς ἐνστάσης ἡμῖν τοὺς δυσσεβεῖς τούτους κατὰ νώτου προδότας καὶ βαρβάρους ἔχωμεν πολεμίους
Verse: 25    
προστετάχαμεν ἅμα τῷ προσπεσεῖν τὴν ἐπιστολὴν τήνδε αὐϑωρὶ τοὺς ἐννεμομένους σὺν γυναιξὶ καὶ τέκνοις μετὰ ὕβρεων καὶ σκυλμῶν ἀποστεῖλαι πρὸς ἡμᾶς ἐν δεσμοῖς σιδηροῖς πάντοϑεν κατακεκλεισμένους, εἰς ἀνήκεστον καὶ δυσκλεῆ πρέποντα δυσμενέσι ϕόνον.
Verse: 26    
τούτων γὰρ ὁμοῦ κολασϑέντων διειλήϕαμεν εἰς τὸν ἐπίλοιπον χρόνον τελείως ἡμῖν τὰ πράγματα ἐν εὐσταϑείᾳ καὶ τῇ βελτίστῃ διαϑέσει κατασταϑήσεσϑαι.
Verse: 27    
ὃς δ' ἂν σκεπάσῃ τινὰ τῶν Ιουδαίων ἀπὸ γεραιοῦ μέχρι νηπίου καὶ μέχρι τῶν ὑπομαστιδίων, αἰσχίσταις βασάνοις ἀποτυμπανισϑήσεται πανοικίᾳ.
Verse: 28    
μηνύειν δὲ τὸν βουλόμενον, ἐϕ' τὴν οὐσίαν τοῦ ἐμπίπτοντος ὑπὸ τὴν εὔϑυναν λήμψεται καὶ ἐκ τοῦ βασιλικοῦ ἀργυρίου δραχμὰς δισχιλίας καὶ τῇ ἐλευϑερίᾳ στεϕανωϑήσεται.
Verse: 29    
πᾶς δὲ τόπος, οὗ ἐὰν ϕωραϑῇ τὸ σύνολον σκεπαζόμενος Ιουδαῖος, ἄβατος καὶ πυριϕλεγὴς γινέσϑω καὶ πάσῃ ϑνητῇ ϕύσει καϑ' ἅπαν ἄχρηστος ϕανήσεται εἰς τὸν ἀεὶ χρόνον.
Verse: 30    
Καὶ μὲν τῆς ἐπιστολῆς τύπος οὕτως ἐγέγραπτο.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.