TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 547
Chapter: 3
Verse: 1
῝Α
καὶ
μεταλαμβάνων
ὁ
δυσσεβὴς
ἐπὶ
τοσοῦτον
ἐξεχόλησεν
ὥστε
οὐ
μόνον
τοῖς
κατὰ
᾽Αλεξάνδρειαν
διοργίζεσϑαι
,
ἀλλὰ
καὶ
τοῖς
ἐν
τῇ
χώρᾳ
βαρυτέρως
ἐναντιωϑῆναι
καὶ
προστάξαι
σπεύσαντας
συναγαγεῖν
πάντας
ἐπὶ
τὸ
αὐτὸ
καὶ
χειρίστῳ
μόρῳ
τοῦ
ζῆν
μεταστῆσαι
.
Verse: 2
τούτων
δὲ
οἰκονομουμένων
ϕήμη
δυσμενὴς
ἐξηχεῖτο
κατὰ
τοῦ
γένους
ἀνϑρώποις
συμϕρονοῦσιν
εἰς
κακοποίησιν
ἀϕορμῆς
διδομένης
εἰς
διάϑεσιν
ὡς
ἂν
ἀπὸ
τῶν
νομίμων
αὐτοὺς
κωλυόντων
.
Verse: 3
οἱ
δὲ
Ιουδαῖοι
τὴν
μὲν
πρὸς
τοὺς
βασιλεῖς
εὔνοιαν
καὶ
πίστιν
ἀδιάστροϕον
ἦσαν
ϕυλάσσοντες
,
Verse: 4
σεβόμενοι
δὲ
τὸν
ϑεὸν
καὶ
τῷ
τούτου
νόμῳ
πολιτευόμενοι
χωρισμὸν
ἐποίουν
ἐπὶ
τῷ
κατὰ
τὰς
τροϕάς
,
δι
'
ἣν
αἰτίαν
ἐνίοις
ἀπεχϑεῖς
ἐϕαίνοντο
.
Verse: 5
τῇ
δὲ
τῶν
δικαίων
εὐπραξίᾳ
κοσμοῦντες
τὴν
συναναστροϕὴν
ἅπασιν
ἀνϑρώποις
εὐδόκιμοι
καϑειστήκεισαν
.
Verse: 6
τὴν
μὲν
οὖν
περὶ
τοῦ
γένους
ἐν
πᾶσιν
ϑρυλουμένην
εὐπραξίαν
οἱ
ἀλλόϕυλοι
οὐδαμῶς
διηριϑμήσαντο
,
Verse: 7
τὴν
δὲ
περὶ
τῶν
προσκυνήσεων
καὶ
τροϕῶν
διάστασιν
ἐϑρύλουν
ϕάσκοντες
μήτε
τῷ
βασιλεῖ
μήτε
ταῖς
δυνάμεσιν
ὁμοσπόνδους
τοὺς
ἀνϑρώπους
γίνεσϑαι
,
δυσμενεῖς
δὲ
εἶναι
καὶ
μέγα
τι
τοῖς
πράγμασιν
ἐναντιουμένους
·
καὶ
οὐ
τῷ
τυχόντι
περιῆψαν
ψόγῳ
.
Verse: 8
οἱ
δὲ
κατὰ
τὴν
πόλιν
῞Ελληνες
οὐδὲν
ἠδικημένοι
ταραχὴν
ἀπροσδόκητον
περὶ
τοὺς
ἀνϑρώπους
ϑεωροῦντες
καὶ
συνδρομὰς
ἀπροσκόπους
γινομένας
βοηϑεῖν
μὲν
οὐκ
ἔσϑενον
,
τυραννικὴ
γὰρ
ἦν
ἡ
διάϑεσις
,
παρεκάλουν
δὲ
καὶ
δυσϕόρως
εἶχον
καὶ
μεταπεσεῖσϑαι
ταῦτα
ὑπελάμβανον
·
Verse: 9
μὴ
γὰρ
οὕτω
παροραϑήσεσϑαι
τηλικοῦτο
σύστεμα
μηδὲν
ἠγνοηκός
.
Verse: 10
ἤδη
δὲ
καί
τινες
γείτονές
τε
καὶ
ϕίλοι
καὶ
συμπραγματευόμενοι
μυστικῶς
τινας
ἐπισπώμενοι
πίστεις
ἐδίδουν
συνασπιεῖν
καὶ
πᾶν
ἐκτενὲς
προσοίσεσϑαι
πρὸς
ἀντίλημψιν
.
Verse: 11
᾽Εκεῖνος
μὲν
οὖν
τῇ
κατὰ
τὸ
παρὸν
εὐημερίᾳ
γεγαυρωμένος
καὶ
οὐ
καϑορῶν
τὸ
τοῦ
μεγίστου
ϑεοῦ
κράτος
,
ὑπολαμβάνων
δὲ
διηνεκῶς
ἐν
τῇ
αὐτῇ
διαμενεῖν
βουλῇ
,
ἔγραψεν
κατ
'
αὐτῶν
ἐπιστολὴν
τήνδε
Verse: 12
Βασιλεὺς
Πτολεμαῖος
Φιλοπάτωρ
τοῖς
κατ
'
Αἴγυπτον
καὶ
κατὰ
τόπον
στρατηγοῖς
καὶ
στρατιώταις
χαίρειν
καὶ
ἐρρῶσϑαι
·
Verse: 13
ἔρρωμαι
δὲ
καὶ
αὐτὸς
ἐγὼ
καὶ
τὰ
πράγματα
ἡμῶν
.
Verse: 14
τῆς
εἰς
τὴν
᾽Ασίαν
γενομένης
ἡμῖν
ἐπιστρατείας
,
ἧς
ἴστε
καὶ
αὐτοί
,
τῇ
τῶν
ϑεῶν
ἀπροπτώτῳ
συμμαχίᾳ
κατὰ
λόγον
ἐπὶ
τέλος
ἀχϑείσης
Verse: 15
ἡγησάμεϑα
μὴ
βίᾳ
δόρατος
,
ἐπιεικείᾳ
δὲ
καὶ
πολλῇ
ϕιλανϑρωπίᾳ
τιϑηνήσασϑαι
τὰ
κατοικοῦντα
Κοίλην
Συρίαν
καὶ
Φοινίκην
ἔϑνη
εὖ
ποιῆσαί
τε
ἀσμένως
.
Verse: 16
καὶ
τοῖς
κατὰ
πόλιν
ἱεροῖς
ἀπονείμαντες
προσόδους
πλείστας
προήχϑημεν
καὶ
εἰς
τὰ
Ιεροσόλυμα
ἀναβάντες
τιμῆσαι
τὸ
ἱερὸν
τῶν
ἀλιτηρίων
καὶ
μηδέποτε
ληγόντων
τῆς
ἀνοίας
.
Verse: 17
οἱ
δὲ
λόγῳ
μὲν
τὴν
ἡμετέραν
ἀποδεξάμενοι
παρουσίαν
,
τῷ
δὲ
πράγματι
νόϑως
,
προϑυμηϑέντων
ἡμῶν
εἰσελϑεῖν
εἰς
τὸν
ναὸν
αὐτῶν
καὶ
τοῖς
ἐκπρεπέσιν
καὶ
καλλίστοις
ἀναϑήμασιν
τιμῆσαι
Verse: 18
τύϕοις
ϕερόμενοι
παλαιοτέροις
εἶρξαν
ἡμᾶς
τῆς
εἰσόδου
λειπόμενοι
τῆς
ἡμετέρας
ἀλκῆς
δι
'
ἣν
ἔχομεν
πρὸς
ἅπαντας
ἀνϑρώπους
ϕιλανϑρωπίαν
.
Verse: 19
τὴν
δὲ
αὐτῶν
εἰς
ἡμᾶς
δυσμένειαν
ἔκδηλον
καϑιστάντες
ὡς
μονώτατοι
τῶν
ἐϑνῶν
βασιλεῦσιν
καὶ
τοῖς
ἑαυτῶν
εὐεργέταις
ὑψαυχενοῦντες
οὐδὲν
γνήσιον
βούλονται
ϕέρειν
.
Verse: 20
ἡμεῖς
δὲ
τῇ
τούτων
ἀνοίᾳ
συμπεριενεχϑέντες
καὶ
μετὰ
νίκης
διακομισϑέντες
εἰς
τὴν
Αἴγυπτον
τοῖς
πᾶσιν
ἔϑνεσιν
ϕιλανϑρώπως
ἀπαντήσαντες
καϑὼς
ἔπρεπεν
ἐποιήσαμεν
,
Verse: 21
ἐν
δὲ
τούτοις
πρὸς
τοὺς
ὁμοϕύλους
αὐτῶν
ἀμνησικακίαν
ἅπασιν
γνωρίζοντες
·
διά
τε
τὴν
συμμαχίαν
καὶ
τὰ
πεπιστευμένα
μετὰ
ἁπλότητος
αὐτοῖς
ἀρχῆϑεν
μύρια
πράγματα
τολμήσαντες
ἐξαλλοιῶσαι
ἐβουλήϑημεν
καὶ
πολιτείας
αὐτοὺς
᾽Αλεξανδρέων
καταξιῶσαι
καὶ
μετόχους
τῶν
ἀεὶ
ἱερῶν
καταστῆσαι
.
Verse: 22
οἱ
δὲ
τοὐναντίον
ἐκδεχόμενοι
καὶ
τῇ
συμϕύτῳ
κακοηϑείᾳ
τὸ
καλὸν
ἀπωσάμενοι
,
διηνεκῶς
δὲ
εἰς
τὸ
ϕαῦλον
ἐκνεύοντες
Verse: 23
οὐ
μόνον
ἀπεστρέψαντο
τὴν
ἀτίμητον
πολιτείαν
,
ἀλλὰ
καὶ
βδελύσσονται
λόγῳ
τε
καὶ
σιγῇ
τοὺς
ἐν
αὐτοῖς
ὀλίγους
πρὸς
ἡμᾶς
γνησίως
διακειμένους
παρ
'
ἕκαστα
ὑϕορώμενοι
μετὰ
τῆς
δυσκλεεστάτης
ἐμβιώσεως
διὰ
τάχους
ἡμᾶς
καταστρέψαι
τὰ
πράγματα
.
Verse: 24
διὸ
καὶ
τεκμηρίοις
καλῶς
πεπεισμένοι
τούτους
κατὰ
πάντα
δυσνοεῖν
ἡμῖν
τρόπον
καὶ
προνοούμενοι
μήποτε
αἰϕνιδίου
μετέπειτα
ταραχῆς
ἐνστάσης
ἡμῖν
τοὺς
δυσσεβεῖς
τούτους
κατὰ
νώτου
προδότας
καὶ
βαρβάρους
ἔχωμεν
πολεμίους
Verse: 25
προστετάχαμεν
ἅμα
τῷ
προσπεσεῖν
τὴν
ἐπιστολὴν
τήνδε
αὐϑωρὶ
τοὺς
ἐννεμομένους
σὺν
γυναιξὶ
καὶ
τέκνοις
μετὰ
ὕβρεων
καὶ
σκυλμῶν
ἀποστεῖλαι
πρὸς
ἡμᾶς
ἐν
δεσμοῖς
σιδηροῖς
πάντοϑεν
κατακεκλεισμένους
,
εἰς
ἀνήκεστον
καὶ
δυσκλεῆ
πρέποντα
δυσμενέσι
ϕόνον
.
Verse: 26
τούτων
γὰρ
ὁμοῦ
κολασϑέντων
διειλήϕαμεν
εἰς
τὸν
ἐπίλοιπον
χρόνον
τελείως
ἡμῖν
τὰ
πράγματα
ἐν
εὐσταϑείᾳ
καὶ
τῇ
βελτίστῃ
διαϑέσει
κατασταϑήσεσϑαι
.
Verse: 27
ὃς
δ
'
ἂν
σκεπάσῃ
τινὰ
τῶν
Ιουδαίων
ἀπὸ
γεραιοῦ
μέχρι
νηπίου
καὶ
μέχρι
τῶν
ὑπομαστιδίων
,
αἰσχίσταις
βασάνοις
ἀποτυμπανισϑήσεται
πανοικίᾳ
.
Verse: 28
μηνύειν
δὲ
τὸν
βουλόμενον
,
ἐϕ
'
ᾧ
τὴν
οὐσίαν
τοῦ
ἐμπίπτοντος
ὑπὸ
τὴν
εὔϑυναν
λήμψεται
καὶ
ἐκ
τοῦ
βασιλικοῦ
ἀργυρίου
δραχμὰς
δισχιλίας
καὶ
τῇ
ἐλευϑερίᾳ
στεϕανωϑήσεται
.
Verse: 29
πᾶς
δὲ
τόπος
,
οὗ
ἐὰν
ϕωραϑῇ
τὸ
σύνολον
σκεπαζόμενος
Ιουδαῖος
,
ἄβατος
καὶ
πυριϕλεγὴς
γινέσϑω
καὶ
πάσῃ
ϑνητῇ
ϕύσει
καϑ
'
ἅπαν
ἄχρηστος
ϕανήσεται
εἰς
τὸν
ἀεὶ
χρόνον
.
Verse: 30
Καὶ
ὁ
μὲν
τῆς
ἐπιστολῆς
τύπος
οὕτως
ἐγέγραπτο
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.