TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 549
Previous part

Chapter: 5 
Verse: 1    Τότε προσκαλεσάμενος ῞Ερμωνα τὸν πρὸς τῇ τῶν ἐλεϕάντων ἐπιμελείᾳ βαρείᾳ μεμεστωμένος ὀργῇ καὶ χόλῳ κατὰ πᾶν ἀμετάϑετος
Verse: 2    
ἐκέλευσεν ὑπὸ τὴν ἐπερχομένην ἡμέραν δαψιλέσι δράκεσι λιβανωτοῦ καὶ οἴνῳ πλείονι ἀκράτῳ ἅπαντας τοὺς ἐλέϕαντας ποτίσαι ὄντας τὸν ἀριϑμὸν πεντακοσίους καὶ ἀγριωϑέντας τῇ τοῦ πόματος ἀϕϑόνῳ χορηγίᾳ εἰσαγαγεῖν πρὸς συνάντησιν τοῦ μόρου τῶν Ιουδαίων.
Verse: 3    
μὲν τάδε προστάσσων ἐτρέπετο πρὸς τὴν εὐωχίαν συναγαγὼν τοὺς μάλιστα τῶν ϕίλων καὶ τῆς στρατιᾶς ἀπεχϑῶς ἔχοντας πρὸς τοὺς Ιουδαίους.
Verse: 4    
δὲ ἐλεϕαντάρχης τὸ προσταγὲν ἀραρότως ῞Ερμων συνετέλει.
Verse: 5    
οἵ τε πρὸς τούτοις λειτουργοὶ κατὰ τὴν ἑσπέραν ἐξιόντες τὰς τῶν ταλαιπωρούντων ἐδέσμευον χεῖρας τήν τε λοιπὴν ἐμηχανῶντο περὶ αὐτοὺς ἀσϕάλειαν ἔννυχον δόξαντες ὁμοῦ λήμψεσϑαι τὸ ϕῦλον πέρας τῆς ὀλεϑρίας.
Verse: 6    
οἱ δὲ πάσης σκέπης ἔρημοι δοκοῦντες εἶναι τοῖς ἔϑνεσιν Ιουδαῖοι διὰ τὴν πάντοϑεν περιέχουσαν αὐτοὺς μετὰ δεσμῶν ἀνάγκην
Verse: 7    
τὸν παντοκράτορα κύριον καὶ πάσης δυνάμεως δυναστεύοντα, ἐλεήμονα ϑεὸν αὐτῶν καὶ πατέρα, δυσκαταπαύστῳ βοῇ πάντες μετὰ δακρύων ἐπεκαλέσαντο δεόμενοι
Verse: 8    
τὴν κατ' αὐτῶν μεταστρέψαι βουλὴν ἀνοσίαν καὶ ῥύσασϑαι αὐτοὺς μετὰ μεγαλομεροῦς ἐπιϕανείας ἐκ τοῦ παρὰ πόδας ἐν ἑτοίμῳ μόρου.
Verse: 9    
τούτων μὲν οὖν ἐκτενῶς λιτανεία ἀνέβαινεν εἰς τὸν οὐρανόν.
Verse: 10    
῾Ο δὲ ῞Ερμων τοὺς ἀνηλεεῖς ἐλέϕαντας ποτίσας πεπληρωμένους τῆς τοῦ οἴνου πολλῆς χορηγίας καὶ τοῦ λιβάνου μεμεστωμένους ὄρϑριος ἐπὶ τὴν αὐλὴν παρῆν περὶ τούτων προσαγγεῖλαι τῷ βασιλεῖ.
Verse: 11    
τὸ δὲ ἀπ' αἰῶνος χρόνου κτίσμα καλὸν ἐν νυκτὶ καὶ ἡμέρᾳ ἐπιβαλλόμενον ὑπὸ τοῦ χαριζομένου πᾶσιν, οἷς ἂν αὐτὸς ϑελήσῃ, ὕπνου μέρος ἀπέστειλεν εἰς τὸν βασιλέα,
Verse: 12    
καὶ ἡδίστῳ καὶ βαϑεῖ κατεσχέϑη τῇ ἐνεργείᾳ τοῦ δεσπότου τῆς ἀϑέσμου μὲν προϑέσεως πολὺ διεσϕαλμένος, τοῦ δὲ ἀμεταϑέτου λογισμοῦ μεγάλως διεψευσμένος.
Verse: 13    
οἵ τε Ιουδαῖοι τὴν προσημανϑεῖσαν ὥραν διαϕυγόντες τὸν ἅγιον ᾔνουν ϑεὸν αὐτῶν καὶ πάλιν ἠξίουν τὸν εὐκατάλλακτον δεῖξαι μεγαλοσϑενοῦς ἑαυτοῦ χειρὸς κράτος ἔϑνεσιν ὑπερηϕάνοις.
Verse: 14    
μεσούσης δὲ ἤδη δεκάτης ὥρας σχεδὸν πρὸς ταῖς κλήσεσιν τεταγμένος ἀϑρόους τοὺς κλητοὺς ἰδὼν ἔνυξεν προσελϑὼν τὸν βασιλέα.
Verse: 15    
καὶ μόλις διεγείρας ὑπέδειξε τὸν τῆς συμποσίας καιρὸν ἤδη παρατρέχοντα τὸν περὶ τούτων λόγον ποιούμενος.
Verse: 16    
ὃν βασιλεὺς λογισάμενος καὶ τραπεὶς εἰς τὸν πότον ἐκέλευσεν τοὺς παραγεγονότας ἐπὶ τὴν συμποσίαν ἄντικρυς ἀνακλῖναι αὐτοῦ.
Verse: 17    
οὗ καὶ γενομένου παρῄνει εἰς εὐωχίαν δόντας ἑαυτοὺς τὸ παρὸν τῆς συμποσίας ἐπὶ πολὺ γεραιρομένους εἰς εὐϕροσύνην καταϑέσϑαι μέρος.
Verse: 18    
ἐπὶ πλεῖον δὲ προβαινούσης τῆς ὁμιλίας τὸν ῞Ερμωνα προσκαλεσάμενος βασιλεὺς μετὰ πικρᾶς ἀπειλῆς ἐπυνϑάνετο, τίνος ἕνεκεν αἰτίας εἰάϑησαν οἱ Ιουδαῖοι τὴν περιοῦσαν ἡμέραν περιβεβιωκότες.
Verse: 19    
τοῦ δὲ ὑποδείξαντος ἔτι νυκτὸς τὸ προσταγὲν ἐπὶ τέλος ἀγειοχέναι καὶ τῶν ϕίλων αὐτῷ προσμαρτυρησάντων
Verse: 20    
τὴν ὠμότητα χείρονα Φαλάριδος ἐσχηκὼς ἔϕη τῷ τῆς σήμερον ὕπνῳ χάριν ἔχειν αὐτούς· ἀνυπερϑέτως δὲ εἰς τὴν ἐπιτελοῦσαν ἡμέραν κατὰ τὸ ὅμοιον ἑτοίμασον τοὺς ἐλέϕαντας ἐπὶ τὸν τῶν ἀϑεμίτων Ιουδαίων ἀϕανισμόν.
Verse: 21    
εἰπόντος δὲ τοῦ βασιλέως ἀσμένως πάντες μετὰ χαρᾶς οἱ παρόντες ὁμοῦ συναινέσαντες εἰς τὸν ἴδιον οἶκον ἕκαστος ἀνέλυσεν.
Verse: 22    
καὶ οὐχ οὕτως εἰς ὕπνον κατεχρήσαντο τὸν χρόνον τῆς νυκτός, ὡς εἰς τὸ παντοίους μηχανᾶσϑαι τοῖς ταλαιπώροις δοκοῦσιν ἐμπαιγμούς.
Verse: 23    
῎Αρτι δὲ ἀλεκτρυὼν ἐκέκραγεν ὄρϑριος, καὶ τὰ ϑηρία καϑωπλικὼς ῞Ερμων ἐν τῷ μεγάλῳ περιστύλῳ διεκίνει.
Verse: 24    
τὰ δὲ κατὰ τὴν πόλιν πλήϑη συνήϑροιστο πρὸς τὴν οἰκτροτάτην ϑεωρίαν προσδοκῶντα τὴν πρωίαν μετὰ σπουδῆς.
Verse: 25    
οἱ δὲ Ιουδαῖοι κατὰ τὸν ἀμερῆ ψυχουλκούμενοι χρόνον πολύδακρυν ἱκετείαν ἐν μέλεσιν γοεροῖς τείνοντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐδέοντο τοῦ μεγίστου ϑεοῦ πάλιν αὐτοῖς βοηϑῆσαι συντόμως.
Verse: 26    
οὔπω δὲ ἡλίου βολαὶ κατεσπείροντο, καὶ τοῦ βασιλέως τοὺς ϕίλους ἐκδεχομένου ῞Ερμων παραστὰς ἐκάλει πρὸς τὴν ἔξοδον ὑποδεικνύων τὸ πρόϑυμον τοῦ βασιλέως ἐν ἑτοίμῳ κεῖσϑαι.
Verse: 27    
τοῦ δὲ ἀποδεξαμένου καὶ καταπλαγέντος ἐπὶ τῇ παρανόμῳ ἐξόδῳ κατὰ πᾶν ἀγνωσίᾳ κεκρατημένος ἐπυνϑάνετο, τί τὸ πρᾶγμα, ἐϕ' οὗ τοῦτο αὐτῷ μετὰ σπουδῆς τετέλεσται·
Verse: 28    
τοῦτο δὲ ἦν ἐνέργεια τοῦ πάντα δεσποτεύοντος ϑεοῦ τῶν πρὶν αὐτῷ μεμηχανημένων λήϑην κατὰ διάνοιαν ἐντεϑεικότος.
Verse: 29    
ὑπεδείκνυεν ῞Ερμων καὶ πάντες οἱ ϕίλοι τὰ ϑηρία καὶ τὰς δυνάμεις ἡτοιμάσϑαι, βασιλεῦ, κατὰ τὴν σὴν ἐκτενῆ πρόϑεσιν.
Verse: 30    
δὲ ἐπὶ τοῖς ῥηϑεῖσιν πληρωϑεὶς βαρεῖ χόλῳ διὰ τὸ περὶ τούτων προνοίᾳ ϑεοῦ διεσκεδάσϑαι πᾶν αὐτοῦ τὸ νόημα ἐνατενίσας μετὰ ἀπειλῆς εἶπεν
Verse: 31    
῞Οσοι γονεῖς παρῆσαν παίδων γόνοι, τήνδε ϑηρσὶν ἀγρίοις ἐσκεύασα ἂν δαψιλῆ ϑοῖναν ἀντὶ τῶν ἀνεγκλήτων ἐμοὶ καὶ προγόνοις ἐμοῖς ἀποδεδειγμένων ὁλοσχερῆ βεβαίαν πίστιν ἐξόχως Ιουδαίων.
Verse: 32    
καίπερ εἰ μὴ διὰ τὴν τῆς συντροϕίας στοργὴν καὶ τῆς χρείας, τὸ ζῆν ἀντὶ τούτων ἐστερήϑης.
Verse: 33    
οὕτως ῞Ερμων ἀπροσδόκητον ἐπικίνδυνον ὑπήνεγκεν ἀπειλὴν καὶ τῇ ὁράσει καὶ τῷ προσώπῳ συνεστάλη.
Verse: 34    
καϑεῖς δὲ τῶν ϕίλων σκυϑρωπῶς ὑπεκρέων τοὺς συνηϑροισμένους ἀπέλυσαν ἕκαστον ἐπὶ τὴν ἰδίαν ἀσχολίαν.
Verse: 35    
οἵ τε Ιουδαῖοι τὰ παρὰ τοῦ βασιλέως ἀκούσαντες τὸν ἐπιϕανῆ ϑεὸν κύριον βασιλέα τῶν βασιλέων ᾔνουν καὶ τῆσδε τῆς βοηϑείας αὐτοῦ τετευχότες.
Verse: 36    
Κατὰ δὲ τοὺς αὐτοὺς νόμους βασιλεὺς συστησάμενος πᾶν τὸ συμπόσιον εἰς εὐϕροσύνην τραπῆναι παρεκάλει.
Verse: 37    
τὸν δὲ ῞Ερμωνα προσκαλεσάμενος μετὰ ἀπειλῆς εἶπεν Ποσάκις δὲ δεῖ σοι περὶ τούτων αὐτῶν προστάττειν, ἀϑλιώτατε;
Verse: 38    
τοὺς ἐλέϕαντας ἔτι καὶ νῦν καϑόπλισον εἰς τὴν αὔριον ἐπὶ τὸν τῶν Ιουδαίων ἀϕανισμόν.
Verse: 39    
οἱ δὲ συνανακείμενοι συγγενεῖς τὴν ἀσταϑῆ διάνοιαν αὐτοῦ ϑαυμάζοντες προεϕέροντο τάδε
Verse: 40    
Βασιλεῦ, μέχρι τίνος ὡς ἀλόγους ἡμᾶς διαπειράζεις προστάσσων ἤδη τρίτον αὐτοὺς ἀϕανίσαι καὶ πάλιν ἐπὶ τῶν πραγμάτων ἐκ μεταβολῆς ἀναλύων τὰ σοὶ δεδογμένα;
Verse: 41    
ὧν χάριν πόλις διὰ τὴν προσδοκίαν ὀχλεῖ καὶ πληϑύουσα συστροϕαῖς ἤδη καὶ κινδυνεύει πολλάκις διαρπασϑῆναι.
Verse: 42    
ὅϑεν κατὰ πάντα Φάλαρις βασιλεὺς ἐμπληϑυνϑεὶς ἀλογιστίας καὶ τὰς γινομένας πρὸς ἐπισκοπὴν τῶν Ιουδαίων ἐν αὐτῷ μεταβολὰς τῆς ψυχῆς παρ' οὐδὲν ἡγούμενος ἀτελέστατον βεβαίως ὅρκον ὁρισάμενος τούτους μὲν ἀνυπερϑέτως πέμψειν εἰς ᾅδην ἐν γόνασιν καὶ ποσὶν ϑηρίων ᾐκισμένους,
Verse: 43    
ἐπιστρατεύσαντα δὲ ἐπὶ τὴν Ιουδαίαν ἰσόπεδον πυρὶ καὶ δόρατι ϑήσεσϑαι διὰ τάχους καὶ τὸν ἄβατον ἡμῖν αὐτῶν ναὸν πυρὶ πρηνέα ἐν τάχει τῶν συντελούντων ἐκεῖ ϑυσίας ἔρημον εἰς τὸν ἅπαντα χρόνον καταστήσειν.
Verse: 44    
τότε περιχαρεῖς ἀναλύσαντες οἱ ϕίλοι καὶ συγγενεῖς μετὰ πίστεως διέτασσον τὰς δυνάμεις ἐπὶ τοὺς εὐκαιροτάτους τόπους τῆς πόλεως πρὸς τὴν τήρησιν.
Verse: 45    
δὲ ἐλεϕαντάρχης τὰ ϑηρία σχεδὸν ὡς εἰπεῖν εἰς κατάστεμα μανιῶδες ἀγειοχὼς εὐωδεστάτοις πόμασιν οἴνου λελιβανωμένου ϕοβερῶς κεκοσμημένα κατασκευαῖς
Verse: 46    
περὶ τὴν ἕω τῆς πόλεως ἤδη πλήϑεσιν ἀναριϑμήτοις κατὰ τοῦ ἱπποδρόμου καταμεμεστωμένης εἰσελϑὼν εἰς τὴν αὐλὴν ἐπὶ τὸ προκείμενον ὤτρυνε τὸν βασιλέα.
Verse: 47    
δὲ ὀργῇ βαρείᾳ γεμίσας δυσσεβῆ ϕρένα παντὶ τῷ βάρει σὺν τοῖς ϑηρίοις ἐξώρμησε βουλόμενος ἀτρώτῳ καρδίᾳ καὶ κόραις ὀϕϑαλμῶν ϑεάσασϑαι τὴν ἐπίπονον καὶ ταλαίπωρον τῶν προσεσημαμμένων καταστροϕήν.
Verse: 48    
ὡς δὲ τῶν ἐλεϕάντων ἐξιόντων περὶ πύλην καὶ τῆς συνεπομένης ἐνόπλου δυνάμεως τῆς τε τοῦ πλήϑους πορείας κονιορτὸν ἰδόντες καὶ βαρυηχῆ ϑόρυβον ἀκούσαντες οἱ Ιουδαῖοι
Verse: 49    
ὑστάτην βίου ῥοπὴν αὐτοῖς ἐκείνην δόξαντες εἶναι τὸ τέλος τῆς ἀϑλιωτάτης προσδοκίας εἰς οἶκτον καὶ γόους τραπέντες κατεϕίλουν ἀλλήλους περιπλεκόμενοι τοῖς συγγενέσιν ἐπὶ τοὺς τραχήλους ἐπιπίπτοντες, γονεῖς παισὶν καὶ μητέρες νεάνισιν, ἕτεραι δὲ νεογνὰ πρὸς μαστοὺς ἔχουσαι βρέϕη τελευταῖον ἕλκοντα γάλα.
Verse: 50    
οὐ μὴν δὲ ἀλλὰ καὶ τὰς ἔμπροσϑεν αὐτῶν γεγενημένας ἀντιλήμψεις ἐξ οὐρανοῦ συνιδόντες πρηνεῖς ὁμοϑυμαδὸν ῥίψαντες ἑαυτοὺς καὶ τὰ νήπια χωρίσαντες τῶν μαστῶν
Verse: 51    
ἀνεβόησαν ϕωνῇ μεγάλῃ σϕόδρα τὸν τῆς ἁπάσης δυνάμεως δυνάστην ἱκετεύοντες οἰκτῖραι μετὰ ἐπιϕανείας αὐτοὺς ἤδη πρὸς πύλαις ᾅδου καϑεστῶτας.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.