TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 985
Previous part

Book: Mal. 
ΜΑΛΑΧΙΑΣ


Chapter: 1 
Verse: 1    Λῆμμα λόγου κυρίου ἐπὶ τὸν Ισραηλ ἐν χειρὶ ἀγγέλου αὐτοῦ· ϑέσϑε δὴ ἐπὶ τὰς καρδίας ὑμῶν.
Verse: 2    
᾽Ηγάπησα ὑμᾶς, λέγει κύριος. καὶ εἴπατε ᾽Εν τίνι ἠγάπησας ἡμᾶς; οὐκ ἀδελϕὸς ἦν Ησαυ τοῦ Ιακωβ; λέγει κύριος· καὶ ἠγάπησα τὸν Ιακωβ,
Verse: 3    
τὸν δὲ Ησαυ ἐμίσησα καὶ ἔταξα τὰ ὅρια αὐτοῦ εἰς ἀϕανισμὸν καὶ τὴν κληρονομίαν αὐτοῦ εἰς δόματα ἐρήμου.
Verse: 4    
διότι ἐρεῖ Ιδουμαία Κατέστραπται, καὶ ἐπιστρέψωμεν καὶ ἀνοικοδομήσωμεν τὰς ἐρήμους· τάδε λέγει κύριος παντοκράτωρ Αὐτοὶ οἰκοδομήσουσιν, καὶ ἐγὼ καταστρέψω· καὶ ἐπικληϑήσεται αὐτοῖς ὅρια ἀνομίας καὶ λαὸς ἐϕ' ὃν παρατέτακται κύριος ἕως αἰῶνος.
Verse: 5    
καὶ οἱ ὀϕϑαλμοὶ ὑμῶν ὄψονται, καὶ ὑμεῖς ἐρεῖτε ᾽Εμεγαλύνϑη κύριος ὑπεράνω τῶν ὁρίων τοῦ Ισραηλ.
Verse: 6    
Υἱὸς δοξάζει πατέρα καὶ δοῦλος τὸν κύριον αὐτοῦ. καὶ εἰ πατήρ εἰμι ἐγώ, ποῦ ἐστιν δόξα μου; καὶ εἰ κύριός εἰμι ἐγώ, ποῦ ἐστιν ϕόβος μου; λέγει κύριος παντοκράτωρ. ὑμεῖς οἱ ἱερεῖς οἱ ϕαυλίζοντες τὸ ὄνομά μου· καὶ εἴπατε ᾽Εν τίνι ἐϕαυλίσαμεν τὸ ὄνομά σου;
Verse: 7    
προσάγοντες πρὸς τὸ ϑυσιαστήριόν μου ἄρτους ἠλισγημένους. καὶ εἴπατε ᾽Εν τίνι ἠλισγήσαμεν αὐτούς; ἐν τῷ λέγειν ὑμᾶς Τράπεζα κυρίου ἐξουδενωμένη ἐστὶν καὶ τὰ ἐπιτιϑέμενα βρώματα ἐξουδενωμένα.
Verse: 8    
διότι ἐὰν προσαγάγητε τυϕλὸν εἰς ϑυσίαν, οὐ κακόν; καὶ ἐὰν προσαγάγητε χωλὸν ἄρρωστον, οὐ κακόν; προσάγαγε δὴ αὐτὸ τῷ ἡγουμένῳ σου, εἰ προσδέξεται αὐτό, εἰ λήμψεται πρόσωπόν σου, λέγει κύριος παντοκράτωρ.
Verse: 9    
καὶ νῦν ἐξιλάσκεσϑε τὸ πρόσωπον τοῦ ϑεοῦ ὑμῶν καὶ δεήϑητε αὐτοῦ· ἐν χερσὶν ὑμῶν γέγονεν ταῦτα· εἰ λήμψομαι ἐξ ὑμῶν πρόσωπα ὑμῶν; λέγει κύριος παντοκράτωρ.
Verse: 10    
διότι καὶ ἐν ὑμῖν συγκλεισϑήσονται ϑύραι, καὶ οὐκ ἀνάψετε τὸ ϑυσιαστήριόν μου δωρεάν· οὐκ ἔστιν μου ϑέλημα ἐν ὑμῖν, λέγει κύριος παντοκράτωρ, καὶ ϑυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν.
Verse: 11    
διότι ἀπ' ἀνατολῶν ἡλίου ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔϑνεσιν, καὶ ἐν παντὶ τόπῳ ϑυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ ϑυσία καϑαρά, διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔϑνεσιν, λέγει κύριος παντοκράτωρ.
Verse: 12    
ὑμεῖς δὲ βεβηλοῦτε αὐτὸ ἐν τῷ λέγειν ὑμᾶς Τράπεζα κυρίου ἠλισγημένη ἐστίν, καὶ τὰ ἐπιτιϑέμενα ἐξουδένωνται βρώματα αὐτοῦ.
Verse: 13    
καὶ εἴπατε Ταῦτα ἐκ κακοπαϑείας ἐστίν, καὶ ἐξεϕύσησα αὐτὰ λέγει κύριος παντοκράτωρ· καὶ εἰσεϕέρετε ἁρπάγματα καὶ τὰ χωλὰ καὶ τὰ ἐνοχλούμενα· καὶ ἐὰν ϕέρητε τὴν ϑυσίαν, εἰ προσδέξομαι αὐτὰ ἐκ τῶν χειρῶν ὑμῶν; λέγει κύριος παντοκράτωρ.
Verse: 14    
καὶ ἐπικατάρατος ὃς ἦν δυνατὸς καὶ ὑπῆρχεν ἐν τῷ ποιμνίῳ αὐτοῦ ἄρσεν καὶ εὐχὴ αὐτοῦ ἐπ' αὐτῷ καὶ ϑύει διεϕϑαρμένον τῷ κυρίῳ· διότι βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει κύριος παντοκράτωρ, καὶ τὸ ὄνομά μου ἐπιϕανὲς ἐν τοῖς ἔϑνεσιν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.