TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 118
Previous part

Book: Num. 
ΑΡΙΘΜΟΙ


Chapter: 1 
Verse: 1    Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ τῇ Σινα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους δευτέρου ἐξελϑόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου λέγων
Verse: 2    
Λάβετε ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ισραηλ κατὰ συγγενείας αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριϑμὸν ἐξ ὀνόματος αὐτῶν κατὰ κεϕαλὴν αὐτῶν, πᾶς ἄρσην
Verse: 3    
ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ἐκπορευόμενος ἐν δυνάμει Ισραηλ, ἐπισκέψασϑε αὐτοὺς σὺν δυνάμει αὐτῶν, σὺ καὶ Ααρων ἐπισκέψασϑε αὐτούς.
Verse: 4    
καὶ μεϑ' ὑμῶν ἔσονται ἕκαστος κατὰ ϕυλὴν ἑκάστου ἀρχόντων, κατ' οἴκους πατριῶν ἔσονται.
Verse: 5    
καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἵτινες παραστήσονται μεϑ' ὑμῶν· τῶν Ρουβην Ελισουρ υἱὸς Σεδιουρ·
Verse: 6    
τῶν Συμεων Σαλαμιηλ υἱὸς Σουρισαδαι·
Verse: 7    
τῶν Ιουδα Ναασσων υἱὸς Αμιναδαβ·
Verse: 8    
τῶν Ισσαχαρ Ναϑαναηλ υἱὸς Σωγαρ·
Verse: 9    
τῶν Ζαβουλων Ελιαβ υἱὸς Χαιλων·
Verse: 10    
τῶν υἱῶν Ιωσηϕ, τῶν Εϕραιμ Ελισαμα υἱὸς Εμιουδ, τῶν Μανασση Γαμαλιηλ υἱὸς Φαδασσουρ·
Verse: 11    
τῶν Βενιαμιν Αβιδαν υἱὸς Γαδεωνι·
Verse: 12    
τῶν Δαν Αχιεζερ υἱὸς Αμισαδαι·
Verse: 13    
τῶν Ασηρ Φαγαιηλ υἱὸς Εχραν·
Verse: 14    
τῶν Γαδ Ελισαϕ υἱὸς Ραγουηλ·
Verse: 15    
τῶν Νεϕϑαλι Αχιρε υἱὸς Αιναν.
Verse: 16    
οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς, ἄρχοντες τῶν ϕυλῶν κατὰ πατριάς, χιλίαρχοι Ισραηλ εἰσίν.
Verse: 17    
καὶ ἔλαβεν Μωυσῆς καὶ Ααρων τοὺς ἄνδρας τούτους τοὺς ἀνακληϑέντας ἐξ ὀνόματος
Verse: 18    
καὶ πᾶσαν τὴν συναγωγὴν συνήγαγον ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους καὶ ἐπηξονοῦσαν κατὰ γενέσεις αὐτῶν κατὰ πατριὰς αὐτῶν κατὰ ἀριϑμὸν ὀνομάτων αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶν ἀρσενικὸν κατὰ κεϕαλὴν αὐτῶν,
Verse: 19    
ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ· καὶ ἐπεσκέπησαν ἐν τῇ ἐρήμῳ τῇ Σινα.
Verse: 20    
Καὶ ἐγένοντο οἱ υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριϑμὸν ὀνομάτων αὐτῶν κατὰ κεϕαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ἐκπορευόμενος ἐν τῇ δυνάμει,
Verse: 21    
ἐπίσκεψις αὐτῶν ἐκ τῆς ϕυλῆς Ρουβην ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
Verse: 22    
τοῖς υἱοῖς Συμεων κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριϑμὸν ὀνομάτων αὐτῶν κατὰ κεϕαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ἐκπορευόμενος ἐν τῇ δυνάμει,
Verse: 23    
ἐπίσκεψις αὐτῶν ἐκ τῆς ϕυλῆς Συμεων ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι.
Verse: 24    
τοῖς υἱοῖς Ιουδα κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριϑμὸν ὀνομάτων αὐτῶν κατὰ κεϕαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ἐκπορευόμενος ἐν τῇ δυνάμει,
Verse: 25    
ἐπίσκεψις αὐτῶν ἐκ τῆς ϕυλῆς Ιουδα τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι.
Verse: 26    
τοῖς υἱοῖς Ισσαχαρ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριϑμὸν ὀνομάτων αὐτῶν κατὰ κεϕαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ἐκπορευόμενος ἐν τῇ δυνάμει,
Verse: 27    
ἐπίσκεψις αὐτῶν ἐκ τῆς ϕυλῆς Ισσαχαρ τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
Verse: 28    
τοῖς υἱοῖς Ζαβουλων κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριϑμὸν ὀνομάτων αὐτῶν κατὰ κεϕαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ἐκπορευόμενος ἐν τῇ δυνάμει,
Verse: 29    
ἐπίσκεψις αὐτῶν ἐκ τῆς ϕυλῆς Ζαβουλων ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
Verse: 30    
τοῖς υἱοῖς Ιωσηϕ υἱοῖς Εϕραιμ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριϑμὸν ὀνομάτων αὐτῶν κατὰ κεϕαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ἐκπορευόμενος ἐν τῇ δυνάμει,
Verse: 31    
ἐπίσκεψις αὐτῶν ἐκ τῆς ϕυλῆς Εϕραιμ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
Verse: 32    
τοῖς υἱοῖς Μανασση κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριϑμὸν ὀνομάτων αὐτῶν κατὰ κεϕαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ἐκπορευόμενος ἐν τῇ δυνάμει,
Verse: 33    
ἐπίσκεψις αὐτῶν ἐκ τῆς ϕυλῆς Μανασση δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι.
Verse: 34    
τοῖς υἱοῖς Βενιαμιν κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριϑμὸν ὀνομάτων αὐτῶν κατὰ κεϕαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ἐκπορευόμενος ἐν τῇ δυνάμει,
Verse: 35    
ἐπίσκεψις αὐτῶν ἐκ τῆς ϕυλῆς Βενιαμιν πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι.
Verse: 36    
τοῖς υἱοῖς Γαδ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριϑμὸν ὀνομάτων αὐτῶν κατὰ κεϕαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ἐκπορευόμενος ἐν τῇ δυνάμει,
Verse: 37    
ἐπίσκεψις αὐτῶν ἐκ τῆς ϕυλῆς Γαδ πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα.
Verse: 38    
τοῖς υἱοῖς Δαν κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριϑμὸν ὀνομάτων αὐτῶν κατὰ κεϕαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ἐκπορευόμενος ἐν τῇ δυνάμει,
Verse: 39    
ἐπίσκεψις αὐτῶν ἐκ τῆς ϕυλῆς Δαν δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι.
Verse: 40    
τοῖς υἱοῖς Ασηρ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριϑμὸν ὀνομάτων αὐτῶν κατὰ κεϕαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ἐκπορευόμενος ἐν τῇ δυνάμει,
Verse: 41    
ἐπίσκεψις αὐτῶν ἐκ τῆς ϕυλῆς Ασηρ μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
Verse: 42    
τοῖς υἱοῖς Νεϕϑαλι κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριϑμὸν ὀνομάτων αὐτῶν κατὰ κεϕαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ἐκπορευόμενος ἐν τῇ δυνάμει,
Verse: 43    
ἐπίσκεψις αὐτῶν ἐκ τῆς ϕυλῆς Νεϕϑαλι τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
Verse: 44    
αὕτη ἐπίσκεψις, ἣν ἐπεσκέψαντο Μωυσῆς καὶ Ααρων καὶ οἱ ἄρχοντες Ισραηλ, δώδεκα ἄνδρες· ἀνὴρ εἷς κατὰ ϕυλὴν μίαν κατὰ ϕυλὴν οἴκων πατριᾶς ἦσαν.
Verse: 45    
καὶ ἐγένετο πᾶσα ἐπίσκεψις υἱῶν Ισραηλ σὺν δυνάμει αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ἐκπορευόμενος παρατάξασϑαι ἐν Ισραηλ,
Verse: 46    
ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι καὶ πεντακόσιοι καὶ πεντήκοντα.
Verse: 47    
Οἱ δὲ Λευῖται ἐκ τῆς ϕυλῆς πατριᾶς αὐτῶν οὐκ ἐπεσκέπησαν ἐν τοῖς υἱοῖς Ισραηλ.
Verse: 48    
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 49    
῞Ορα τὴν ϕυλὴν τὴν Λευι οὐ συνεπισκέψῃ καὶ τὸν ἀριϑμὸν αὐτῶν οὐ λήμψῃ ἐν μέσῳ τῶν υἱῶν Ισραηλ.
Verse: 50    
καὶ σὺ ἐπίστησον τοὺς Λευίτας ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐπὶ πάντα τὰ σκεύη αὐτῆς καὶ ἐπὶ πάντα, ὅσα ἐστὶν ἐν αὐτῇ· αὐτοὶ ἀροῦσιν τὴν σκηνὴν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ αὐτοὶ λειτουργήσουσιν ἐν αὐτῇ καὶ κύκλῳ τῆς σκηνῆς παρεμβαλοῦσιν.
Verse: 51    
καὶ ἐν τῷ ἐξαίρειν τὴν σκηνὴν καϑελοῦσιν αὐτὴν οἱ Λευῖται καὶ ἐν τῷ παρεμβάλλειν τὴν σκηνὴν ἀναστήσουσιν· καὶ ἀλλογενὴς προσπορευόμενος ἀποϑανέτω.
Verse: 52    
καὶ παρεμβαλοῦσιν οἱ υἱοὶ Ισραηλ ἀνὴρ ἐν τῇ ἑαυτοῦ τάξει καὶ ἀνὴρ κατὰ τὴν ἑαυτοῦ ἡγεμονίαν σὺν δυνάμει αὐτῶν·
Verse: 53    
οἱ δὲ Λευῖται παρεμβαλέτωσαν ἐναντίον κυρίου κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ οὐκ ἔσται ἁμάρτημα ἐν υἱοῖς Ισραηλ. καὶ ϕυλάξουσιν οἱ Λευῖται αὐτοὶ τὴν ϕυλακὴν τῆς σκηνῆς τοῦ μαρτυρίου.
Verse: 54    
καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ κατὰ πάντα, ἐνετείλατο κύριος τῷ Μωυσῇ καὶ Ααρων, οὕτως ἐποίησαν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.