TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 127
Previous part

Chapter: 10 
Verse: 1    Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 2    
Ποίησον σεαυτῷ δύο σάλπιγγας ἀργυρᾶς, ἐλατὰς ποιήσεις αὐτάς, καὶ ἔσονταί σοι ἀνακαλεῖν τὴν συναγωγὴν καὶ ἐξαίρειν τὰς παρεμβολάς.
Verse: 3    
καὶ σαλπίσεις ἐν αὐταῖς, καὶ συναχϑήσεται πᾶσα συναγωγὴ ἐπὶ τὴν ϑύραν τῆς σκηνῆς τοῦ μαρτυρίου·
Verse: 4    
ἐὰν δὲ ἐν μιᾷ σαλπίσωσιν, προσελεύσονται πρὸς σὲ πάντες οἱ ἄρχοντες, ἀρχηγοὶ Ισραηλ.
Verse: 5    
καὶ σαλπιεῖτε σημασίαν, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι ἀνατολάς·
Verse: 6    
καὶ σαλπιεῖτε σημασίαν δευτέραν, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι λίβα· καὶ σαλπιεῖτε σημασίαν τρίτην, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι παρὰ ϑάλασσαν· καὶ σαλπιεῖτε σημασίαν τετάρτην, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι πρὸς βορρᾶν· σημασίᾳ σαλπιοῦσιν ἐν τῇ ἐξάρσει αὐτῶν.
Verse: 7    
καὶ ὅταν συναγάγητε τὴν συναγωγήν, σαλπιεῖτε καὶ οὐ σημασίᾳ.
Verse: 8    
καὶ οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς σαλπιοῦσιν ταῖς σάλπιγξιν, καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν.
Verse: 9    
ἐὰν δὲ ἐξέλϑητε εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς ὑπεναντίους τοὺς ἀνϑεστηκότας ὑμῖν, καὶ σημανεῖτε ταῖς σάλπιγξιν καὶ ἀναμνησϑήσεσϑε ἔναντι κυρίου καὶ διασωϑήσεσϑε ἀπὸ τῶν ἐχϑρῶν ὑμῶν.
Verse: 10    
καὶ ἐν ταῖς ἡμέραις τῆς εὐϕροσύνης ὑμῶν καὶ ἐν ταῖς ἑορταῖς ὑμῶν καὶ ἐν ταῖς νουμηνίαις ὑμῶν σαλπιεῖτε ταῖς σάλπιγξιν ἐπὶ τοῖς ὁλοκαυτώμασιν καὶ ἐπὶ ταῖς ϑυσίαις τῶν σωτηρίων ὑμῶν, καὶ ἔσται ὑμῖν ἀνάμνησις ἔναντι τοῦ ϑεοῦ ὑμῶν· ἐγὼ κύριος ϑεὸς ὑμῶν.
Verse: 11    
Καὶ ἐγένετο ἐν τῷ ἐνιαυτῷ τῷ δευτέρῳ ἐν τῷ μηνὶ τῷ δευτέρῳ εἰκάδι τοῦ μηνὸς ἀνέβη νεϕέλη ἀπὸ τῆς σκηνῆς τοῦ μαρτυρίου,
Verse: 12    
καὶ ἐξῆραν οἱ υἱοὶ Ισραηλ σὺν ἀπαρτίαις αὐτῶν ἐν τῇ ἐρήμῳ Σινα, καὶ ἔστη νεϕέλη ἐν τῇ ἐρήμῳ τοῦ Φαραν.
Verse: 13    
καὶ ἐξῆραν πρῶτοι διὰ ϕωνῆς κυρίου ἐν χειρὶ Μωυσῆ.
Verse: 14    
καὶ ἐξῆραν τάγμα παρεμβολῆς υἱῶν Ιουδα πρῶτοι σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ναασσων υἱὸς Αμιναδαβ,
Verse: 15    
καὶ ἐπὶ τῆς δυνάμεως ϕυλῆς υἱῶν Ισσαχαρ Ναϑαναηλ υἱὸς Σωγαρ,
Verse: 16    
καὶ ἐπὶ τῆς δυνάμεως ϕυλῆς υἱῶν Ζαβουλων Ελιαβ υἱὸς Χαιλων.
Verse: 17    
καὶ καϑελοῦσιν τὴν σκηνὴν καὶ ἐξαροῦσιν οἱ υἱοὶ Γεδσων καὶ οἱ υἱοὶ Μεραρι αἴροντες τὴν σκηνήν.
Verse: 18    
καὶ ἐξῆραν τάγμα παρεμβολῆς Ρουβην σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ελισουρ υἱὸς Σεδιουρ,
Verse: 19    
καὶ ἐπὶ τῆς δυνάμεως ϕυλῆς υἱῶν Συμεων Σαλαμιηλ υἱὸς Σουρισαδαι,
Verse: 20    
καὶ ἐπὶ τῆς δυνάμεως ϕυλῆς υἱῶν Γαδ Ελισαϕ τοῦ Ραγουηλ.
Verse: 21    
καὶ ἐξαροῦσιν οἱ υἱοὶ Κααϑ αἴροντες τὰ ἅγια καὶ στήσουσιν τὴν σκηνήν, ἕως παραγένωνται.
Verse: 22    
καὶ ἐξαροῦσιν τάγμα παρεμβολῆς Εϕραιμ σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ελισαμα υἱὸς Εμιουδ,
Verse: 23    
καὶ ἐπὶ τῆς δυνάμεως ϕυλῆς υἱῶν Μανασση Γαμαλιηλ τοῦ Φαδασσουρ,
Verse: 24    
καὶ ἐπὶ τῆς δυνάμεως ϕυλῆς υἱῶν Βενιαμιν Αβιδαν τοῦ Γαδεωνι.
Verse: 25    
καὶ ἐξαροῦσιν τάγμα παρεμβολῆς υἱῶν Δαν ἔσχατοι πασῶν τῶν παρεμβολῶν σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Αχιεζερ τοῦ Αμισαδαι,
Verse: 26    
καὶ ἐπὶ τῆς δυνάμεως ϕυλῆς υἱῶν Ασηρ Φαγαιηλ υἱὸς Εχραν,
Verse: 27    
καὶ ἐπὶ τῆς δυνάμεως ϕυλῆς υἱῶν Νεϕϑαλι Αχιρε υἱὸς Αιναν.
Verse: 28    
αὗται αἱ στρατιαὶ υἱῶν Ισραηλ, καὶ ἐξῆραν σὺν δυνάμει αὐτῶν.
Verse: 29    
Καὶ εἶπεν Μωυσῆς τῷ Ιωβαβ υἱῷ Ραγουηλ τῷ Μαδιανίτῃ τῷ γαμβρῷ Μωυσῆ ᾽Εξαίρομεν ἡμεῖς εἰς τὸν τόπον, ὃν εἶπεν κύριος Τοῦτον δώσω ὑμῖν· δεῦρο μεϑ' ἡμῶν, καὶ εὖ σε ποιήσομεν, ὅτι κύριος ἐλάλησεν καλὰ περὶ Ισραηλ.
Verse: 30    
καὶ εἶπεν πρὸς αὐτόν Οὐ πορεύσομαι ἀλλὰ εἰς τὴν γῆν μου καὶ εἰς τὴν γενεάν μου.
Verse: 31    
καὶ εἶπεν Μὴ ἐγκαταλίπῃς ἡμᾶς, οὗ εἵνεκεν ἦσϑα μεϑ' ἡμῶν ἐν τῇ ἐρήμῳ, καὶ ἔσῃ ἐν ἡμῖν πρεσβύτης·
Verse: 32    
καὶ ἔσται ἐὰν πορευϑῇς μεϑ' ἡμῶν, καὶ ἔσται τὰ ἀγαϑὰ ἐκεῖνα, ὅσα ἐὰν ἀγαϑοποιήσῃ κύριος ἡμᾶς, καὶ εὖ σε ποιήσομεν.
Verse: 33    
Καὶ ἐξῆραν ἐκ τοῦ ὄρους κυρίου ὁδὸν τριῶν ἡμερῶν, καὶ κιβωτὸς τῆς διαϑήκης κυρίου προεπορεύετο προτέρα αὐτῶν ὁδὸν τριῶν ἡμερῶν κατασκέψασϑαι αὐτοῖς ἀνάπαυσιν.
Verse: 34    
καὶ ἐγένετο ἐν τῷ ἐξαίρειν τὴν κιβωτὸν καὶ εἶπεν Μωυσῆς ᾽Εξεγέρϑητι, κύριε, διασκορπισϑήτωσαν οἱ ἐχϑροί σου, ϕυγέτωσαν πάντες οἱ μισοῦντές σε.
Verse: 35    
καὶ ἐν τῇ καταπαύσει εἶπεν ᾽Επίστρεϕε, κύριε, χιλιάδας μυριάδας ἐν τῷ Ισραηλ.
Verse: 36    
καὶ νεϕέλη ἐγένετο σκιάζουσα ἐπ' αὐτοῖς ἡμέρας ἐν τῷ ἐξαίρειν αὐτοὺς ἐκ τῆς παρεμβολῆς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.