TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 128
Previous part

Chapter: 11 
Verse: 1    Καὶ ἦν λαὸς γογγύζων πονηρὰ ἔναντι κυρίου, καὶ ἤκουσεν κύριος καὶ ἐϑυμώϑη ὀργῇ, καὶ ἐξεκαύϑη ἐν αὐτοῖς πῦρ παρὰ κυρίου καὶ κατέϕαγεν μέρος τι τῆς παρεμβολῆς.
Verse: 2    
καὶ ἐκέκραξεν λαὸς πρὸς Μωυσῆν, καὶ ηὔξατο Μωυσῆς πρὸς κύριον, καὶ ἐκόπασεν τὸ πῦρ.
Verse: 3    
καὶ ἐκλήϑη τὸ ὄνομα τοῦ τόπου ἐκείνου ᾽Εμπυρισμός, ὅτι ἐξεκαύϑη ἐν αὐτοῖς πῦρ παρὰ κυρίου.
Verse: 4    
Καὶ ἐπίμικτος ἐν αὐτοῖς ἐπεϑύμησαν ἐπιϑυμίαν, καὶ καϑίσαντες ἔκλαιον καὶ οἱ υἱοὶ Ισραηλ καὶ εἶπαν Τίς ἡμᾶς ψωμιεῖ κρέα;
Verse: 5    
ἐμνήσϑημεν τοὺς ἰχϑύας, οὓς ἠσϑίομεν ἐν Αἰγύπτῳ δωρεάν, καὶ τοὺς σικύας καὶ τοὺς πέπονας καὶ τὰ πράσα καὶ τὰ κρόμμυα καὶ τὰ σκόρδα·
Verse: 6    
νυνὶ δὲ ψυχὴ ἡμῶν κατάξηρος, οὐδὲν πλὴν εἰς τὸ μαννα οἱ ὀϕϑαλμοὶ ἡμῶν.
Verse: 7    
τὸ δὲ μαννα ὡσεὶ σπέρμα κορίου ἐστίν, καὶ τὸ εἶδος αὐτοῦ εἶδος κρυστάλλου·
Verse: 8    
καὶ διεπορεύετο λαὸς καὶ συνέλεγον καὶ ἤληϑον αὐτὸ ἐν τῷ μύλῳ καὶ ἔτριβον ἐν τῇ ϑυίᾳ καὶ ἥψουν αὐτὸ ἐν τῇ χύτρᾳ καὶ ἐποίουν αὐτὸ ἐγκρυϕίας, καὶ ἦν ἡδονὴ αὐτοῦ ὡσεὶ γεῦμα ἐγκρὶς ἐξ ἐλαίου·
Verse: 9    
καὶ ὅταν κατέβη δρόσος ἐπὶ τὴν παρεμβολὴν νυκτός, κατέβαινεν τὸ μαννα ἐπ' αὐτῆς.
Verse: 10    
καὶ ἤκουσεν Μωυσῆς κλαιόντων αὐτῶν κατὰ δήμους αὐτῶν, ἕκαστον ἐπὶ τῆς ϑύρας αὐτοῦ· καὶ ἐϑυμώϑη ὀργῇ κύριος σϕόδρα, καὶ ἔναντι Μωυσῆ ἦν πονηρόν.
Verse: 11    
καὶ εἶπεν Μωυσῆς πρὸς κύριον ῞Ινα τί ἐκάκωσας τὸν ϑεράποντά σου, καὶ διὰ τί οὐχ εὕρηκα χάριν ἐναντίον σου ἐπιϑεῖναι τὴν ὁρμὴν τοῦ λαοῦ τούτου ἐπ' ἐμέ;
Verse: 12    
μὴ ἐγὼ ἐν γαστρὶ ἔλαβον πάντα τὸν λαὸν τοῦτον ἐγὼ ἔτεκον αὐτούς, ὅτι λέγεις μοι Λαβὲ αὐτὸν εἰς τὸν κόλπον σου, ὡσεὶ ἄραι τιϑηνὸς τὸν ϑηλάζοντα, εἰς τὴν γῆν, ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν;
Verse: 13    
πόϑεν μοι κρέα δοῦναι παντὶ τῷ λαῷ τούτῳ; ὅτι κλαίουσιν ἐπ' ἐμοὶ λέγοντες Δὸς ἡμῖν κρέα, ἵνα ϕάγωμεν.
Verse: 14    
οὐ δυνήσομαι ἐγὼ μόνος ϕέρειν τὸν λαὸν τοῦτον, ὅτι βαρύτερόν μοί ἐστιν τὸ ῥῆμα τοῦτο.
Verse: 15    
εἰ δὲ οὕτως σὺ ποιεῖς μοι, ἀπόκτεινόν με ἀναιρέσει, εἰ εὕρηκα ἔλεος παρὰ σοί, ἵνα μὴ ἴδω μου τὴν κάκωσιν.
Verse: 16    
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ισραηλ, οὓς αὐτὸς σὺ οἶδας ὅτι οὗτοί εἰσιν πρεσβύτεροι τοῦ λαοῦ καὶ γραμματεῖς αὐτῶν, καὶ ἄξεις αὐτοὺς πρὸς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ στήσονται ἐκεῖ μετὰ σοῦ.
Verse: 17    
καὶ καταβήσομαι καὶ λαλήσω ἐκεῖ μετὰ σοῦ καὶ ἀϕελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ καὶ ἐπιϑήσω ἐπ' αὐτούς, καὶ συναντιλήμψονται μετὰ σοῦ τὴν ὁρμὴν τοῦ λαοῦ, καὶ οὐκ οἴσεις αὐτοὺς σὺ μόνος.
Verse: 18    
καὶ τῷ λαῷ ἐρεῖς ῾Αγνίσασϑε εἰς αὔριον, καὶ ϕάγεσϑε κρέα, ὅτι ἐκλαύσατε ἔναντι κυρίου λέγοντες Τίς ἡμᾶς ψωμιεῖ κρέα; ὅτι καλὸν ἡμῖν ἐστιν ἐν Αἰγύπτῳ. καὶ δώσει κύριος ὑμῖν κρέα ϕαγεῖν, καὶ ϕάγεσϑε κρέα.
Verse: 19    
οὐχ ἡμέραν μίαν ϕάγεσϑε οὐδὲ δύο οὐδὲ πέντε ἡμέρας οὐδὲ δέκα ἡμέρας οὐδὲ εἴκοσι ἡμέρας·
Verse: 20    
ἕως μηνὸς ἡμερῶν ϕάγεσϑε, ἕως ἂν ἐξέλϑῃ ἐκ τῶν μυκτήρων ὑμῶν, καὶ ἔσται ὑμῖν εἰς χολέραν, ὅτι ἠπειϑήσατε κυρίῳ, ὅς ἐστιν ἐν ὑμῖν, καὶ ἐκλαύσατε ἐναντίον αὐτοῦ λέγοντες ῞Ινα τί ἡμῖν ἐξελϑεῖν ἐξ Αἰγύπτου;
Verse: 21    
καὶ εἶπεν Μωυσῆς ῾Εξακόσιαι χιλιάδες πεζῶν λαός, ἐν οἷς εἰμι ἐν αὐτοῖς, καὶ σὺ εἶπας Κρέα δώσω αὐτοῖς ϕαγεῖν, καὶ ϕάγονται μῆνα ἡμερῶν;
Verse: 22    
μὴ πρόβατα καὶ βόες σϕαγήσονται αὐτοῖς, καὶ ἀρκέσει αὐτοῖς; πᾶν τὸ ὄψος τῆς ϑαλάσσης συναχϑήσεται αὐτοῖς, καὶ ἀρκέσει αὐτοῖς;
Verse: 23    
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Μὴ χεὶρ κυρίου οὐκ ἐξαρκέσει; ἤδη γνώσει εἰ ἐπικαταλήμψεταί σε λόγος μου οὔ.
Verse: 24    
καὶ ἐξῆλϑεν Μωυσῆς καὶ ἐλάλησεν πρὸς τὸν λαὸν τὰ ῥήματα κυρίου καὶ συνήγαγεν ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ ἔστησεν αὐτοὺς κύκλῳ τῆς σκηνῆς.
Verse: 25    
καὶ κατέβη κύριος ἐν νεϕέλῃ καὶ ἐλάλησεν πρὸς αὐτόν· καὶ παρείλατο ἀπὸ τοῦ πνεύματος τοῦ ἐπ' αὐτῷ καὶ ἐπέϑηκεν ἐπὶ τοὺς ἑβδομήκοντα ἄνδρας τοὺς πρεσβυτέρους· ὡς δὲ ἐπανεπαύσατο τὸ πνεῦμα ἐπ' αὐτούς, καὶ ἐπροϕήτευσαν καὶ οὐκέτι προσέϑεντο.
Verse: 26    
καὶ κατελείϕϑησαν δύο ἄνδρες ἐν τῇ παρεμβολῇ, ὄνομα τῷ ἑνὶ Ελδαδ καὶ ὄνομα τῷ δευτέρῳ Μωδαδ, καὶ ἐπανεπαύσατο ἐπ' αὐτοὺς τὸ πνεῦμα καὶ οὗτοι ἦσαν τῶν καταγεγραμμένων καὶ οὐκ ἦλϑον πρὸς τὴν σκηνήν καὶ ἐπροϕήτευσαν ἐν τῇ παρεμβολῇ.
Verse: 27    
καὶ προσδραμὼν νεανίσκος ἀπήγγειλεν Μωυσῇ καὶ εἶπεν λέγων Ελδαδ καὶ Μωδαδ προϕητεύουσιν ἐν τῇ παρεμβολῇ.
Verse: 28    
καὶ ἀποκριϑεὶς ᾽Ιησοῦς τοῦ Ναυη παρεστηκὼς Μωυσῇ ἐκελεκτὸς εἶπεν Κύριε Μωυσῆ, κώλυσον αὐτούς.
Verse: 29    
καὶ εἶπεν αὐτῷ Μωυσῆς Μὴ ζηλοῖς σύ μοι; καὶ τίς δῴη πάντα τὸν λαὸν κυρίου προϕήτας, ὅταν δῷ κύριος τὸ πνεῦμα αὐτοῦ ἐπ' αὐτούς;
Verse: 30    
καὶ ἀπῆλϑεν Μωυσῆς εἰς τὴν παρεμβολήν, αὐτὸς καὶ οἱ πρεσβύτεροι Ισραηλ.
Verse: 31    
καὶ πνεῦμα ἐξῆλϑεν παρὰ κυρίου καὶ ἐξεπέρασεν ὀρτυγομήτραν ἀπὸ τῆς ϑαλάσσης καὶ ἐπέβαλεν ἐπὶ τὴν παρεμβολὴν ὁδὸν ἡμέρας ἐντεῦϑεν καὶ ὁδὸν ἡμέρας ἐντεῦϑεν κύκλῳ τῆς παρεμβολῆς ὡσεὶ δίπηχυ ἀπὸ τῆς γῆς.
Verse: 32    
καὶ ἀναστὰς λαὸς ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα καὶ ὅλην τὴν ἡμέραν τὴν ἐπαύριον καὶ συνήγαγον τὴν ὀρτυγομήτραν, τὸ ὀλίγον συνήγαγεν δέκα κόρους, καὶ ἔψυξαν ἑαυτοῖς ψυγμοὺς κύκλῳ τῆς παρεμβολῆς.
Verse: 33    
τὰ κρέα ἔτι ἦν ἐν τοῖς ὀδοῦσιν αὐτῶν πρὶν ἐκλείπειν, καὶ κύριος ἐϑυμώϑη εἰς τὸν λαόν, καὶ ἐπάταξεν κύριος τὸν λαὸν πληγὴν μεγάλην σϕόδρα.
Verse: 34    
καὶ ἐκλήϑη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Μνήματα τῆς ἐπιϑυμίας, ὅτι ἐκεῖ ἔϑαψαν τὸν λαὸν τὸν ἐπιϑυμητήν.
Verse: 35    
᾽Απὸ Μνημάτων ἐπιϑυμίας ἐξῆρεν λαὸς εἰς Ασηρωϑ, καὶ ἐγένετο λαὸς ἐν Ασηρωϑ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.