TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 129
Previous part

Chapter: 12 
Verse: 1    Καὶ ἐλάλησεν Μαριαμ καὶ Ααρων κατὰ Μωυσῆ ἕνεκεν τῆς γυναικὸς τῆς Αἰϑιοπίσσης, ἣν ἔλαβεν Μωυσῆς, ὅτι γυναῖκα Αἰϑιόπισσαν ἔλαβεν,
Verse: 2    
καὶ εἶπαν Μὴ Μωυσῇ μόνῳ λελάληκεν κύριος; οὐχὶ καὶ ἡμῖν ἐλάλησεν; καὶ ἤκουσεν κύριος.
Verse: 3    
καὶ ἄνϑρωπος Μωυσῆς πραὺς σϕόδρα παρὰ πάντας τοὺς ἀνϑρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς.
Verse: 4    
καὶ εἶπεν κύριος παραχρῆμα πρὸς Μωυσῆν καὶ Μαριαμ καὶ Ααρων ᾽Εξέλϑατε ὑμεῖς οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ ἐξῆλϑον οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου.
Verse: 5    
καὶ κατέβη κύριος ἐν στύλῳ νεϕέλης καὶ ἔστη ἐπὶ τῆς ϑύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐκλήϑησαν Ααρων καὶ Μαριαμ καὶ ἐξήλϑοσαν ἀμϕότεροι.
Verse: 6    
καὶ εἶπεν πρὸς αὐτούς ᾽Ακούσατε τῶν λόγων μου· ἐὰν γένηται προϕήτης ὑμῶν κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσϑήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ.
Verse: 7    
οὐχ οὕτως ϑεράπων μου Μωυσῆς· ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστιν·
Verse: 8    
στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει καὶ οὐ δι' αἰνιγμάτων, καὶ τὴν δόξαν κυρίου εἶδεν· καὶ διὰ τί οὐκ ἐϕοβήϑητε καταλαλῆσαι κατὰ τοῦ ϑεράποντός μου Μωυσῆ;
Verse: 9    
καὶ ὀργὴ ϑυμοῦ κυρίου ἐπ' αὐτοῖς, καὶ ἀπῆλϑεν.
Verse: 10    
καὶ νεϕέλη ἀπέστη ἀπὸ τῆς σκηνῆς, καὶ ἰδοὺ Μαριαμ λεπρῶσα ὡσεὶ χιών· καὶ ἐπέβλεψεν Ααρων ἐπὶ Μαριαμ, καὶ ἰδοὺ λεπρῶσα.
Verse: 11    
καὶ εἶπεν Ααρων πρὸς Μωυσῆν Δέομαι, κύριε, μὴ συνεπιϑῇ ἡμῖν ἁμαρτίαν, διότι ἠγνοήσαμεν καϑότι ἡμάρτομεν·
Verse: 12    
μὴ γένηται ὡσεὶ ἴσον ϑανάτῳ, ὡσεὶ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς καὶ κατεσϑίει τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς.
Verse: 13    
καὶ ἐβόησεν Μωυσῆς πρὸς κύριον λέγων ῾Ο ϑεός, δέομαί σου, ἴασαι αὐτήν.
Verse: 14    
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Εἰ πατὴρ αὐτῆς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς, οὐκ ἐντραπήσεται ἑπτὰ ἡμέρας; ἀϕορισϑήτω ἑπτὰ ἡμέρας ἔξω τῆς παρεμβολῆς καὶ μετὰ ταῦτα εἰσελεύσεται.
Verse: 15    
καὶ ἀϕωρίσϑη Μαριαμ ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας· καὶ λαὸς οὐκ ἐξῆρεν, ἕως ἐκαϑαρίσϑη Μαριαμ.
Verse: 16    
Καὶ μετὰ ταῦτα ἐξῆρεν λαὸς ἐξ Ασηρωϑ καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ τοῦ Φαραν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.