TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 129
Chapter: 12
Verse: 1
Καὶ
ἐλάλησεν
Μαριαμ
καὶ
Ααρων
κατὰ
Μωυσῆ
ἕνεκεν
τῆς
γυναικὸς
τῆς
Αἰϑιοπίσσης
,
ἣν
ἔλαβεν
Μωυσῆς
,
ὅτι
γυναῖκα
Αἰϑιόπισσαν
ἔλαβεν
,
Verse: 2
καὶ
εἶπαν
Μὴ
Μωυσῇ
μόνῳ
λελάληκεν
κύριος
;
οὐχὶ
καὶ
ἡμῖν
ἐλάλησεν
;
καὶ
ἤκουσεν
κύριος
.
Verse: 3
καὶ
ὁ
ἄνϑρωπος
Μωυσῆς
πραὺς
σϕόδρα
παρὰ
πάντας
τοὺς
ἀνϑρώπους
τοὺς
ὄντας
ἐπὶ
τῆς
γῆς
.
Verse: 4
καὶ
εἶπεν
κύριος
παραχρῆμα
πρὸς
Μωυσῆν
καὶ
Μαριαμ
καὶ
Ααρων
᾽Εξέλϑατε
ὑμεῖς
οἱ
τρεῖς
εἰς
τὴν
σκηνὴν
τοῦ
μαρτυρίου
·
καὶ
ἐξῆλϑον
οἱ
τρεῖς
εἰς
τὴν
σκηνὴν
τοῦ
μαρτυρίου
.
Verse: 5
καὶ
κατέβη
κύριος
ἐν
στύλῳ
νεϕέλης
καὶ
ἔστη
ἐπὶ
τῆς
ϑύρας
τῆς
σκηνῆς
τοῦ
μαρτυρίου
,
καὶ
ἐκλήϑησαν
Ααρων
καὶ
Μαριαμ
καὶ
ἐξήλϑοσαν
ἀμϕότεροι
.
Verse: 6
καὶ
εἶπεν
πρὸς
αὐτούς
᾽Ακούσατε
τῶν
λόγων
μου
·
ἐὰν
γένηται
προϕήτης
ὑμῶν
κυρίῳ
,
ἐν
ὁράματι
αὐτῷ
γνωσϑήσομαι
καὶ
ἐν
ὕπνῳ
λαλήσω
αὐτῷ
.
Verse: 7
οὐχ
οὕτως
ὁ
ϑεράπων
μου
Μωυσῆς
·
ἐν
ὅλῳ
τῷ
οἴκῳ
μου
πιστός
ἐστιν
·
Verse: 8
στόμα
κατὰ
στόμα
λαλήσω
αὐτῷ
,
ἐν
εἴδει
καὶ
οὐ
δι
'
αἰνιγμάτων
,
καὶ
τὴν
δόξαν
κυρίου
εἶδεν
·
καὶ
διὰ
τί
οὐκ
ἐϕοβήϑητε
καταλαλῆσαι
κατὰ
τοῦ
ϑεράποντός
μου
Μωυσῆ
;
Verse: 9
καὶ
ὀργὴ
ϑυμοῦ
κυρίου
ἐπ
'
αὐτοῖς
,
καὶ
ἀπῆλϑεν
.
Verse: 10
καὶ
ἡ
νεϕέλη
ἀπέστη
ἀπὸ
τῆς
σκηνῆς
,
καὶ
ἰδοὺ
Μαριαμ
λεπρῶσα
ὡσεὶ
χιών
·
καὶ
ἐπέβλεψεν
Ααρων
ἐπὶ
Μαριαμ
,
καὶ
ἰδοὺ
λεπρῶσα
.
Verse: 11
καὶ
εἶπεν
Ααρων
πρὸς
Μωυσῆν
Δέομαι
,
κύριε
,
μὴ
συνεπιϑῇ
ἡμῖν
ἁμαρτίαν
,
διότι
ἠγνοήσαμεν
καϑότι
ἡμάρτομεν
·
Verse: 12
μὴ
γένηται
ὡσεὶ
ἴσον
ϑανάτῳ
,
ὡσεὶ
ἔκτρωμα
ἐκπορευόμενον
ἐκ
μήτρας
μητρὸς
καὶ
κατεσϑίει
τὸ
ἥμισυ
τῶν
σαρκῶν
αὐτῆς
.
Verse: 13
καὶ
ἐβόησεν
Μωυσῆς
πρὸς
κύριον
λέγων
῾Ο
ϑεός
,
δέομαί
σου
,
ἴασαι
αὐτήν
.
Verse: 14
καὶ
εἶπεν
κύριος
πρὸς
Μωυσῆν
Εἰ
ὁ
πατὴρ
αὐτῆς
πτύων
ἐνέπτυσεν
εἰς
τὸ
πρόσωπον
αὐτῆς
,
οὐκ
ἐντραπήσεται
ἑπτὰ
ἡμέρας
;
ἀϕορισϑήτω
ἑπτὰ
ἡμέρας
ἔξω
τῆς
παρεμβολῆς
καὶ
μετὰ
ταῦτα
εἰσελεύσεται
.
Verse: 15
καὶ
ἀϕωρίσϑη
Μαριαμ
ἔξω
τῆς
παρεμβολῆς
ἑπτὰ
ἡμέρας
·
καὶ
ὁ
λαὸς
οὐκ
ἐξῆρεν
,
ἕως
ἐκαϑαρίσϑη
Μαριαμ
.
Verse: 16
Καὶ
μετὰ
ταῦτα
ἐξῆρεν
ὁ
λαὸς
ἐξ
Ασηρωϑ
καὶ
παρενέβαλον
ἐν
τῇ
ἐρήμῳ
τοῦ
Φαραν
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.