TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 130
Previous part

Chapter: 13 
Verse: 1    Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 2    
᾽Απόστειλον σεαυτῷ ἄνδρας, καὶ κατασκεψάσϑωσαν τὴν γῆν τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ισραηλ εἰς κατάσχεσιν, ἄνδρα ἕνα κατὰ ϕυλὴν κατὰ δήμους πατριῶν αὐτῶν ἀποστελεῖς αὐτούς, πάντα ἀρχηγὸν ἐξ αὐτῶν.
Verse: 3    
καὶ ἐξαπέστειλεν αὐτοὺς Μωυσῆς ἐκ τῆς ἐρήμου Φαραν διὰ ϕωνῆς κυρίου· πάντες ἄνδρες ἀρχηγοὶ υἱῶν Ισραηλ οὗτοι.
Verse: 4    
καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· τῆς ϕυλῆς Ρουβην Σαλαμιηλ υἱὸς Ζακχουρ·
Verse: 5    
τῆς ϕυλῆς Συμεων Σαϕατ υἱὸς Σουρι·
Verse: 6    
τῆς ϕυλῆς Ιουδα Χαλεβ υἱὸς Ιεϕοννη·
Verse: 7    
τῆς ϕυλῆς Ισσαχαρ Ιγααλ υἱὸς Ιωσηϕ·
Verse: 8    
τῆς ϕυλῆς Εϕραιμ Αυση υἱὸς Ναυη·
Verse: 9    
τῆς ϕυλῆς Βενιαμιν Φαλτι υἱὸς Ραϕου·
Verse: 10    
τῆς ϕυλῆς Ζαβουλων Γουδιηλ υἱὸς Σουδι·
Verse: 11    
τῆς ϕυλῆς Ιωσηϕ τῶν υἱῶν Μανασση Γαδδι υἱὸς Σουσι·
Verse: 12    
τῆς ϕυλῆς Δαν Αμιηλ υἱὸς Γαμαλι·
Verse: 13    
τῆς ϕυλῆς Ασηρ Σαϑουρ υἱὸς Μιχαηλ·
Verse: 14    
τῆς ϕυλῆς Νεϕϑαλι Ναβι υἱὸς Ιαβι·
Verse: 15    
τῆς ϕυλῆς Γαδ Γουδιηλ υἱὸς Μακχι.
Verse: 16    
ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οὓς ἀπέστειλεν Μωυσῆς κατασκέψασϑαι τὴν γῆν. καὶ ἐπωνόμασεν Μωυσῆς τὸν Αυση υἱὸν Ναυη ᾽Ιησοῦν.
Verse: 17    
Καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς κατασκέψασϑαι τὴν γῆν Χανααν καὶ εἶπεν πρὸς αὐτούς ᾽Ανάβητε ταύτῃ τῇ ἐρήμῳ καὶ ἀναβήσεσϑε εἰς τὸ ὄρος
Verse: 18    
καὶ ὄψεσϑε τὴν γῆν, τίς ἐστιν, καὶ τὸν λαὸν τὸν ἐγκαϑήμενον ἐπ' αὐτῆς, εἰ ἰσχυρότερός ἐστιν ἀσϑενής, εἰ ὀλίγοι εἰσὶν πολλοί·
Verse: 19    
καὶ τίς γῆ, εἰς ἣν οὗτοι ἐγκάϑηνται ἐπ' αὐτῆς, εἰ καλή ἐστιν πονηρά· καὶ τίνες αἱ πόλεις, εἰς ἃς οὗτοι κατοικοῦσιν ἐν αὐταῖς, εἰ ἐν τειχήρεσιν ἐν ἀτειχίστοις·
Verse: 20    
καὶ τίς γῆ, εἰ πίων παρειμένη, εἰ ἔστιν ἐν αὐτῇ δένδρα οὔ· καὶ προσκαρτερήσαντες λήμψεσϑε ἀπὸ τῶν καρπῶν τῆς γῆς. καὶ αἱ ἡμέραι ἡμέραι ἔαρος, πρόδρομοι σταϕυλῆς.
Verse: 21    
καὶ ἀναβάντες κατεσκέψαντο τὴν γῆν ἀπὸ τῆς ἐρήμου Σιν ἕως Ρααβ εἰσπορευομένων Εϕααϑ.
Verse: 22    
καὶ ἀνέβησαν κατὰ τὴν ἔρημον καὶ ἦλϑον ἕως Χεβρων, καὶ ἐκεῖ Αχιμαν καὶ Σεσσι καὶ Θελαμιν γενεαὶ Εναχ· καὶ Χεβρων ἑπτὰ ἔτεσιν ᾠκοδομήϑη πρὸ τοῦ Τάνιν Αἰγύπτου.
Verse: 23    
καὶ ἤλϑοσαν ἕως Φάραγγος βότρυος καὶ κατεσκέψαντο αὐτήν· καὶ ἔκοψαν ἐκεῖϑεν κλῆμα καὶ βότρυν σταϕυλῆς ἕνα ἐπ' αὐτοῦ καὶ ἦραν αὐτὸν ἐπ' ἀναϕορεῦσιν καὶ ἀπὸ τῶν ῥοῶν καὶ ἀπὸ τῶν συκῶν.
Verse: 24    
τὸν τόπον ἐκεῖνον ἐπωνόμασαν Φάραγξ βότρυος διὰ τὸν βότρυν, ὃν ἔκοψαν ἐκεῖϑεν οἱ υἱοὶ Ισραηλ.
Verse: 25    
Καὶ ἀπέστρεψαν ἐκεῖϑεν κατασκεψάμενοι τὴν γῆν μετὰ τεσσαράκοντα ἡμέρας
Verse: 26    
καὶ πορευϑέντες ἦλϑον πρὸς Μωυσῆν καὶ Ααρων καὶ πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ εἰς τὴν ἔρημον Φαραν Καδης καὶ ἀπεκρίϑησαν αὐτοῖς ῥῆμα καὶ πάσῃ τῇ συναγωγῇ καὶ ἔδειξαν τὸν καρπὸν τῆς γῆς.
Verse: 27    
καὶ διηγήσαντο αὐτῷ καὶ εἶπαν ῎Ηλϑαμεν εἰς τὴν γῆν, εἰς ἣν ἀπέστειλας ἡμᾶς, γῆν ῥέουσαν γάλα καὶ μέλι, καὶ οὗτος καρπὸς αὐτῆς·
Verse: 28    
ἀλλ' ὅτι ϑρασὺ τὸ ἔϑνος τὸ κατοικοῦν ἐπ' αὐτῆς, καὶ αἱ πόλεις ὀχυραὶ τετειχισμέναι καὶ μεγάλαι σϕόδρα, καὶ τὴν γενεὰν Εναχ ἑωράκαμεν ἐκεῖ,
Verse: 29    
καὶ Αμαληκ κατοικεῖ ἐν τῇ γῇ τῇ πρὸς νότον, καὶ Χετταῖος καὶ Ευαῖος καὶ Ιεβουσαῖος καὶ Αμορραῖος κατοικεῖ ἐν τῇ ὀρεινῇ, καὶ Χαναναῖος κατοικεῖ παρὰ ϑάλασσαν καὶ παρὰ τὸν Ιορδάνην ποταμόν.
Verse: 30    
καὶ κατεσιώπησεν Χαλεβ τὸν λαὸν πρὸς Μωυσῆν καὶ εἶπεν αὐτῷ Οὐχί, ἀλλὰ ἀναβάντες ἀναβησόμεϑα καὶ κατακληρονομήσομεν αὐτήν, ὅτι δυνατοὶ δυνησόμεϑα πρὸς αὐτούς.
Verse: 31    
καὶ οἱ ἄνϑρωποι οἱ συναναβάντες μετ' αὐτοῦ εἶπαν Οὐκ ἀναβαίνομεν, ὅτι οὐ μὴ δυνώμεϑα ἀναβῆναι πρὸς τὸ ἔϑνος, ὅτι ἰσχυρότερόν ἐστιν ἡμῶν μᾶλλον.
Verse: 32    
καὶ ἐξήνεγκαν ἔκστασιν τῆς γῆς, ἣν κατεσκέψαντο αὐτήν, πρὸς τοὺς υἱοὺς Ισραηλ λέγοντες Τὴν γῆν, ἣν παρήλϑομεν αὐτὴν κατασκέψασϑαι, γῆ κατέσϑουσα τοὺς κατοικοῦντας ἐπ' αὐτῆς ἐστιν· πᾶς λαός, ὃν ἑωράκαμεν ἐν αὐτῇ, ἄνδρες ὑπερμήκεις·
Verse: 33    
καὶ ἐκεῖ ἑωράκαμεν τοὺς γίγαντας καὶ ἦμεν ἐνώπιον αὐτῶν ὡσεὶ ἀκρίδες, ἀλλὰ καὶ οὕτως ἦμεν ἐνώπιον αὐτῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.