TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 135
Previous part

Chapter: 18 
Verse: 1    Καὶ εἶπεν κύριος πρὸς Ααρων λέγων Σὺ καὶ οἱ υἱοί σου καὶ οἶκος πατριᾶς σου λήμψεσϑε τὰς ἁμαρτίας τῶν ἁγίων, καὶ σὺ καὶ οἱ υἱοί σου λήμψεσϑε τὰς ἁμαρτίας τῆς ἱερατείας ὑμῶν.
Verse: 2    
καὶ τοὺς ἀδελϕούς σου, ϕυλὴν Λευι, δῆμον τοῦ πατρός σου, προσαγάγου πρὸς σεαυτόν, καὶ προστεϑήτωσάν σοι καὶ λειτουργείτωσάν σοι, καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου.
Verse: 3    
καὶ ϕυλάξονται τὰς ϕυλακάς σου καὶ τὰς ϕυλακὰς τῆς σκηνῆς, πλὴν πρὸς τὰ σκεύη τὰ ἅγια καὶ πρὸς τὸ ϑυσιαστήριον οὐ προσελεύσονται, καὶ οὐκ ἀποϑανοῦνται καὶ οὗτοι καὶ ὑμεῖς.
Verse: 4    
καὶ προστεϑήσονται πρὸς σὲ καὶ ϕυλάξονται τὰς ϕυλακὰς τῆς σκηνῆς τοῦ μαρτυρίου κατὰ πάσας τὰς λειτουργίας τῆς σκηνῆς, καὶ ἀλλογενὴς οὐ προσελεύσεται πρὸς σέ.
Verse: 5    
καὶ ϕυλάξεσϑε τὰς ϕυλακὰς τῶν ἁγίων καὶ τὰς ϕυλακὰς τοῦ ϑυσιαστηρίου, καὶ οὐκ ἔσται ϑυμὸς ἐν τοῖς υἱοῖς Ισραηλ.
Verse: 6    
καὶ ἐγὼ εἴληϕα τοὺς ἀδελϕοὺς ὑμῶν τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν Ισραηλ δόμα δεδομένον κυρίῳ λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς τοῦ μαρτυρίου·
Verse: 7    
καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ διατηρήσετε τὴν ἱερατείαν ὑμῶν κατὰ πάντα τρόπον τοῦ ϑυσιαστηρίου καὶ τὸ ἔνδοϑεν τοῦ καταπετάσματος καὶ λειτουργήσετε τὰς λειτουργίας δόμα τῆς ἱερατείας ὑμῶν· καὶ ἀλλογενὴς προσπορευόμενος ἀποϑανεῖται.
Verse: 8    
Καὶ ἐλάλησεν κύριος πρὸς Ααρων Καὶ ἐγὼ ἰδοὺ δέδωκα ὑμῖν τὴν διατήρησιν τῶν ἀπαρχῶν· ἀπὸ πάντων τῶν ἡγιασμένων μοι παρὰ τῶν υἱῶν Ισραηλ σοὶ δέδωκα αὐτὰ εἰς γέρας καὶ τοῖς υἱοῖς σου μετὰ σέ, νόμιμον αἰώνιον.
Verse: 9    
καὶ τοῦτο ἔστω ὑμῖν ἀπὸ τῶν ἡγιασμένων ἁγίων τῶν καρπωμάτων, ἀπὸ πάντων τῶν δώρων αὐτῶν καὶ ἀπὸ πάντων τῶν ϑυσιασμάτων αὐτῶν καὶ ἀπὸ πάσης πλημμελείας αὐτῶν καὶ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν, ὅσα ἀποδιδόασίν μοι, ἀπὸ πάντων τῶν ἁγίων σοὶ ἔσται καὶ τοῖς υἱοῖς σου.
Verse: 10    
ἐν τῷ ἁγίῳ τῶν ἁγίων ϕάγεσϑε αὐτά· πᾶν ἀρσενικὸν ϕάγεται αὐτά, σὺ καὶ οἱ υἱοί σου· ἅγια ἔσται σοι.
Verse: 11    
καὶ τοῦτο ἔσται ὑμῖν ἀπαρχὴ δομάτων αὐτῶν· ἀπὸ πάντων τῶν ἐπιϑεμάτων τῶν υἱῶν Ισραηλ σοὶ δέδωκα αὐτὰ καὶ τοῖς υἱοῖς σου καὶ ταῖς ϑυγατράσιν σου μετὰ σοῦ, νόμιμον αἰώνιον· πᾶς καϑαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά.
Verse: 12    
πᾶσα ἀπαρχὴ ἐλαίου καὶ πᾶσα ἀπαρχὴ οἴνου καὶ σίτου, ἀπαρχὴ αὐτῶν, ὅσα ἂν δῶσι τῷ κυρίῳ, σοὶ δέδωκα αὐτά.
Verse: 13    
τὰ πρωτογενήματα πάντα, ὅσα ἐν τῇ γῇ αὐτῶν, ὅσα ἂν ἐνέγκωσιν κυρίῳ, σοὶ ἔσται· πᾶς καϑαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά.
Verse: 14    
πᾶν ἀνατεϑεματισμένον ἐν υἱοῖς Ισραηλ σοὶ ἔσται.
Verse: 15    
καὶ πᾶν διανοῖγον μήτραν ἀπὸ πάσης σαρκός, προσϕέρουσιν κυρίῳ ἀπὸ ἀνϑρώπου ἕως κτήνους, σοὶ ἔσται· ἀλλ' λύτροις λυτρωϑήσεται τὰ πρωτότοκα τῶν ἀνϑρώπων, καὶ τὰ πρωτότοκα τῶν κτηνῶν τῶν ἀκαϑάρτων λυτρώσῃ.
Verse: 16    
καὶ λύτρωσις αὐτοῦ ἀπὸ μηνιαίου· συντίμησις πέντε σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον [εἴκοσι ὄβολοί εἰσιν].
Verse: 17    
πλὴν πρωτότοκα μόσχων καὶ πρωτότοκα προβάτων καὶ πρωτότοκα αἰγῶν οὐ λυτρώσῃ· ἅγιά ἐστιν· καὶ τὸ αἷμα αὐτῶν προσχεεῖς πρὸς τὸ ϑυσιαστήριον καὶ τὸ στέαρ ἀνοίσεις κάρπωμα εἰς ὀσμὴν εὐωδίας κυρίῳ·
Verse: 18    
καὶ τὰ κρέα ἔσται σοί· καϑὰ καὶ τὸ στηϑύνιον τοῦ ἐπιϑέματος καὶ κατὰ τὸν βραχίονα τὸν δεξιὸν σοὶ ἔσται.
Verse: 19    
πᾶν ἀϕαίρεμα τῶν ἁγίων, ὅσα ἂν ἀϕέλωσιν οἱ υἱοὶ Ισραηλ κυρίῳ, σοὶ δέδωκα καὶ τοῖς υἱοῖς σου καὶ ταῖς ϑυγατράσιν σου μετὰ σοῦ, νόμιμον αἰώνιον· διαϑήκη ἁλὸς αἰωνίου ἐστὶν ἔναντι κυρίου σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ.
Verse: 20    
Καὶ ἐλάλησεν κύριος πρὸς Ααρων ᾽Εν τῇ γῇ αὐτῶν οὐ κληρονομήσεις, καὶ μερὶς οὐκ ἔσται σοι ἐν αὐτοῖς, ὅτι ἐγὼ μερίς σου καὶ κληρονομία σου ἐν μέσῳ τῶν υἱῶν Ισραηλ.
Verse: 21    
καὶ τοῖς υἱοῖς Λευι ἰδοὺ δέδωκα πᾶν ἐπιδέκατον ἐν Ισραηλ ἐν κλήρῳ ἀντὶ τῶν λειτουργιῶν αὐτῶν, ὅσα αὐτοὶ λειτουργοῦσιν λειτουργίαν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
Verse: 22    
καὶ οὐ προσελεύσονται ἔτι οἱ υἱοὶ Ισραηλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαβεῖν ἁμαρτίαν ϑανατηϕόρον.
Verse: 23    
καὶ λειτουργήσει Λευίτης αὐτὸς τὴν λειτουργίαν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ αὐτοὶ λήμψονται τὰ ἁμαρτήματα αὐτῶν, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν· καὶ ἐν μέσῳ υἱῶν Ισραηλ οὐ κληρονομήσουσιν κληρονομίαν·
Verse: 24    
ὅτι τὰ ἐπιδέκατα τῶν υἱῶν Ισραηλ, ὅσα ἂν ἀϕορίσωσιν κυρίῳ ἀϕαίρεμα, δέδωκα τοῖς Λευίταις ἐν κλήρῳ· διὰ τοῦτο εἴρηκα αὐτοῖς ᾽Εν μέσῳ υἱῶν Ισραηλ οὐ κληρονομήσουσιν κλῆρον.
Verse: 25    
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 26    
Καὶ τοῖς Λευίταις λαλήσεις καὶ ἐρεῖς πρὸς αὐτούς ᾽Εὰν λάβητε παρὰ τῶν υἱῶν Ισραηλ τὸ ἐπιδέκατον, δέδωκα ὑμῖν παρ' αὐτῶν ἐν κλήρῳ, καὶ ἀϕελεῖτε ὑμεῖς ἀπ' αὐτοῦ ἀϕαίρεμα κυρίῳ ἐπιδέκατον ἀπὸ τοῦ ἐπιδεκάτου.
Verse: 27    
καὶ λογισϑήσεται ὑμῖν τὰ ἀϕαιρέματα ὑμῶν ὡς σῖτος ἀπὸ ἅλω καὶ ἀϕαίρεμα ἀπὸ ληνοῦ.
Verse: 28    
οὕτως ἀϕελεῖτε καὶ ὑμεῖς ἀπὸ τῶν ἀϕαιρεμάτων κυρίου ἀπὸ πάντων ἐπιδεκάτων ὑμῶν, ὅσα ἐὰν λάβητε παρὰ τῶν υἱῶν Ισραηλ, καὶ δώσετε ἀπ' αὐτῶν ἀϕαίρεμα κυρίῳ Ααρων τῷ ἱερεῖ.
Verse: 29    
ἀπὸ πάντων τῶν δομάτων ὑμῶν ἀϕελεῖτε ἀϕαίρεμα κυρίῳ ἀπὸ πάντων τῶν ἀπαρχῶν τὸ ἡγιασμένον ἀπ' αὐτοῦ.
Verse: 30    
καὶ ἐρεῖς πρὸς αὐτούς ῞Οταν ἀϕαιρῆτε τὴν ἀπαρχὴν ἀπ' αὐτοῦ, καὶ λογισϑήσεται τοῖς Λευίταις ὡς γένημα ἀπὸ ἅλω καὶ ὡς γένημα ἀπὸ ληνοῦ.
Verse: 31    
καὶ ἔδεσϑε αὐτὸ ἐν παντὶ τόπῳ ὑμεῖς καὶ οἱ οἶκοι ὑμῶν, ὅτι μισϑὸς οὗτος ὑμῖν ἐστιν ἀντὶ τῶν λειτουργιῶν ὑμῶν τῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου·
Verse: 32    
καὶ οὐ λήμψεσϑε δι' αὐτὸ ἁμαρτίαν, ὅτι ἂν ἀϕαιρῆτε τὴν ἀπαρχὴν ἀπ' αὐτοῦ· καὶ τὰ ἅγια τῶν υἱῶν Ισραηλ οὐ βεβηλώσετε, ἵνα μὴ ἀποϑάνητε.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.