TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 136
Previous part

Chapter: 19 
Verse: 1    Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
Verse: 2    
Αὕτη διαστολὴ τοῦ νόμου, ὅσα συνέταξεν κύριος λέγων Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ λαβέτωσαν πρὸς σὲ δάμαλιν πυρρὰν ἄμωμον, ἥτις οὐκ ἔχει ἐν αὐτῇ μῶμον καὶ οὐκ ἐπεβλήϑη ἐπ' αὐτὴν ζυγός.
Verse: 3    
καὶ δώσεις αὐτὴν πρὸς Ελεαζαρ τὸν ἱερέα, καὶ ἐξάξουσιν αὐτὴν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καϑαρὸν καὶ σϕάξουσιν αὐτὴν ἐνώπιον αὐτοῦ.
Verse: 4    
καὶ λήμψεται Ελεαζαρ ἀπὸ τοῦ αἵματος αὐτῆς καὶ ῥανεῖ ἀπέναντι τοῦ προσώπου τῆς σκηνῆς τοῦ μαρτυρίου ἀπὸ τοῦ αἵματος αὐτῆς ἑπτάκις.
Verse: 5    
καὶ κατακαύσουσιν αὐτὴν ἐναντίον αὐτοῦ, καὶ τὸ δέρμα καὶ τὰ κρέα αὐτῆς καὶ τὸ αἷμα αὐτῆς σὺν τῇ κόπρῳ αὐτῆς κατακαυϑήσεται.
Verse: 6    
καὶ λήμψεται ἱερεὺς ξύλον κέδρινον καὶ ὕσσωπον καὶ κόκκινον καὶ ἐμβαλοῦσιν εἰς μέσον τοῦ κατακαύματος τῆς δαμάλεως.
Verse: 7    
καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ ἱερεὺς καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν, καὶ ἀκάϑαρτος ἔσται ἱερεὺς ἕως ἑσπέρας.
Verse: 8    
καὶ κατακαίων αὐτὴν πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται τὸ σῶμα αὐτοῦ καὶ ἀκάϑαρτος ἔσται ἕως ἑσπέρας.
Verse: 9    
καὶ συνάξει ἄνϑρωπος καϑαρὸς τὴν σποδὸν τῆς δαμάλεως καὶ ἀποϑήσει ἔξω τῆς παρεμβολῆς εἰς τόπον καϑαρόν, καὶ ἔσται τῇ συναγωγῇ υἱῶν Ισραηλ εἰς διατήρησιν, ὕδωρ ῥαντισμοῦ· ἅγνισμά ἐστιν.
Verse: 10    
καὶ πλυνεῖ τὰ ἱμάτια συνάγων τὴν σποδιὰν τῆς δαμάλεως καὶ ἀκάϑαρτος ἔσται ἕως ἑσπέρας. καὶ ἔσται τοῖς υἱοῖς Ισραηλ καὶ τοῖς προσκειμένοις προσηλύτοις νόμιμον αἰώνιον.
Verse: 11    
῾Ο ἁπτόμενος τοῦ τεϑνηκότος πάσης ψυχῆς ἀνϑρώπου ἀκάϑαρτος ἔσται ἑπτὰ ἡμέρας·
Verse: 12    
οὗτος ἁγνισϑήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ καϑαρὸς ἔσται· ἐὰν δὲ μὴ ἀϕαγνισϑῇ τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, οὐ καϑαρὸς ἔσται.
Verse: 13    
πᾶς ἁπτόμενος τοῦ τεϑνηκότος ἀπὸ ψυχῆς ἀνϑρώπου, ἐὰν ἀποϑάνῃ, καὶ μὴ ἀϕαγνισϑῇ, τὴν σκηνὴν κυρίου ἐμίανεν· ἐκτριβήσεται ψυχὴ ἐκείνη ἐξ Ισραηλ· ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιερραντίσϑη ἐπ' αὐτόν, ἀκάϑαρτός ἐστιν, ἔτι ἀκαϑαρσία αὐτοῦ ἐν αὐτῷ ἐστιν.
Verse: 14    
Καὶ οὗτος νόμος· ἄνϑρωπος ἐὰν ἀποϑάνῃ ἐν οἰκίᾳ, πᾶς εἰσπορευόμενος εἰς τὴν οἰκίαν καὶ ὅσα ἐστὶν ἐν τῇ οἰκίᾳ, ἀκάϑαρτα ἔσται ἑπτὰ ἡμέρας·
Verse: 15    
καὶ πᾶν σκεῦος ἀνεῳγμένον, ὅσα οὐχὶ δεσμὸν καταδέδεται ἐπ' αὐτῷ, ἀκάϑαρτά ἐστιν.
Verse: 16    
καὶ πᾶς, ὃς ἐὰν ἅψηται ἐπὶ προσώπου τοῦ πεδίου τραυματίου νεκροῦ ὀστέου ἀνϑρωπίνου μνήματος, ἑπτὰ ἡμέρας ἀκάϑαρτος ἔσται.
Verse: 17    
καὶ λήμψονται τῷ ἀκαϑάρτῳ ἀπὸ τῆς σποδιᾶς τῆς κατακεκαυμένης τοῦ ἁγνισμοῦ καὶ ἐκχεοῦσιν ἐπ' αὐτὴν ὕδωρ ζῶν εἰς σκεῦος·
Verse: 18    
καὶ λήμψεται ὕσσωπον καὶ βάψει εἰς τὸ ὕδωρ ἀνὴρ καϑαρὸς καὶ περιρρανεῖ ἐπὶ τὸν οἶκον καὶ ἐπὶ τὰ σκεύη καὶ ἐπὶ τὰς ψυχάς, ὅσαι ἐὰν ὦσιν ἐκεῖ, καὶ ἐπὶ τὸν ἡμμένον τοῦ ὀστέου τοῦ ἀνϑρωπίνου τοῦ τραυματίου τοῦ τεϑνηκότος τοῦ μνήματος·
Verse: 19    
καὶ περιρρανεῖ καϑαρὸς ἐπὶ τὸν ἀκάϑαρτον ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἀϕαγνισϑήσεται τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάϑαρτος ἔσται ἕως ἑσπέρας.
Verse: 20    
καὶ ἄνϑρωπος, ὃς ἐὰν μιανϑῇ καὶ μὴ ἀϕαγνισϑῇ, ἐξολεϑρευϑήσεται ψυχὴ ἐκείνη ἐκ μέσου τῆς συναγωγῆς, ὅτι τὰ ἅγια κυρίου ἐμίανεν, ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιερραντίσϑη ἐπ' αὐτόν, ἀκάϑαρτός ἐστιν.
Verse: 21    
καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον· καὶ περιρραίνων ὕδωρ ῥαντισμοῦ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ ἁπτόμενος τοῦ ὕδατος τοῦ ῥαντισμοῦ ἀκάϑαρτος ἔσται ἕως ἑσπέρας·
Verse: 22    
καὶ παντός, οὗ ἐὰν ἅψηται αὐτοῦ ἀκάϑαρτος, ἀκάϑαρτον ἔσται, καὶ ψυχὴ ἁπτομένη ἀκάϑαρτος ἔσται ἕως ἑσπέρας.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.