TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 137
Previous part

Chapter: 20 
Verse: 1    Καὶ ἦλϑον οἱ υἱοὶ Ισραηλ, πᾶσα συναγωγή, εἰς τὴν ἔρημον Σιν ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ κατέμεινεν λαὸς ἐν Καδης, καὶ ἐτελεύτησεν ἐκεῖ Μαριαμ καὶ ἐτάϕη ἐκεῖ.
Verse: 2    
καὶ οὐκ ἦν ὕδωρ τῇ συναγωγῇ, καὶ ἠϑροίσϑησαν ἐπὶ Μωυσῆν καὶ Ααρων.
Verse: 3    
καὶ ἐλοιδορεῖτο λαὸς πρὸς Μωυσῆν λέγοντες ῎Οϕελον ἀπεϑάνομεν ἐν τῇ ἀπωλείᾳ τῶν ἀδελϕῶν ἡμῶν ἔναντι κυρίου·
Verse: 4    
καὶ ἵνα τί ἀνηγάγετε τὴν συναγωγὴν κυρίου εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι ἡμᾶς καὶ τὰ κτήνη ἡμῶν;
Verse: 5    
καὶ ἵνα τί τοῦτο ἀνηγάγετε ἡμᾶς ἐξ Αἰγύπτου παραγενέσϑαι εἰς τὸν τόπον τὸν πονηρὸν τοῦτον; τόπος, οὗ οὐ σπείρεται οὐδὲ συκαῖ οὐδὲ ἄμπελοι οὐδὲ ῥόαι οὐδὲ ὕδωρ ἐστὶν πιεῖν.
Verse: 6    
καὶ ἦλϑεν Μωυσῆς καὶ Ααρων ἀπὸ προσώπου τῆς συναγωγῆς ἐπὶ τὴν ϑύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἔπεσαν ἐπὶ πρόσωπον, καὶ ὤϕϑη δόξα κυρίου πρὸς αὐτούς.
Verse: 7    
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 8    
Λαβὲ τὴν ῥάβδον καὶ ἐκκλησίασον τὴν συναγωγὴν σὺ καὶ Ααρων ἀδελϕός σου καὶ λαλήσατε πρὸς τὴν πέτραν ἔναντι αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτῆς, καὶ ἐξοίσετε αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας καὶ ποτιεῖτε τὴν συναγωγὴν καὶ τὰ κτήνη αὐτῶν.
Verse: 9    
καὶ ἔλαβεν Μωυσῆς τὴν ῥάβδον τὴν ἀπέναντι κυρίου, καϑὰ συνέταξεν κύριος·
Verse: 10    
καὶ ἐξεκκλησίασεν Μωυσῆς καὶ Ααρων τὴν συναγωγὴν ἀπέναντι τῆς πέτρας καὶ εἶπεν πρὸς αὐτούς ᾽Ακούσατέ μου, οἱ ἀπειϑεῖς· μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ;
Verse: 11    
καὶ ἐπάρας Μωυσῆς τὴν χεῖρα αὐτοῦ ἐπάταξεν τὴν πέτραν τῇ ῥάβδῳ δίς, καὶ ἐξῆλϑεν ὕδωρ πολύ, καὶ ἔπιεν συναγωγὴ καὶ τὰ κτήνη αὐτῶν.
Verse: 12    
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων ῞Οτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον υἱῶν Ισραηλ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν, ἣν δέδωκα αὐτοῖς.
Verse: 13    
τοῦτο ὕδωρ ἀντιλογίας, ὅτι ἐλοιδορήϑησαν οἱ υἱοὶ Ισραηλ ἔναντι κυρίου καὶ ἡγιάσϑη ἐν αὐτοῖς.
Verse: 14    
Καὶ ἀπέστειλεν Μωυσῆς ἀγγέλους ἐκ Καδης πρὸς βασιλέα Εδωμ λέγων Τάδε λέγει ἀδελϕός σου Ισραηλ Σὺ ἐπίστῃ πάντα τὸν μόχϑον τὸν εὑρόντα ἡμᾶς,
Verse: 15    
καὶ κατέβησαν οἱ πατέρες ἡμῶν εἰς Αἴγυπτον, καὶ παρῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας πλείους, καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμῶν,
Verse: 16    
καὶ ἀνεβοήσαμεν πρὸς κύριον, καὶ εἰσήκουσεν κύριος τῆς ϕωνῆς ἡμῶν καὶ ἀποστείλας ἄγγελον ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου, καὶ νῦν ἐσμεν ἐν Καδης, πόλει ἐκ μέρους τῶν ὁρίων σου·
Verse: 17    
παρελευσόμεϑα διὰ τῆς γῆς σου, οὐ διελευσόμεϑα δι' ἀγρῶν οὐδὲ δι' ἀμπελώνων οὐδὲ πιόμεϑα ὕδωρ ἐκ λάκκου σου, ὁδῷ βασιλικῇ πορευσόμεϑα, οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα, ἕως ἂν παρέλϑωμεν τὰ ὅριά σου.
Verse: 18    
καὶ εἶπεν πρὸς αὐτὸν Εδωμ Οὐ διελεύσῃ δι' ἐμοῦ· εἰ δὲ μή, ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σοι.
Verse: 19    
καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Ισραηλ Παρὰ τὸ ὄρος παρελευσόμεϑα· ἐὰν δὲ τοῦ ὕδατός σου πίωμεν ἐγώ τε καὶ τὰ κτήνη, δώσω τιμήν σοι· ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστιν, παρὰ τὸ ὄρος παρελευσόμεϑα.
Verse: 20    
δὲ εἶπεν Οὐ διελεύσῃ δι' ἐμοῦ· καὶ ἐξῆλϑεν Εδωμ εἰς συνάντησιν αὐτῷ ἐν ὄχλῳ βαρεῖ καὶ ἐν χειρὶ ἰσχυρᾷ.
Verse: 21    
καὶ οὐκ ἠϑέλησεν Εδωμ δοῦναι τῷ Ισραηλ παρελϑεῖν διὰ τῶν ὁρίων αὐτοῦ· καὶ ἐξέκλινεν Ισραηλ ἀπ' αὐτοῦ.
Verse: 22    
Καὶ ἀπῆραν ἐκ Καδης· καὶ παρεγένοντο οἱ υἱοὶ Ισραηλ, πᾶσα συναγωγή, εἰς Ωρ τὸ ὄρος.
Verse: 23    
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων ἐν Ωρ τῷ ὄρει ἐπὶ τῶν ὁρίων γῆς Εδωμ λέγων
Verse: 24    
Προστεϑήτω Ααρων πρὸς τὸν λαὸν αὐτοῦ, ὅτι οὐ μὴ εἰσέλϑητε εἰς τὴν γῆν, ἣν δέδωκα τοῖς υἱοῖς Ισραηλ, διότι παρωξύνατέ με ἐπὶ τοῦ ὕδατος τῆς λοιδορίας.
Verse: 25    
λαβὲ τὸν Ααρων καὶ Ελεαζαρ τὸν υἱὸν αὐτοῦ καὶ ἀναβίβασον αὐτοὺς εἰς Ωρ τὸ ὄρος ἔναντι πάσης τῆς συναγωγῆς
Verse: 26    
καὶ ἔκδυσον Ααρων τὴν στολὴν αὐτοῦ καὶ ἔνδυσον Ελεαζαρ τὸν υἱὸν αὐτοῦ, καὶ Ααρων προστεϑεὶς ἀποϑανέτω ἐκεῖ.
Verse: 27    
καὶ ἐποίησεν Μωυσῆς καϑὰ συνέταξεν κύριος, καὶ ἀνεβίβασεν αὐτὸν εἰς Ωρ τὸ ὄρος ἐναντίον πάσης τῆς συναγωγῆς.
Verse: 28    
καὶ ἐξέδυσεν Ααρων τὰ ἱμάτια αὐτοῦ καὶ ἐνέδυσεν αὐτὰ Ελεαζαρ τὸν υἱὸν αὐτοῦ· καὶ ἀπέϑανεν Ααρων ἐπὶ τῆς κορυϕῆς τοῦ ὄρους, καὶ κατέβη Μωυσῆς καὶ Ελεαζαρ ἐκ τοῦ ὄρους.
Verse: 29    
καὶ εἶδεν πᾶσα συναγωγὴ ὅτι ἀπελύϑη Ααρων, καὶ ἔκλαυσαν τὸν Ααρων τριάκοντα ἡμέρας πᾶς οἶκος Ισραηλ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.