TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 139
Previous part

Chapter: 22 
Verse: 1    Καὶ ἀπάραντες οἱ υἱοὶ Ισραηλ παρενέβαλον ἐπὶ δυσμῶν Μωαβ παρὰ τὸν Ιορδάνην κατὰ Ιεριχω.
Verse: 2    
Καὶ ἰδὼν Βαλακ υἱὸς Σεπϕωρ πάντα, ὅσα ἐποίησεν Ισραηλ τῷ Αμορραίῳ,
Verse: 3    
καὶ ἐϕοβήϑη Μωαβ τὸν λαὸν σϕόδρα, ὅτι πολλοὶ ἦσαν, καὶ προσώχϑισεν Μωαβ ἀπὸ προσώπου υἱῶν Ισραηλ.
Verse: 4    
καὶ εἶπεν Μωαβ τῇ γερουσίᾳ Μαδιαμ Νῦν ἐκλείξει συναγωγὴ αὕτη πάντας τοὺς κύκλῳ ἡμῶν, ὡς ἐκλείξαι μόσχος τὰ χλωρὰ ἐκ τοῦ πεδίου. καὶ Βαλακ υἱὸς Σεπϕωρ βασιλεὺς Μωαβ ἦν κατὰ τὸν καιρὸν ἐκεῖνον.
Verse: 5    
καὶ ἀπέστειλεν πρέσβεις πρὸς Βαλααμ υἱὸν Βεωρ Φαϑουρα, ἐστιν ἐπὶ τοῦ ποταμοῦ γῆς υἱῶν λαοῦ αὐτοῦ, καλέσαι αὐτὸν λέγων ᾽Ιδοὺ λαὸς ἐξελήλυϑεν ἐξ Αἰγύπτου καὶ ἰδοὺ κατεκάλυψεν τὴν ὄψιν τῆς γῆς καὶ οὗτος ἐγκάϑηται ἐχόμενός μου·
Verse: 6    
καὶ νῦν δεῦρο ἄρασαί μοι τὸν λαὸν τοῦτον, ὅτι ἰσχύει οὗτος ἡμεῖς· ἐὰν δυνώμεϑα πατάξαι ἐξ αὐτῶν, καὶ ἐκβαλῶ αὐτοὺς ἐκ τῆς γῆς· ὅτι οἶδα οὓς ἐὰν εὐλογήσῃς σύ, εὐλόγηνται, καὶ οὓς ἐὰν καταράσῃ σύ, κεκατήρανται.
Verse: 7    
καὶ ἐπορεύϑη γερουσία Μωαβ καὶ γερουσία Μαδιαμ, καὶ τὰ μαντεῖα ἐν ταῖς χερσὶν αὐτῶν, καὶ ἦλϑον πρὸς Βαλααμ καὶ εἶπαν αὐτῷ τὰ ῥήματα Βαλακ.
Verse: 8    
καὶ εἶπεν πρὸς αὐτούς Καταλύσατε αὐτοῦ τὴν νύκτα, καὶ ἀποκριϑήσομαι ὑμῖν πράγματα, ἐὰν λαλήσῃ κύριος πρός με· καὶ κατέμειναν οἱ ἄρχοντες Μωαβ παρὰ Βαλααμ.
Verse: 9    
καὶ ἦλϑεν ϑεὸς πρὸς Βαλααμ καὶ εἶπεν αὐτῷ Τί οἱ ἄνϑρωποι οὗτοι παρὰ σοί;
Verse: 10    
καὶ εἶπεν Βαλααμ πρὸς τὸν ϑεόν Βαλακ υἱὸς Σεπϕωρ βασιλεὺς Μωαβ ἀπέστειλεν αὐτοὺς πρός με λέγων
Verse: 11    
᾽Ιδοὺ λαὸς ἐξελήλυϑεν ἐξ Αἰγύπτου καὶ ἰδοὺ κεκάλυϕεν τὴν ὄψιν τῆς γῆς καὶ οὗτος ἐγκάϑηται ἐχόμενός μου· καὶ νῦν δεῦρο ἄρασαί μοι αὐτόν, εἰ ἄρα δυνήσομαι πατάξαι αὐτὸν καὶ ἐκβαλῶ αὐτὸν ἀπὸ τῆς γῆς.
Verse: 12    
καὶ εἶπεν ϑεὸς πρὸς Βαλααμ Οὐ πορεύσῃ μετ' αὐτῶν οὐδὲ καταράσῃ τὸν λαόν· ἔστιν γὰρ εὐλογημένος.
Verse: 13    
καὶ ἀναστὰς Βαλααμ τὸ πρωὶ εἶπεν τοῖς ἄρχουσιν Βαλακ ᾽Αποτρέχετε πρὸς τὸν κύριον ὑμῶν· οὐκ ἀϕίησίν με ϑεὸς πορεύεσϑαι μεϑ' ὑμῶν.
Verse: 14    
καὶ ἀναστάντες οἱ ἄρχοντες Μωαβ ἦλϑον πρὸς Βαλακ καὶ εἶπαν Οὐ ϑέλει Βαλααμ πορευϑῆναι μεϑ' ἡμῶν.
Verse: 15    
Καὶ προσέϑετο Βαλακ ἔτι ἀποστεῖλαι ἄρχοντας πλείους καὶ ἐντιμοτέρους τούτων.
Verse: 16    
καὶ ἦλϑον πρὸς Βαλααμ καὶ λέγουσιν αὐτῷ Τάδε λέγει Βαλακ τοῦ Σεπϕωρ ᾽Αξιῶ σε, μὴ ὀκνήσῃς ἐλϑεῖν πρός με·
Verse: 17    
ἐντίμως γὰρ τιμήσω σε, καὶ ὅσα ἐὰν εἴπῃς, ποιήσω σοι· καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν λαὸν τοῦτον.
Verse: 18    
καὶ ἀπεκρίϑη Βαλααμ καὶ εἶπεν τοῖς ἄρχουσιν Βαλακ ᾽Εὰν δῷ μοι Βαλακ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα κυρίου τοῦ ϑεοῦ ποιῆσαι αὐτὸ μικρὸν μέγα ἐν τῇ διανοίᾳ μου·
Verse: 19    
καὶ νῦν ὑπομείνατε αὐτοῦ καὶ ὑμεῖς τὴν νύκτα ταύτην, καὶ γνώσομαι, τί προσϑήσει κύριος λαλῆσαι πρός με.
Verse: 20    
καὶ ἦλϑεν ϑεὸς πρὸς Βαλααμ νυκτὸς καὶ εἶπεν αὐτῷ Εἰ καλέσαι σε πάρεισιν οἱ ἄνϑρωποι οὗτοι, ἀναστὰς ἀκολούϑησον αὐτοῖς· ἀλλὰ τὸ ῥῆμα, ἂν λαλήσω πρὸς σέ, τοῦτο ποιήσεις.
Verse: 21    
καὶ ἀναστὰς Βαλααμ τὸ πρωὶ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ καὶ ἐπορεύϑη μετὰ τῶν ἀρχόντων Μωαβ.
Verse: 22    
καὶ ὠργίσϑη ϑυμῷ ϑεὸς ὅτι ἐπορεύϑη αὐτός, καὶ ἀνέστη ἄγγελος τοῦ ϑεοῦ ἐνδιαβάλλειν αὐτόν, καὶ αὐτὸς ἐπιβεβήκει ἐπὶ τῆς ὄνου αὐτοῦ, καὶ δύο παῖδες αὐτοῦ μετ' αὐτοῦ.
Verse: 23    
καὶ ἰδοῦσα ὄνος τὸν ἄγγελον τοῦ ϑεοῦ ἀνϑεστηκότα ἐν τῇ ὁδῷ καὶ τὴν ῥομϕαίαν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐξέκλινεν ὄνος ἐκ τῆς ὁδοῦ καὶ ἐπορεύετο εἰς τὸ πεδίον· καὶ ἐπάταξεν τὴν ὄνον τῇ ῥάβδῳ τοῦ εὐϑῦναι αὐτὴν ἐν τῇ ὁδῷ.
Verse: 24    
καὶ ἔστη ἄγγελος τοῦ ϑεοῦ ἐν ταῖς αὔλαξιν τῶν ἀμπέλων, ϕραγμὸς ἐντεῦϑεν καὶ ϕραγμὸς ἐντεῦϑεν·
Verse: 25    
καὶ ἰδοῦσα ὄνος τὸν ἄγγελον τοῦ ϑεοῦ προσέϑλιψεν ἑαυτὴν πρὸς τὸν τοῖχον καὶ ἀπέϑλιψεν τὸν πόδα Βαλααμ· καὶ προσέϑετο ἔτι μαστίξαι αὐτήν.
Verse: 26    
καὶ προσέϑετο ἄγγελος τοῦ ϑεοῦ καὶ ἀπελϑὼν ὑπέστη ἐν τόπῳ στενῷ, εἰς ὃν οὐκ ἦν ἐκκλῖναι δεξιὰν οὐδὲ ἀριστεράν.
Verse: 27    
καὶ ἰδοῦσα ὄνος τὸν ἄγγελον τοῦ ϑεοῦ συνεκάϑισεν ὑποκάτω Βαλααμ· καὶ ἐϑυμώϑη Βαλααμ καὶ ἔτυπτεν τὴν ὄνον τῇ ῥάβδῳ.
Verse: 28    
καὶ ἤνοιξεν ϑεὸς τὸ στόμα τῆς ὄνου, καὶ λέγει τῷ Βαλααμ Τί ἐποίησά σοι ὅτι πέπαικάς με τοῦτο τρίτον;
Verse: 29    
καὶ εἶπεν Βαλααμ τῇ ὄνῳ ῞Οτι ἐμπέπαιχάς μοι· καὶ εἰ εἶχον μάχαιραν ἐν τῇ χειρί μου, ἤδη ἂν ἐξεκέντησά σε.
Verse: 30    
καὶ λέγει ὄνος τῷ Βαλααμ Οὐκ ἐγὼ ὄνος σου, ἐϕ' ἧς ἐπέβαινες ἀπὸ νεότητός σου ἕως τῆς σήμερον ἡμέρας; μὴ ὑπεροράσει ὑπεριδοῦσα ἐποίησά σοι οὕτως; δὲ εἶπεν Οὐχί.
Verse: 31    
ἀπεκάλυψεν δὲ ϑεὸς τοὺς ὀϕϑαλμοὺς Βαλααμ, καὶ ὁρᾷ τὸν ἄγγελον κυρίου ἀνϑεστηκότα ἐν τῇ ὁδῷ καὶ τὴν μάχαιραν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ καὶ κύψας προσεκύνησεν τῷ προσώπῳ αὐτοῦ.
Verse: 32    
καὶ εἶπεν αὐτῷ ἄγγελος τοῦ ϑεοῦ Διὰ τί ἐπάταξας τὴν ὄνον σου τοῦτο τρίτον; καὶ ἰδοὺ ἐγὼ ἐξῆλϑον εἰς διαβολήν σου, ὅτι οὐκ ἀστεία ὁδός σου ἐναντίον μου.
Verse: 33    
καὶ ἰδοῦσά με ὄνος ἐξέκλινεν ἀπ' ἐμοῦ τρίτον τοῦτο· καὶ εἰ μὴ ἐξέκλινεν, νῦν οὖν σὲ μὲν ἀπέκτεινα, ἐκείνην δὲ περιεποιησάμην.
Verse: 34    
καὶ εἶπεν Βαλααμ τῷ ἀγγέλῳ κυρίου ῾Ημάρτηκα, οὐ γὰρ ἠπιστάμην ὅτι σύ μοι ἀνϑέστηκας ἐν τῇ ὁδῷ εἰς συνάντησιν· καὶ νῦν εἰ μή σοι ἀρέσκει, ἀποστραϕήσομαι.
Verse: 35    
καὶ εἶπεν ἄγγελος τοῦ ϑεοῦ πρὸς Βαλααμ Συμπορεύϑητι μετὰ τῶν ἀνϑρώπων· πλὴν τὸ ῥῆμα, ἐὰν εἴπω πρὸς σέ, τοῦτο ϕυλάξῃ λαλῆσαι. καὶ ἐπορεύϑη Βαλααμ μετὰ τῶν ἀρχόντων Βαλακ.
Verse: 36    
Καὶ ἀκούσας Βαλακ ὅτι ἥκει Βαλααμ, ἐξῆλϑεν εἰς συνάντησιν αὐτῷ εἰς πόλιν Μωαβ, ἐστιν ἐπὶ τῶν ὁρίων Αρνων, ἐστιν ἐκ μέρους τῶν ὁρίων.
Verse: 37    
καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ Οὐχὶ ἀπέστειλα πρὸς σὲ καλέσαι σε; διὰ τί οὐκ ἤρχου πρός με; ὄντως οὐ δυνήσομαι τιμῆσαί σε;
Verse: 38    
καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ ᾽Ιδοὺ ἥκω πρὸς σέ· νῦν δυνατὸς ἔσομαι λαλῆσαί τι; τὸ ῥῆμα, ἐὰν βάλῃ ϑεὸς εἰς τὸ στόμα μου, τοῦτο λαλήσω.
Verse: 39    
καὶ ἐπορεύϑη Βαλααμ μετὰ Βαλακ, καὶ ἦλϑον εἰς πόλεις ἐπαύλεων.
Verse: 40    
καὶ ἔϑυσεν Βαλακ πρόβατα καὶ μόσχους καὶ ἀπέστειλεν τῷ Βαλααμ καὶ τοῖς ἄρχουσι τοῖς μετ' αὐτοῦ.
Verse: 41    
καὶ ἐγενήϑη πρωὶ καὶ παραλαβὼν Βαλακ τὸν Βαλααμ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὴν στήλην τοῦ Βααλ καὶ ἔδειξεν αὐτῷ ἐκεῖϑεν μέρος τι τοῦ λαοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.