TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 144
Previous part

Chapter: 27 
Verse: 1    Καὶ προσελϑοῦσαι αἱ ϑυγατέρες Σαλπααδ υἱοῦ Οϕερ υἱοῦ Γαλααδ υἱοῦ Μαχιρ τοῦ δήμου Μανασση τῶν υἱῶν Ιωσηϕ [καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Μαλα καὶ Νουα καὶ Εγλα καὶ Μελχα καὶ Θερσα]
Verse: 2    
καὶ στᾶσαι ἔναντι Μωυσῆ καὶ ἔναντι Ελεαζαρ τοῦ ἱερέως καὶ ἔναντι τῶν ἀρχόντων καὶ ἔναντι πάσης συναγωγῆς ἐπὶ τῆς ϑύρας τῆς σκηνῆς τοῦ μαρτυρίου λέγουσιν
Verse: 3    
῾Ο πατὴρ ἡμῶν ἀπέϑανεν ἐν τῇ ἐρήμῳ, καὶ αὐτὸς οὐκ ἦν ἐν μέσῳ τῆς συναγωγῆς τῆς ἐπισυστάσης ἔναντι κυρίου ἐν τῇ συναγωγῇ Κορε, ὅτι διὰ ἁμαρτίαν αὐτοῦ ἀπέϑανεν, καὶ υἱοὶ οὐκ ἐγένοντο αὐτῷ·
Verse: 4    
μὴ ἐξαλειϕϑήτω τὸ ὄνομα τοῦ πατρὸς ἡμῶν ἐκ μέσου τοῦ δήμου αὐτοῦ, ὅτι οὐκ ἔστιν αὐτῷ υἱός· δότε ἡμῖν κατάσχεσιν ἐν μέσῳ ἀδελϕῶν πατρὸς ἡμῶν.
Verse: 5    
καὶ προσήγαγεν Μωυσῆς τὴν κρίσιν αὐτῶν ἔναντι κυρίου.
Verse: 6    
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 7    
᾽Ορϑῶς ϑυγατέρες Σαλπααδ λελαλήκασιν· δόμα δώσεις αὐταῖς κατάσχεσιν κληρονομίας ἐν μέσῳ ἀδελϕῶν πατρὸς αὐτῶν καὶ περιϑήσεις τὸν κλῆρον τοῦ πατρὸς αὐτῶν αὐταῖς.
Verse: 8    
καὶ τοῖς υἱοῖς Ισραηλ λαλήσεις λέγων ῎Ανϑρωπος ἐὰν ἀποϑάνῃ καὶ υἱὸς μὴ αὐτῷ, περιϑήσετε τὴν κληρονομίαν αὐτοῦ τῇ ϑυγατρὶ αὐτοῦ·
Verse: 9    
ἐὰν δὲ μὴ ϑυγάτηρ αὐτῷ, δώσετε τὴν κληρονομίαν τῷ ἀδελϕῷ αὐτοῦ·
Verse: 10    
ἐὰν δὲ μὴ ὦσιν αὐτῷ ἀδελϕοί, δώσετε τὴν κληρονομίαν τῷ ἀδελϕῷ τοῦ πατρὸς αὐτοῦ·
Verse: 11    
ἐὰν δὲ μὴ ὦσιν ἀδελϕοὶ τοῦ πατρὸς αὐτοῦ, δώσετε τὴν κληρονομίαν τῷ οἰκείῳ τῷ ἔγγιστα αὐτοῦ ἐκ τῆς ϕυλῆς αὐτοῦ, κληρονομήσει τὰ αὐτοῦ. καὶ ἔσται τοῦτο τοῖς υἱοῖς Ισραηλ δικαίωμα κρίσεως, καϑὰ συνέταξεν κύριος τῷ Μωυσῇ.
Verse: 12    
Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ᾽Ανάβηϑι εἰς τὸ ὄρος τὸ ἐν τῷ πέραν [τοῦτο ὄρος Ναβαυ] καὶ ἰδὲ τὴν γῆν Χανααν, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ισραηλ ἐν κατασχέσει·
Verse: 13    
καὶ ὄψει αὐτὴν καὶ προστεϑήσῃ πρὸς τὸν λαόν σου καὶ σύ, καϑὰ προσετέϑη Ααρων ἀδελϕός σου ἐν Ωρ τῷ ὄρει,
Verse: 14    
διότι παρέβητε τὸ ῥῆμά μου ἐν τῇ ἐρήμῳ Σιν ἐν τῷ ἀντιπίπτειν τὴν συναγωγὴν ἁγιάσαι με· οὐχ ἡγιάσατέ με ἐπὶ τῷ ὕδατι ἔναντι αὐτῶν [τοῦτό ἐστιν ὕδωρ ἀντιλογίας Καδης ἐν τῇ ἐρήμῳ Σιν].
Verse: 15    
καὶ εἶπεν Μωυσῆς πρὸς κύριον
Verse: 16    
᾽Επισκεψάσϑω κύριος ϑεὸς τῶν πνευμάτων καὶ πάσης σαρκὸς ἄνϑρωπον ἐπὶ τῆς συναγωγῆς ταύτης,
Verse: 17    
ὅστις ἐξελεύσεται πρὸ προσώπου αὐτῶν καὶ ὅστις εἰσελεύσεται πρὸ προσώπου αὐτῶν καὶ ὅστις ἐξάξει αὐτοὺς καὶ ὅστις εἰσάξει αὐτούς, καὶ οὐκ ἔσται συναγωγὴ κυρίου ὡσεὶ πρόβατα, οἷς οὐκ ἔστιν ποιμήν.
Verse: 18    
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων Λαβὲ πρὸς σεαυτὸν τὸν ᾽Ιησοῦν υἱὸν Ναυη, ἄνϑρωπον, ὃς ἔχει πνεῦμα ἐν ἑαυτῷ, καὶ ἐπιϑήσεις τὰς χεῖράς σου ἐπ' αὐτὸν
Verse: 19    
καὶ στήσεις αὐτὸν ἔναντι Ελεαζαρ τοῦ ἱερέως καὶ ἐντελῇ αὐτῷ ἔναντι πάσης συναγωγῆς καὶ ἐντελῇ περὶ αὐτοῦ ἐναντίον αὐτῶν
Verse: 20    
καὶ δώσεις τῆς δόξης σου ἐπ' αὐτόν, ὅπως ἂν εἰσακούσωσιν αὐτοῦ οἱ υἱοὶ Ισραηλ.
Verse: 21    
καὶ ἔναντι Ελεαζαρ τοῦ ἱερέως στήσεται, καὶ ἐπερωτήσουσιν αὐτὸν τὴν κρίσιν τῶν δήλων ἔναντι κυρίου· ἐπὶ τῷ στόματι αὐτοῦ ἐξελεύσονται καὶ ἐπὶ τῷ στόματι αὐτοῦ εἰσελεύσονται αὐτὸς καὶ οἱ υἱοὶ Ισραηλ ὁμοϑυμαδὸν καὶ πᾶσα συναγωγή.
Verse: 22    
καὶ ἐποίησεν Μωυσῆς καϑὰ ἐνετείλατο αὐτῷ κύριος, καὶ λαβὼν τὸν ᾽Ιησοῦν ἔστησεν αὐτὸν ἐναντίον Ελεαζαρ τοῦ ἱερέως καὶ ἔναντι πάσης συναγωγῆς
Verse: 23    
καὶ ἐπέϑηκεν τὰς χεῖρας αὐτοῦ ἐπ' αὐτὸν καὶ συνέστησεν αὐτόν, καϑάπερ συνέταξεν κύριος τῷ Μωυσῇ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.