TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 120
Previous part

Chapter: 3 
Verse: 1    Καὶ αὗται αἱ γενέσεις Ααρων καὶ Μωυσῆ ἐν ἡμέρᾳ ἐλάλησεν κύριος τῷ Μωυσῇ ἐν ὄρει Σινα,
Verse: 2    
καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ααρων· πρωτότοκος Ναδαβ καὶ Αβιουδ, Ελεαζαρ καὶ Ιϑαμαρ·
Verse: 3    
ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ααρων, οἱ ἱερεῖς οἱ ἠλειμμένοι, οὓς ἐτελείωσαν τὰς χεῖρας αὐτῶν ἱερατεύειν.
Verse: 4    
καὶ ἐτελεύτησεν Ναδαβ καὶ Αβιουδ ἔναντι κυρίου προσϕερόντων αὐτῶν πῦρ ἀλλότριον ἔναντι κυρίου ἐν τῇ ἐρήμῳ Σινα, καὶ παιδία οὐκ ἦν αὐτοῖς· καὶ ἱεράτευσεν Ελεαζαρ καὶ Ιϑαμαρ μετ' Ααρων τοῦ πατρὸς αὐτῶν.
Verse: 5    
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 6    
Λαβὲ τὴν ϕυλὴν Λευι καὶ στήσεις αὐτοὺς ἐναντίον Ααρων τοῦ ἱερέως, καὶ λειτουργήσουσιν αὐτῷ
Verse: 7    
καὶ ϕυλάξουσιν τὰς ϕυλακὰς αὐτοῦ καὶ τὰς ϕυλακὰς τῶν υἱῶν Ισραηλ ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου ἐργάζεσϑαι τὰ ἔργα τῆς σκηνῆς
Verse: 8    
καὶ ϕυλάξουσιν πάντα τὰ σκεύη τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ τὰς ϕυλακὰς τῶν υἱῶν Ισραηλ κατὰ πάντα τὰ ἔργα τῆς σκηνῆς.
Verse: 9    
καὶ δώσεις τοὺς Λευίτας Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ τοῖς ἱερεῦσιν· δόμα δεδομένοι οὗτοί μοί εἰσιν ἀπὸ τῶν υἱῶν Ισραηλ.
Verse: 10    
καὶ Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ καταστήσεις ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ϕυλάξουσιν τὴν ἱερατείαν αὐτῶν καὶ πάντα τὰ κατὰ τὸν βωμὸν καὶ ἔσω τοῦ καταπετάσματος· καὶ ἀλλογενὴς ἁπτόμενος ἀποϑανεῖται.
Verse: 11    
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 12    
Καὶ ἐγὼ ἰδοὺ εἴληϕα τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν Ισραηλ ἀντὶ παντὸς πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τῶν υἱῶν Ισραηλ· λύτρα αὐτῶν ἔσονται καὶ ἔσονται ἐμοὶ οἱ Λευῖται.
Verse: 13    
ἐμοὶ γὰρ πᾶν πρωτότοκον· ἐν ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου, ἡγίασα ἐμοὶ πᾶν πρωτότοκον ἐν Ισραηλ ἀπὸ ἀνϑρώπου ἕως κτήνους· ἐμοὶ ἔσονται, ἐγὼ κύριος.
Verse: 14    
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ Σινα λέγων
Verse: 15    
᾽Επίσκεψαι τοὺς υἱοὺς Λευι κατ' οἴκους πατριῶν αὐτῶν κατὰ δήμους αὐτῶν κατὰ συγγενείας αὐτῶν· πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐπισκέψασϑε αὐτούς.
Verse: 16    
καὶ ἐπεσκέψαντο αὐτοὺς Μωυσῆς καὶ Ααρων διὰ ϕωνῆς κυρίου, ὃν τρόπον συνέταξεν αὐτοῖς κύριος.
Verse: 17    
καὶ ἦσαν οὗτοι οἱ υἱοὶ Λευι ἐξ ὀνομάτων αὐτῶν· Γεδσων, Κααϑ καὶ Μεραρι.
Verse: 18    
καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γεδσων κατὰ δήμους αὐτῶν· Λοβενι καὶ Σεμεϊ.
Verse: 19    
καὶ υἱοὶ Κααϑ κατὰ δήμους αὐτῶν· Αμραμ καὶ Ισσααρ, Χεβρων καὶ Οζιηλ.
Verse: 20    
καὶ υἱοὶ Μεραρι κατὰ δήμους αὐτῶν· Μοολι καὶ Μουσι. οὗτοί εἰσιν δῆμοι τῶν Λευιτῶν κατ' οἴκους πατριῶν αὐτῶν.
Verse: 21    
Τῷ Γεδσων δῆμος τοῦ Λοβενι καὶ δῆμος τοῦ Σεμεϊ· οὗτοι δῆμοι τοῦ Γεδσων.
Verse: 22    
ἐπίσκεψις αὐτῶν κατὰ ἀριϑμὸν παντὸς ἀρσενικοῦ ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἐπίσκεψις αὐτῶν ἑπτακισχίλιοι καὶ πεντακόσιοι.
Verse: 23    
καὶ υἱοὶ Γεδσων ὀπίσω τῆς σκηνῆς παρὰ ϑάλασσαν παρεμβαλοῦσιν,
Verse: 24    
καὶ ἄρχων οἴκου πατριᾶς τοῦ δήμου τοῦ Γεδσων Ελισαϕ υἱὸς Λαηλ.
Verse: 25    
καὶ ϕυλακὴ υἱῶν Γεδσων ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· σκηνὴ καὶ τὸ κάλυμμα καὶ τὸ κατακάλυμμα τῆς ϑύρας τῆς σκηνῆς τοῦ μαρτυρίου
Verse: 26    
καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τὸ καταπέτασμα τῆς πύλης τῆς αὐλῆς τῆς οὔσης ἐπὶ τῆς σκηνῆς καὶ τὰ κατάλοιπα πάντων τῶν ἔργων αὐτοῦ
Verse: 27    
Τῷ Κααϑ δῆμος Αμραμις καὶ δῆμος Σααρις καὶ δῆμος Χεβρωνις καὶ δῆμος Οζιηλις· οὗτοί εἰσιν δῆμοι τοῦ Κααϑ.
Verse: 28    
κατὰ ἀριϑμὸν πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ὀκτακισχίλιοι καὶ ἑξακόσιοι ϕυλάσσοντες τὰς ϕυλακὰς τῶν ἁγίων.
Verse: 29    
οἱ δῆμοι τῶν υἱῶν Κααϑ παρεμβαλοῦσιν ἐκ πλαγίων τῆς σκηνῆς κατὰ λίβα,
Verse: 30    
καὶ ἄρχων οἴκου πατριῶν τῶν δήμων τοῦ Κααϑ Ελισαϕαν υἱὸς Οζιηλ.
Verse: 31    
καὶ ϕυλακὴ αὐτῶν κιβωτὸς καὶ τράπεζα καὶ λυχνία καὶ τὰ ϑυσιαστήρια καὶ τὰ σκεύη τοῦ ἁγίου, ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς, καὶ τὸ κατακάλυμμα καὶ πάντα τὰ ἔργα αὐτῶν.
Verse: 32    
καὶ ἄρχων ἐπὶ τῶν ἀρχόντων τῶν Λευιτῶν Ελεαζαρ υἱὸς Ααρων τοῦ ἱερέως καϑεσταμένος ϕυλάσσειν τὰς ϕυλακὰς τῶν ἁγίων.
Verse: 33    
Τῷ Μεραρι δῆμος Μοολι καὶ δῆμος Μουσι· οὗτοί εἰσιν δῆμοι Μεραρι.
Verse: 34    
ἐπίσκεψις αὐτῶν κατὰ ἀριϑμόν, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἑξακισχίλιοι καὶ πεντήκοντα·
Verse: 35    
καὶ ἄρχων οἴκου πατριῶν τοῦ δήμου τοῦ Μεραρι Σουριηλ υἱὸς Αβιχαιλ· ἐκ πλαγίων τῆς σκηνῆς παρεμβαλοῦσιν πρὸς βορρᾶν.
Verse: 36    
ἐπίσκεψις ϕυλακὴ υἱῶν Μεραρι· τὰς κεϕαλίδας τῆς σκηνῆς καὶ τοὺς μοχλοὺς αὐτῆς καὶ τοὺς στύλους αὐτῆς καὶ τὰς βάσεις αὐτῆς καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ τὰ ἔργα αὐτῶν
Verse: 37    
καὶ τοὺς στύλους τῆς αὐλῆς κύκλῳ καὶ τὰς βάσεις αὐτῶν καὶ τοὺς πασσάλους καὶ τοὺς κάλους αὐτῶν.
Verse: 38    
Καὶ οἱ παρεμβάλλοντες κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου ἀπ' ἀνατολῆς Μωυσῆς καὶ Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ ϕυλάσσοντες τὰς ϕυλακὰς τοῦ ἁγίου εἰς τὰς ϕυλακὰς τῶν υἱῶν Ισραηλ· καὶ ἀλλογενὴς ἁπτόμενος ἀποϑανεῖται.
Verse: 39    
Πᾶσα ἐπίσκεψις τῶν Λευιτῶν, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ααρων διὰ ϕωνῆς κυρίου κατὰ δήμους αὐτῶν, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω δύο καὶ εἴκοσι χιλιάδες.
Verse: 40    
Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων ᾽Επίσκεψαι πᾶν πρωτότοκον ἄρσεν τῶν υἱῶν Ισραηλ ἀπὸ μηνιαίου καὶ ἐπάνω καὶ λαβὲ τὸν ἀριϑμὸν ἐξ ὀνόματος·
Verse: 41    
καὶ λήμψῃ τοὺς Λευίτας ἐμοί, ἐγὼ κύριος, ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Ισραηλ καὶ τὰ κτήνη τῶν Λευιτῶν ἀντὶ πάντων τῶν πρωτοτόκων ἐν τοῖς κτήνεσιν τῶν υἱῶν Ισραηλ.
Verse: 42    
καὶ ἐπεσκέψατο Μωυσῆς, ὃν τρόπον ἐνετείλατο κύριος, πᾶν πρωτότοκον ἐν τοῖς υἱοῖς Ισραηλ·
Verse: 43    
καὶ ἐγένοντο πάντα τὰ πρωτότοκα τὰ ἀρσενικὰ κατὰ ἀριϑμὸν ἐξ ὀνόματος ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐκ τῆς ἐπισκέψεως αὐτῶν δύο καὶ εἴκοσι χιλιάδες τρεῖς καὶ ἑβδομήκοντα καὶ διακόσιοι.
Verse: 44    
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 45    
Λαβὲ τοὺς Λευίτας ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Ισραηλ καὶ τὰ κτήνη τῶν Λευιτῶν ἀντὶ τῶν κτηνῶν αὐτῶν, καὶ ἔσονται ἐμοὶ οἱ Λευῖται· ἐγὼ κύριος.
Verse: 46    
καὶ τὰ λύτρα τριῶν καὶ ἑβδομήκοντα καὶ διακοσίων, οἱ πλεονάζοντες παρὰ τοὺς Λευίτας ἀπὸ τῶν πρωτοτόκων τῶν υἱῶν Ισραηλ,
Verse: 47    
καὶ λήμψῃ πέντε σίκλους κατὰ κεϕαλήν, κατὰ τὸ δίδραχμον τὸ ἅγιον λήμψῃ, εἴκοσι ὀβολοὺς τοῦ σίκλου,
Verse: 48    
καὶ δώσεις τὸ ἀργύριον Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ λύτρα τῶν πλεοναζόντων ἐν αὐτοῖς.
Verse: 49    
καὶ ἔλαβεν Μωυσῆς τὸ ἀργύριον, τὰ λύτρα τῶν πλεοναζόντων, εἰς τὴν ἐκλύτρωσιν τῶν Λευιτῶν·
Verse: 50    
παρὰ τῶν πρωτοτόκων τῶν υἱῶν Ισραηλ ἔλαβεν τὸ ἀργύριον, χιλίους τριακοσίους ἑξήκοντα πέντε σίκλους κατὰ τὸν σίκλον τὸν ἅγιον.
Verse: 51    
καὶ ἔδωκεν Μωυσῆς τὰ λύτρα τῶν πλεοναζόντων Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ διὰ ϕωνῆς κυρίου, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.