TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 149
Previous part

Chapter: 32 
Verse: 1    Καὶ κτήνη πλῆϑος ἦν τοῖς υἱοῖς Ρουβην καὶ τοῖς υἱοῖς Γαδ, πλῆϑος σϕόδρα· καὶ εἶδον τὴν χώραν Ιαζηρ καὶ τὴν χώραν Γαλααδ, καὶ ἦν τόπος τόπος κτήνεσιν.
Verse: 2    
καὶ προσελϑόντες οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ εἶπαν πρὸς Μωυσῆν καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα καὶ πρὸς τοὺς ἄρχοντας τῆς συναγωγῆς λέγοντες
Verse: 3    
Αταρωϑ καὶ Δαιβων καὶ Ιαζηρ καὶ Ναμβρα καὶ Εσεβων καὶ Ελεαλη καὶ Σεβαμα καὶ Ναβαυ καὶ Βαιαν,
Verse: 4    
τὴν γῆν, ἣν παρέδωκεν κύριος ἐνώπιον τῶν υἱῶν Ισραηλ, γῆ κτηνοτρόϕος ἐστίν, καὶ τοῖς παισίν σου κτήνη ὑπάρχει.
Verse: 5    
καὶ ἔλεγον Εἰ εὕρομεν χάριν ἐνώπιόν σου, δοϑήτω γῆ αὕτη τοῖς οἰκέταις σου ἐν κατασχέσει, καὶ μὴ διαβιβάσῃς ἡμᾶς τὸν Ιορδάνην.
Verse: 6    
καὶ εἶπεν Μωυσῆς τοῖς υἱοῖς Γαδ καὶ τοῖς υἱοῖς Ρουβην Οἱ ἀδελϕοὶ ὑμῶν πορεύονται εἰς πόλεμον, καὶ ὑμεῖς καϑήσεσϑε αὐτοῦ;
Verse: 7    
καὶ ἵνα τί διαστρέϕετε τὰς διανοίας τῶν υἱῶν Ισραηλ μὴ διαβῆναι εἰς τὴν γῆν, ἣν κύριος δίδωσιν αὐτοῖς;
Verse: 8    
οὐχ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν, ὅτε ἀπέστειλα αὐτοὺς ἐκ Καδης Βαρνη κατανοῆσαι τὴν γῆν;
Verse: 9    
καὶ ἀνέβησαν Φάραγγα βότρυος καὶ κατενόησαν τὴν γῆν καὶ ἀπέστησαν τὴν καρδίαν τῶν υἱῶν Ισραηλ, ὅπως μὴ εἰσέλϑωσιν εἰς τὴν γῆν, ἣν ἔδωκεν κύριος αὐτοῖς.
Verse: 10    
καὶ ὠργίσϑη ϑυμῷ κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ὤμοσεν λέγων
Verse: 11    
Εἰ ὄψονται οἱ ἄνϑρωποι οὗτοι οἱ ἀναβάντες ἐξ Αἰγύπτου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω οἱ ἐπιστάμενοι τὸ κακὸν καὶ τὸ ἀγαϑὸν τὴν γῆν, ἣν ὤμοσα τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ, οὐ γὰρ συνεπηκολούϑησαν ὀπίσω μου,
Verse: 12    
πλὴν Χαλεβ υἱὸς Ιεϕοννη διακεχωρισμένος καὶ ᾽Ιησοῦς τοῦ Ναυη, ὅτι συνεπηκολούϑησεν ὀπίσω κυρίου.
Verse: 13    
καὶ ὠργίσϑη ϑυμῷ κύριος ἐπὶ τὸν Ισραηλ καὶ κατερρόμβευσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη, ἕως ἐξανηλώϑη πᾶσα γενεὰ οἱ ποιοῦντες τὰ πονηρὰ ἔναντι κυρίου.
Verse: 14    
ἰδοὺ ἀνέστητε ἀντὶ τῶν πατέρων ὑμῶν σύστρεμμα ἀνϑρώπων ἁμαρτωλῶν προσϑεῖναι ἔτι ἐπὶ τὸν ϑυμὸν τῆς ὀργῆς κυρίου ἐπὶ Ισραηλ,
Verse: 15    
ὅτι ἀποστραϕήσεσϑε ἀπ' αὐτοῦ προσϑεῖναι ἔτι καταλιπεῖν αὐτὸν ἐν τῇ ἐρήμῳ καὶ ἀνομήσετε εἰς ὅλην τὴν συναγωγὴν ταύτην.
Verse: 16    
καὶ προσῆλϑον αὐτῷ καὶ ἔλεγον ᾽Επαύλεις προβάτων οἰκοδομήσωμεν ὧδε τοῖς κτήνεσιν ἡμῶν καὶ πόλεις ταῖς ἀποσκευαῖς ἡμῶν,
Verse: 17    
καὶ ἡμεῖς ἐνοπλισάμενοι προϕυλακὴ πρότεροι τῶν υἱῶν Ισραηλ, ἕως ἂν ἀγάγωμεν αὐτοὺς εἰς τὸν ἑαυτῶν τόπον· καὶ κατοικήσει ἀποσκευὴ ἡμῶν ἐν πόλεσιν τετειχισμέναις διὰ τοὺς κατοικοῦντας τὴν γῆν.
Verse: 18    
οὐ μὴ ἀποστραϕῶμεν εἰς τὰς οἰκίας ἡμῶν, ἕως ἂν καταμερισϑῶσιν οἱ υἱοὶ Ισραηλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ·
Verse: 19    
καὶ οὐκέτι κληρονομήσωμεν ἐν αὐτοῖς ἀπὸ τοῦ πέραν τοῦ Ιορδάνου καὶ ἐπέκεινα, ὅτι ἀπέχομεν τοὺς κλήρους ἡμῶν ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν ἀνατολαῖς.
Verse: 20    
καὶ εἶπεν πρὸς αὐτοὺς Μωυσῆς ᾽Εὰν ποιήσητε κατὰ τὸ ῥῆμα τοῦτο, ἐὰν ἐξοπλίσησϑε ἔναντι κυρίου εἰς πόλεμον
Verse: 21    
καὶ παρελεύσεται ὑμῶν πᾶς ὁπλίτης τὸν Ιορδάνην ἔναντι κυρίου, ἕως ἂν ἐκτριβῇ ἐχϑρὸς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ
Verse: 22    
καὶ κατακυριευϑῇ γῆ ἔναντι κυρίου, καὶ μετὰ ταῦτα ἀποστραϕήσεσϑε, καὶ ἔσεσϑε ἀϑῷοι ἔναντι κυρίου καὶ ἀπὸ Ισραηλ, καὶ ἔσται γῆ αὕτη ὑμῖν ἐν κατασχέσει ἔναντι κυρίου.
Verse: 23    
ἐὰν δὲ μὴ ποιήσητε οὕτως, ἁμαρτήσεσϑε ἔναντι κυρίου καὶ γνώσεσϑε τὴν ἁμαρτίαν ὑμῶν, ὅταν ὑμᾶς καταλάβῃ τὰ κακά.
Verse: 24    
καὶ οἰκοδομήσετε ὑμῖν αὐτοῖς πόλεις τῇ ἀποσκευῇ ὑμῶν καὶ ἐπαύλεις τοῖς κτήνεσιν ὑμῶν καὶ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος ὑμῶν ποιήσετε.
Verse: 25    
καὶ εἶπαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ πρὸς Μωυσῆν λέγοντες Οἱ παῖδές σου ποιήσουσιν καϑὰ κύριος ἡμῶν ἐντέλλεται·
Verse: 26    
ἀποσκευὴ ἡμῶν καὶ αἱ γυναῖκες ἡμῶν καὶ πάντα τὰ κτήνη ἡμῶν ἔσονται ἐν ταῖς πόλεσιν Γαλααδ,
Verse: 27    
οἱ δὲ παῖδές σου παρελεύσονται πάντες ἐνωπλισμένοι καὶ ἐκτεταγμένοι ἔναντι κυρίου εἰς τὸν πόλεμον, ὃν τρόπον κύριος λέγει.
Verse: 28    
καὶ συνέστησεν αὐτοῖς Μωυσῆς Ελεαζαρ τὸν ἱερέα καὶ ᾽Ιησοῦν υἱὸν Ναυη καὶ τοὺς ἄρχοντας πατριῶν τῶν ϕυλῶν Ισραηλ,
Verse: 29    
καὶ εἶπεν πρὸς αὐτοὺς Μωυσῆς ᾽Εὰν διαβῶσιν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ μεϑ' ὑμῶν τὸν Ιορδάνην, πᾶς ἐνωπλισμένος εἰς πόλεμον ἔναντι κυρίου, καὶ κατακυριεύσητε τῆς γῆς ἀπέναντι ὑμῶν, καὶ δώσετε αὐτοῖς τὴν γῆν Γαλααδ ἐν κατασχέσει·
Verse: 30    
ἐὰν δὲ μὴ διαβῶσιν ἐνωπλισμένοι μεϑ' ὑμῶν εἰς τὸν πόλεμον ἔναντι κυρίου, καὶ διαβιβάσετε τὴν ἀποσκευὴν αὐτῶν καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ κτήνη αὐτῶν πρότερα ὑμῶν εἰς γῆν Χανααν, καὶ συγκατακληρονομηϑήσονται ἐν ὑμῖν ἐν τῇ γῇ Χανααν.
Verse: 31    
καὶ ἀπεκρίϑησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ λέγοντες ῞Οσα κύριος λέγει τοῖς ϑεράπουσιν αὐτοῦ, οὕτως ποιήσομεν·
Verse: 32    
ἡμεῖς διαβησόμεϑα ἐνωπλισμένοι ἔναντι κυρίου εἰς γῆν Χανααν, καὶ δώσετε τὴν κατάσχεσιν ἡμῖν ἐν τῷ πέραν τοῦ Ιορδάνου.
Verse: 33    
καὶ ἔδωκεν αὐτοῖς Μωυσῆς, τοῖς υἱοῖς Γαδ καὶ τοῖς υἱοῖς Ρουβην καὶ τῷ ἡμίσει ϕυλῆς Μανασση υἱῶν Ιωσηϕ, τὴν βασιλείαν Σηων βασιλέως Αμορραίων καὶ τὴν βασιλείαν Ωγ βασιλέως τῆς Βασαν, τὴν γῆν καὶ τὰς πόλεις σὺν τοῖς ὁρίοις αὐτῆς, πόλεις τῆς γῆς κύκλῳ.
Verse: 34    
Καὶ ᾠκοδόμησαν οἱ υἱοὶ Γαδ τὴν Δαιβων καὶ τὴν Αταρωϑ καὶ τὴν Αροηρ
Verse: 35    
καὶ τὴν Σωϕαρ καὶ τὴν Ιαζηρ καὶ ὕψωσαν αὐτὰς
Verse: 36    
καὶ τὴν Ναμβραν καὶ τὴν Βαιϑαραν, πόλεις ὀχυρὰς καὶ ἐπαύλεις προβάτων.
Verse: 37    
καὶ οἱ υἱοὶ Ρουβην ᾠκοδόμησαν τὴν Εσεβων καὶ Ελεαλη καὶ Καριαϑαιμ
Verse: 38    
καὶ τὴν Βεελμεων, περικεκυκλωμένας, καὶ τὴν Σεβαμα καὶ ἐπωνόμασαν κατὰ τὰ ὀνόματα αὐτῶν τὰ ὀνόματα τῶν πόλεων, ἃς ᾠκοδόμησαν.
Verse: 39    
καὶ ἐπορεύϑη υἱὸς Μαχιρ υἱοῦ Μανασση εἰς Γαλααδ καὶ ἔλαβεν αὐτὴν καὶ ἀπώλεσεν τὸν Αμορραῖον τὸν κατοικοῦντα ἐν αὐτῇ.
Verse: 40    
καὶ ἔδωκεν Μωυσῆς τὴν Γαλααδ τῷ Μαχιρ υἱῷ Μανασση, καὶ κατῴκησεν ἐκεῖ.
Verse: 41    
καὶ Ιαϊρ τοῦ Μανασση ἐπορεύϑη καὶ ἔλαβεν τὰς ἐπαύλεις αὐτῶν καὶ ἐπωνόμασεν αὐτὰς ᾽Επαύλεις Ιαϊρ.
Verse: 42    
καὶ Ναβαυ ἐπορεύϑη καὶ ἔλαβεν τὴν Κανααϑ καὶ τὰς κώμας αὐτῆς καὶ ἐπωνόμασεν αὐτὰς Ναβωϑ ἐκ τοῦ ὀνόματος αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.