TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 150
Previous part

Chapter: 33 
Verse: 1    Καὶ οὗτοι σταϑμοὶ τῶν υἱῶν Ισραηλ, ὡς ἐξῆλϑον ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν ἐν χειρὶ Μωυσῆ καὶ Ααρων·
Verse: 2    
καὶ ἔγραψεν Μωυσῆς τὰς ἀπάρσεις αὐτῶν καὶ τοὺς σταϑμοὺς αὐτῶν διὰ ῥήματος κυρίου, καὶ οὗτοι σταϑμοὶ τῆς πορείας αὐτῶν.
Verse: 3    
ἀπῆραν ἐκ Ραμεσση τῷ μηνὶ τῷ πρώτῳ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου· τῇ ἐπαύριον τοῦ πασχα ἐξῆλϑον οἱ υἱοὶ Ισραηλ ἐν χειρὶ ὑψηλῇ ἐναντίον πάντων τῶν Αἰγυπτίων,
Verse: 4    
καὶ οἱ Αἰγύπτιοι ἔϑαπτον ἐξ αὑτῶν τοὺς τεϑνηκότας πάντας, οὓς ἐπάταξεν κύριος, πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, καὶ ἐν τοῖς ϑεοῖς αὐτῶν ἐποίησεν τὴν ἐκδίκησιν κύριος.
Verse: 5    
καὶ ἀπάραντες οἱ υἱοὶ Ισραηλ ἐκ Ραμεσση παρενέβαλον εἰς Σοκχωϑ.
Verse: 6    
καὶ ἀπῆραν ἐκ Σοκχωϑ καὶ παρενέβαλον εἰς Βουϑαν, ἐστιν μέρος τι τῆς ἐρήμου.
Verse: 7    
καὶ ἀπῆραν ἐκ Βουϑαν καὶ παρενέβαλον ἐπὶ στόμα Εϊρωϑ, ἐστιν ἀπέναντι Βεελσεπϕων, καὶ παρενέβαλον ἀπέναντι Μαγδώλου.
Verse: 8    
καὶ ἀπῆραν ἀπέναντι Εϊρωϑ καὶ διέβησαν μέσον τῆς ϑαλάσσης εἰς τὴν ἔρημον καὶ ἐπορεύϑησαν ὁδὸν τριῶν ἡμερῶν διὰ τῆς ἐρήμου αὐτοὶ καὶ παρενέβαλον ἐν Πικρίαις.
Verse: 9    
καὶ ἀπῆραν ἐκ Πικριῶν καὶ ἦλϑον εἰς Αιλιμ· καὶ ἐν Αιλιμ δώδεκα πηγαὶ ὑδάτων καὶ ἑβδομήκοντα στελέχη ϕοινίκων, καὶ παρενέβαλον ἐκεῖ παρὰ τὸ ὕδωρ.
Verse: 10    
καὶ ἀπῆραν ἐξ Αιλιμ καὶ παρενέβαλον ἐπὶ ϑάλασσαν ἐρυϑράν.
Verse: 11    
καὶ ἀπῆραν ἀπὸ ϑαλάσσης ἐρυϑρᾶς καὶ παρενέβαλον εἰς τὴν ἔρημον Σιν.
Verse: 12    
καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου Σιν καὶ παρενέβαλον εἰς Ραϕακα.
Verse: 13    
καὶ ἀπῆραν ἐκ Ραϕακα καὶ παρενέβαλον ἐν Αιλους.
Verse: 14    
καὶ ἀπῆραν ἐξ Αιλους καὶ παρενέβαλον ἐν Ραϕιδιν, καὶ οὐκ ἦν ὕδωρ τῷ λαῷ πιεῖν ἐκεῖ.
Verse: 15    
καὶ ἀπῆραν ἐκ Ραϕιδιν καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ Σινα.
Verse: 16    
καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου Σινα καὶ παρενέβαλον ἐν Μνήμασιν τῆς ἐπιϑυμίας.
Verse: 17    
καὶ ἀπῆραν ἐκ Μνημάτων ἐπιϑυμίας καὶ παρενέβαλον ἐν Ασηρωϑ.
Verse: 18    
καὶ ἀπῆραν ἐξ Ασηρωϑ καὶ παρενέβαλον ἐν Ραϑαμα.
Verse: 19    
καὶ ἀπῆραν ἐκ Ραϑαμα καὶ παρενέβαλον ἐν Ρεμμων Φαρες.
Verse: 20    
καὶ ἀπῆραν ἐκ Ρεμμων Φαρες καὶ παρενέβαλον ἐν Λεμωνα.
Verse: 21    
καὶ ἀπῆραν ἐκ Λεμωνα καὶ παρενέβαλον εἰς Δεσσα.
Verse: 22    
καὶ ἀπῆραν ἐκ Δεσσα καὶ παρενέβαλον εἰς Μακελλαϑ.
Verse: 23    
καὶ ἀπῆραν ἐκ Μακελλαϑ καὶ παρενέβαλον εἰς Σαϕαρ.
Verse: 24    
καὶ ἀπῆραν ἐκ Σαϕαρ καὶ παρενέβαλον εἰς Χαραδαϑ.
Verse: 25    
καὶ ἀπῆραν ἐκ Χαραδαϑ καὶ παρενέβαλον εἰς Μακηλωϑ.
Verse: 26    
καὶ ἀπῆραν ἐκ Μακηλωϑ καὶ παρενέβαλον εἰς Κατααϑ.
Verse: 27    
καὶ ἀπῆραν ἐκ Κατααϑ καὶ παρενέβαλον εἰς Ταραϑ.
Verse: 28    
καὶ ἀπῆραν ἐκ Ταραϑ καὶ παρενέβαλον εἰς Ματεκκα.
Verse: 29    
καὶ ἀπῆραν ἐκ Ματεκκα καὶ παρενέβαλον εἰς Σελμωνα.
Verse: 30    
καὶ ἀπῆραν ἐκ Σελμωνα καὶ παρενέβαλον εἰς Μασσουρουϑ.
Verse: 31    
καὶ ἀπῆραν ἐκ Μασσουρουϑ καὶ παρενέβαλον εἰς Βαναια.
Verse: 32    
καὶ ἀπῆραν ἐκ Βαναια καὶ παρενέβαλον εἰς τὸ ὄρος Γαδγαδ.
Verse: 33    
καὶ ἀπῆραν ἐκ τοῦ ὄρους Γαδγαδ καὶ παρενέβαλον εἰς Ετεβαϑα.
Verse: 34    
καὶ ἀπῆραν ἐξ Ετεβαϑα καὶ παρενέβαλον εἰς Εβρωνα.
Verse: 35    
καὶ ἀπῆραν ἐξ Εβρωνα καὶ παρενέβαλον εἰς Γεσιωνγαβερ.
Verse: 36    
καὶ ἀπῆραν ἐκ Γεσιωνγαβερ καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ Σιν. καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου Σιν καὶ παρενέβαλον εἰς τὴν ἔρημον Φαραν, αὕτη ἐστὶν Καδης.
Verse: 37    
καὶ ἀπῆραν ἐκ Καδης καὶ παρενέβαλον εἰς Ωρ τὸ ὄρος πλησίον γῆς Εδωμ·
Verse: 38    
καὶ ἀνέβη Ααρων ἱερεὺς διὰ προστάγματος κυρίου καὶ ἀπέϑανεν ἐκεῖ ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ισραηλ ἐκ γῆς Αἰγύπτου τῷ μηνὶ τῷ πέμπτῳ μιᾷ τοῦ μηνός·
Verse: 39    
καὶ Ααρων ἦν τριῶν καὶ εἴκοσι καὶ ἑκατὸν ἐτῶν, ὅτε ἀπέϑνῃσκεν ἐν Ωρ τῷ ὄρει.
Verse: 40    
καὶ ἀκούσας Χανανις βασιλεὺς Αραδ, καὶ οὗτος κατῴκει ἐν γῇ Χανααν, ὅτε εἰσεπορεύοντο οἱ υἱοὶ Ισραηλ.
Verse: 41    
καὶ ἀπῆραν ἐξ Ωρ τοῦ ὄρους καὶ παρενέβαλον εἰς Σελμωνα.
Verse: 42    
καὶ ἀπῆραν ἐκ Σελμωνα καὶ παρενέβαλον εἰς Φινω.
Verse: 43    
καὶ ἀπῆραν ἐκ Φινω καὶ παρενέβαλον εἰς Ωβωϑ.
Verse: 44    
καὶ ἀπῆραν ἐξ Ωβωϑ καὶ παρενέβαλον ἐν Γαι ἐν τῷ πέραν ἐπὶ τῶν ὁρίων Μωαβ.
Verse: 45    
καὶ ἀπῆραν ἐκ Γαι καὶ παρενέβαλον εἰς Δαιβων Γαδ.
Verse: 46    
καὶ ἀπῆραν ἐκ Δαιβων Γαδ καὶ παρενέβαλον ἐν Γελμων Δεβλαϑαιμ.
Verse: 47    
καὶ ἀπῆραν ἐκ Γελμων Δεβλαϑαιμ καὶ παρενέβαλον ἐπὶ τὰ ὄρη τὰ Αβαριμ ἀπέναντι Ναβαυ.
Verse: 48    
καὶ ἀπῆραν ἀπὸ ὀρέων Αβαριμ καὶ παρενέβαλον ἐπὶ δυσμῶν Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω
Verse: 49    
καὶ παρενέβαλον παρὰ τὸν Ιορδάνην ἀνὰ μέσον Αισιμωϑ ἕως Βελσαττιμ κατὰ δυσμὰς Μωαβ.
Verse: 50    
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐπὶ δυσμῶν Μωαβ παρὰ τὸν Ιορδάνην κατὰ Ιεριχω λέγων
Verse: 51    
Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ῾Υμεῖς διαβαίνετε τὸν Ιορδάνην εἰς γῆν Χανααν
Verse: 52    
καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας ἐν τῇ γῇ πρὸ προσώπου ὑμῶν καὶ ἐξαρεῖτε τὰς σκοπιὰς αὐτῶν καὶ πάντα τὰ εἴδωλα τὰ χωνευτὰ αὐτῶν ἀπολεῖτε αὐτὰ καὶ πάσας τὰς στήλας αὐτῶν ἐξαρεῖτε
Verse: 53    
καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας τὴν γῆν καὶ κατοικήσετε ἐν αὐτῇ· ὑμῖν γὰρ δέδωκα τὴν γῆν αὐτῶν ἐν κλήρῳ.
Verse: 54    
καὶ κατακληρονομήσετε τὴν γῆν αὐτῶν ἐν κλήρῳ κατὰ ϕυλὰς ὑμῶν· τοῖς πλείοσιν πληϑυνεῖτε τὴν κατάσχεσιν αὐτῶν καὶ τοῖς ἐλάττοσιν ἐλαττώσετε τὴν κατάσχεσιν αὐτῶν· εἰς ἐὰν ἐξέλϑῃ τὸ ὄνομα αὐτοῦ ἐκεῖ, αὐτοῦ ἔσται· κατὰ ϕυλὰς πατριῶν ὑμῶν κληρονομήσετε.
Verse: 55    
ἐὰν δὲ μὴ ἀπολέσητε τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἀπὸ προσώπου ὑμῶν, καὶ ἔσται οὓς ἐὰν καταλίπητε ἐξ αὐτῶν, σκόλοπες ἐν τοῖς ὀϕϑαλμοῖς ὑμῶν καὶ βολίδες ἐν ταῖς πλευραῖς ὑμῶν καὶ ἐχϑρεύσουσιν ἐπὶ τῆς γῆς, ἐϕ' ἣν ὑμεῖς κατοικήσετε,
Verse: 56    
καὶ ἔσται καϑότι διεγνώκειν ποιῆσαι αὐτούς, ποιήσω ὑμῖν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.