TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 151
Previous part

Chapter: 34 
Verse: 1    Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 2    
῎Εντειλαι τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ῾Υμεῖς εἰσπορεύεσϑε εἰς τὴν γῆν Χανααν· αὕτη ἔσται ὑμῖν εἰς κληρονομίαν, γῆ Χανααν σὺν τοῖς ὁρίοις αὐτῆς.
Verse: 3    
καὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου Σιν ἕως ἐχόμενον Εδωμ, καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς ϑαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν·
Verse: 4    
καὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ λιβὸς πρὸς ἀνάβασιν Ακραβιν καὶ παρελεύσεται Σεννα, καὶ ἔσται διέξοδος αὐτοῦ πρὸς λίβα Καδης τοῦ Βαρνη, καὶ ἐξελεύσεται εἰς ἔπαυλιν Αραδ καὶ παρελεύσεται Ασεμωνα·
Verse: 5    
καὶ κυκλώσει τὰ ὅρια ἀπὸ Ασεμωνα χειμάρρουν Αἰγύπτου, καὶ ἔσται διέξοδος ϑάλασσα.
Verse: 6    
καὶ τὰ ὅρια τῆς ϑαλάσσης ἔσται ὑμῖν· ϑάλασσα μεγάλη ὁριεῖ, τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς ϑαλάσσης.
Verse: 7    
καὶ τοῦτο ἔσται τὰ ὅρια ὑμῖν πρὸς βορρᾶν· ἀπὸ τῆς ϑαλάσσης τῆς μεγάλης καταμετρήσετε ὑμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄρος·
Verse: 8    
καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς εἰσπορευομένων εἰς Εμαϑ, καὶ ἔσται διέξοδος αὐτοῦ τὰ ὅρια Σαραδα·
Verse: 9    
καὶ ἐξελεύσεται τὰ ὅρια Δεϕρωνα, καὶ ἔσται διέξοδος αὐτοῦ Ασερναιν· τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ βορρᾶ.
Verse: 10    
καὶ καταμετρήσετε ὑμῖν αὐτοῖς τὰ ὅρια ἀνατολῶν ἀπὸ Ασερναιν Σεπϕαμα·
Verse: 11    
καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπϕαμ Αρβηλα ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς, καὶ καταβήσεται τὰ ὅρια Βηλα ἐπὶ νώτου ϑαλάσσης Χεναρα ἀπὸ ἀνατολῶν·
Verse: 12    
καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν Ιορδάνην, καὶ ἔσται διέξοδος ϑάλασσα ἁλυκή. αὕτη ἔσται ὑμῖν γῆ καὶ τὰ ὅρια αὐτῆς κύκλῳ.
Verse: 13    
καὶ ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς Ισραηλ λέγων Αὕτη γῆ, ἣν κατακληρονομήσετε αὐτὴν μετὰ κλήρου, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ δοῦναι αὐτὴν ταῖς ἐννέα ϕυλαῖς καὶ τῷ ἡμίσει ϕυλῆς Μανασση·
Verse: 14    
ὅτι ἔλαβεν ϕυλὴ υἱῶν Ρουβην καὶ ϕυλὴ υἱῶν Γαδ κατ' οἴκους πατριῶν αὐτῶν, καὶ τὸ ἥμισυ ϕυλῆς Μανασση ἀπέλαβον τοὺς κλήρους αὐτῶν,
Verse: 15    
δύο ϕυλαὶ καὶ ἥμισυ ϕυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ Ιορδάνου κατὰ Ιεριχω ἀπὸ νότου κατ' ἀνατολάς.
Verse: 16    
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 17    
Ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν· Ελεαζαρ ἱερεὺς καὶ ᾽Ιησοῦς τοῦ Ναυη.
Verse: 18    
καὶ ἄρχοντα ἕνα ἐκ ϕυλῆς λήμψεσϑε κατακληρονομῆσαι ὑμῖν τὴν γῆν.
Verse: 19    
καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν· τῆς ϕυλῆς Ιουδα Χαλεβ υἱὸς Ιεϕοννη·
Verse: 20    
τῆς ϕυλῆς Συμεων Σαλαμιηλ υἱὸς Εμιουδ·
Verse: 21    
τῆς ϕυλῆς Βενιαμιν Ελδαδ υἱὸς Χασλων·
Verse: 22    
τῆς ϕυλῆς Δαν ἄρχων Βακχιρ υἱὸς Εγλι·
Verse: 23    
τῶν υἱῶν Ιωσηϕ ϕυλῆς υἱῶν Μανασση ἄρχων Ανιηλ υἱὸς Ουϕι,
Verse: 24    
τῆς ϕυλῆς υἱῶν Εϕραιμ ἄρχων Καμουηλ υἱὸς Σαβαϑα·
Verse: 25    
τῆς ϕυλῆς Ζαβουλων ἄρχων Ελισαϕαν υἱὸς Φαρναχ·
Verse: 26    
τῆς ϕυλῆς υἱῶν Ισσαχαρ ἄρχων Φαλτιηλ υἱὸς Οζα·
Verse: 27    
τῆς ϕυλῆς υἱῶν Ασηρ ἄρχων Αχιωρ υἱὸς Σελεμι·
Verse: 28    
τῆς ϕυλῆς Νεϕϑαλι ἄρχων Φαδαηλ υἱὸς Βεναμιουδ.
Verse: 29    
οὗτοι οἷς ἐνετείλατο κύριος καταμερίσαι τοῖς υἱοῖς Ισραηλ ἐν γῇ Χανααν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.