TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 152
Previous part

Chapter: 35 
Verse: 1    Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐπὶ δυσμῶν Μωαβ παρὰ τὸν Ιορδάνην κατὰ Ιεριχω λέγων
Verse: 2    
Σύνταξον τοῖς υἱοῖς Ισραηλ καὶ δώσουσιν τοῖς Λευίταις ἀπὸ τῶν κλήρων κατασχέσεως αὐτῶν πόλεις κατοικεῖν καὶ τὰ προάστεια τῶν πόλεων κύκλῳ αὐτῶν δώσουσιν τοῖς Λευίταις,
Verse: 3    
καὶ ἔσονται αὐτοῖς αἱ πόλεις κατοικεῖν, καὶ τὰ ἀϕορίσματα αὐτῶν ἔσται τοῖς κτήνεσιν αὐτῶν καὶ πᾶσι τοῖς τετράποσιν αὐτῶν.
Verse: 4    
καὶ τὰ συγκυροῦντα τῶν πόλεων, ἃς δώσετε τοῖς Λευίταις, ἀπὸ τείχους τῆς πόλεως καὶ ἔξω δισχιλίους πήχεις κύκλῳ·
Verse: 5    
καὶ μετρήσεις ἔξω τῆς πόλεως τὸ κλίτος τὸ πρὸς ἀνατολὰς δισχιλίους πήχεις καὶ τὸ κλίτος τὸ πρὸς λίβα δισχιλίους πήχεις καὶ τὸ κλίτος τὸ πρὸς ϑάλασσαν δισχιλίους πήχεις καὶ τὸ κλίτος τὸ πρὸς βορρᾶν δισχιλίους πήχεις, καὶ πόλις μέσον τούτου ἔσται ὑμῖν καὶ τὰ ὅμορα τῶν πόλεων.
Verse: 6    
καὶ τὰς πόλεις δώσετε τοῖς Λευίταις, τὰς ἓξ πόλεις τῶν ϕυγαδευτηρίων, ἃς δώσετε ϕεύγειν ἐκεῖ τῷ ϕονεύσαντι, καὶ πρὸς ταύταις τεσσαράκοντα καὶ δύο πόλεις·
Verse: 7    
πάσας τὰς πόλεις δώσετε τοῖς Λευίταις, τεσσαράκοντα καὶ ὀκτὼ πόλεις, ταύτας καὶ τὰ προάστεια αὐτῶν.
Verse: 8    
καὶ τὰς πόλεις, ἃς δώσετε ἀπὸ τῆς κατασχέσεως υἱῶν Ισραηλ, ἀπὸ τῶν τὰ πολλὰ πολλὰ καὶ ἀπὸ τῶν ἐλαττόνων ἐλάττω· ἕκαστος κατὰ τὴν κληρονομίαν αὐτοῦ, ἣν κληρονομήσουσιν, δώσουσιν ἀπὸ τῶν πόλεων τοῖς Λευίταις.
Verse: 9    
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 10    
Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ῾Υμεῖς διαβαίνετε τὸν Ιορδάνην εἰς γῆν Χανααν
Verse: 11    
καὶ διαστελεῖτε ὑμῖν αὐτοῖς πόλεις· ϕυγαδευτήρια ἔσται ὑμῖν ϕυγεῖν ἐκεῖ τὸν ϕονευτήν, πᾶς πατάξας ψυχὴν ἀκουσίως.
Verse: 12    
καὶ ἔσονται αἱ πόλεις ὑμῖν ϕυγαδευτήρια ἀπὸ ἀγχιστεύοντος τὸ αἷμα, καὶ οὐ μὴ ἀποϑάνῃ ϕονεύων, ἕως ἂν στῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν.
Verse: 13    
καὶ αἱ πόλεις, ἃς δώσετε, τὰς ἓξ πόλεις, ϕυγαδευτήρια ἔσονται ὑμῖν·
Verse: 14    
τὰς τρεῖς πόλεις δώσετε ἐν τῷ πέραν τοῦ Ιορδάνου καὶ τὰς τρεῖς πόλεις δώσετε ἐν γῇ Χανααν·
Verse: 15    
ϕυγάδιον ἔσται τοῖς υἱοῖς Ισραηλ, καὶ τῷ προσηλύτῳ καὶ τῷ παροίκῳ τῷ ἐν ὑμῖν ἔσονται αἱ πόλεις αὗται εἰς ϕυγαδευτήριον ϕυγεῖν ἐκεῖ παντὶ πατάξαντι ψυχὴν ἀκουσίως.
Verse: 16    
ἐὰν δὲ ἐν σκεύει σιδήρου πατάξῃ αὐτόν, καὶ τελευτήσῃ, ϕονευτής ἐστιν· ϑανάτῳ ϑανατούσϑω ϕονευτής.
Verse: 17    
ἐὰν δὲ ἐν λίϑῳ ἐκ χειρός, ἐν ἀποϑανεῖται ἐν αὐτῷ, πατάξῃ αὐτόν, καὶ ἀποϑάνῃ, ϕονευτής ἐστιν· ϑανάτῳ ϑανατούσϑω ϕονευτής.
Verse: 18    
ἐὰν δὲ ἐν σκεύει ξυλίνῳ ἐκ χειρός, ἐξ οὗ ἀποϑανεῖται ἐν αὐτῷ, πατάξῃ αὐτόν, καὶ ἀποϑάνῃ, ϕονευτής ἐστιν· ϑανάτῳ ϑανατούσϑω ϕονευτής.
Verse: 19    
ἀγχιστεύων τὸ αἷμα, οὗτος ἀποκτενεῖ τὸν ϕονεύσαντα· ὅταν συναντήσῃ αὐτῷ, οὗτος ἀποκτενεῖ αὐτόν.
Verse: 20    
ἐὰν δὲ δι' ἔχϑραν ὤσῃ αὐτὸν καὶ ἐπιρρίψῃ ἐπ' αὐτὸν πᾶν σκεῦος ἐξ ἐνέδρου, καὶ ἀποϑάνῃ,
Verse: 21    
διὰ μῆνιν ἐπάταξεν αὐτὸν τῇ χειρί, καὶ ἀποϑάνῃ, ϑανάτῳ ϑανατούσϑω πατάξας, ϕονευτής ἐστιν· ϑανάτῳ ϑανατούσϑω ϕονεύων· ἀγχιστεύων τὸ αἷμα ἀποκτενεῖ τὸν ϕονεύσαντα ἐν τῷ συναντῆσαι αὐτῷ.
Verse: 22    
ἐὰν δὲ ἐξάπινα οὐ δι' ἔχϑραν ὤσῃ αὐτὸν ἐπιρρίψῃ ἐπ' αὐτὸν πᾶν σκεῦος οὐκ ἐξ ἐνέδρου
Verse: 23    
παντὶ λίϑῳ, ἐν ἀποϑανεῖται ἐν αὐτῷ, οὐκ εἰδώς, καὶ ἐπιπέσῃ ἐπ' αὐτόν, καὶ ἀποϑάνῃ, αὐτὸς δὲ οὐκ ἐχϑρὸς αὐτοῦ ἦν οὐδὲ ζητῶν κακοποιῆσαι αὐτόν,
Verse: 24    
καὶ κρινεῖ συναγωγὴ ἀνὰ μέσον τοῦ πατάξαντος καὶ ἀνὰ μέσον τοῦ ἀγχιστεύοντος τὸ αἷμα κατὰ τὰ κρίματα ταῦτα,
Verse: 25    
καὶ ἐξελεῖται συναγωγὴ τὸν ϕονεύσαντα ἀπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷμα, καὶ ἀποκαταστήσουσιν αὐτὸν συναγωγὴ εἰς τὴν πόλιν τοῦ ϕυγαδευτηρίου αὐτοῦ, οὗ κατέϕυγεν, καὶ κατοικήσει ἐκεῖ, ἕως ἂν ἀποϑάνῃ ἱερεὺς μέγας, ὃν ἔχρισαν αὐτὸν τῷ ἐλαίῳ τῷ ἁγίῳ.
Verse: 26    
ἐὰν δὲ ἐξόδῳ ἐξέλϑῃ ϕονεύσας τὰ ὅρια τῆς πόλεως, εἰς ἣν κατέϕυγεν ἐκεῖ,
Verse: 27    
καὶ εὕρῃ αὐτὸν ἀγχιστεύων τὸ αἷμα ἔξω τῶν ὁρίων τῆς πόλεως καταϕυγῆς αὐτοῦ καὶ ϕονεύσῃ ἀγχιστεύων τὸ αἷμα τὸν ϕονεύσαντα, οὐκ ἔνοχός ἐστιν·
Verse: 28    
ἐν γὰρ τῇ πόλει τῆς καταϕυγῆς κατοικείτω, ἕως ἂν ἀποϑάνῃ ἱερεὺς μέγας, καὶ μετὰ τὸ ἀποϑανεῖν τὸν ἱερέα τὸν μέγαν ἐπαναστραϕήσεται ϕονεύσας εἰς τὴν γῆν τῆς κατασχέσεως αὐτοῦ.
Verse: 29    
καὶ ἔσται ταῦτα ὑμῖν εἰς δικαίωμα κρίματος εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσαις ταῖς κατοικίαις ὑμῶν.
Verse: 30    
πᾶς πατάξας ψυχήν, διὰ μαρτύρων ϕονεύσεις τὸν ϕονεύσαντα, καὶ μάρτυς εἷς οὐ μαρτυρήσει ἐπὶ ψυχὴν ἀποϑανεῖν.
Verse: 31    
καὶ οὐ λήμψεσϑε λύτρα περὶ ψυχῆς παρὰ τοῦ ϕονεύσαντος τοῦ ἐνόχου ὄντος ἀναιρεϑῆναι· ϑανάτῳ γὰρ ϑανατωϑήσεται.
Verse: 32    
οὐ λήμψεσϑε λύτρα τοῦ ϕυγεῖν εἰς πόλιν τῶν ϕυγαδευτηρίων τοῦ πάλιν κατοικεῖν ἐπὶ τῆς γῆς, ἕως ἂν ἀποϑάνῃ ἱερεὺς μέγας.
Verse: 33    
καὶ οὐ μὴ ϕονοκτονήσητε τὴν γῆν, εἰς ἣν ὑμεῖς κατοικεῖτε· τὸ γὰρ αἷμα τοῦτο ϕονοκτονεῖ τὴν γῆν, καὶ οὐκ ἐξιλασϑήσεται γῆ ἀπὸ τοῦ αἵματος τοῦ ἐκχυϑέντος ἐπ' αὐτῆς, ἀλλ' ἐπὶ τοῦ αἵματος τοῦ ἐκχέοντος.
Verse: 34    
καὶ οὐ μιανεῖτε τὴν γῆν, ἐϕ' ἧς κατοικεῖτε ἐπ' αὐτῆς, ἐϕ' ἧς ἐγὼ κατασκηνώσω ἐν ὑμῖν· ἐγὼ γάρ εἰμι κύριος κατασκηνῶν ἐν μέσῳ τῶν υἱῶν Ισραηλ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.