TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 153
Previous part

Chapter: 36 
Verse: 1    Καὶ προσῆλϑον οἱ ἄρχοντες ϕυλῆς υἱῶν Γαλααδ υἱοῦ Μαχιρ υἱοῦ Μανασση ἐκ τῆς ϕυλῆς υἱῶν Ιωσηϕ καὶ ἐλάλησαν ἔναντι Μωυσῆ καὶ ἔναντι Ελεαζαρ τοῦ ἱερέως καὶ ἔναντι τῶν ἀρχόντων οἴκων πατριῶν υἱῶν Ισραηλ
Verse: 2    
καὶ εἶπαν Τῷ κυρίῳ ἡμῶν ἐνετείλατο κύριος ἀποδοῦναι τὴν γῆν τῆς κληρονομίας ἐν κλήρῳ τοῖς υἱοῖς Ισραηλ, καὶ τῷ κυρίῳ συνέταξεν κύριος δοῦναι τὴν κληρονομίαν Σαλπααδ τοῦ ἀδελϕοῦ ἡμῶν ταῖς ϑυγατράσιν αὐτοῦ.
Verse: 3    
καὶ ἔσονται ἑνὶ τῶν ϕυλῶν υἱῶν Ισραηλ γυναῖκες, καὶ ἀϕαιρεϑήσεται κλῆρος αὐτῶν ἐκ τῆς κατασχέσεως τῶν πατέρων ἡμῶν καὶ προστεϑήσεται εἰς κληρονομίαν τῆς ϕυλῆς, οἷς ἂν γένωνται γυναῖκες, καὶ ἐκ τοῦ κλήρου τῆς κληρονομίας ἡμῶν ἀϕαιρεϑήσεται.
Verse: 4    
ἐὰν δὲ γένηται ἄϕεσις τῶν υἱῶν Ισραηλ, καὶ προστεϑήσεται κληρονομία αὐτῶν ἐπὶ τὴν κληρονομίαν τῆς ϕυλῆς, οἷς ἂν γένωνται γυναῖκες, καὶ ἀπὸ τῆς κληρονομίας ϕυλῆς πατριᾶς ἡμῶν ἀϕαιρεϑήσεται κληρονομία αὐτῶν.
Verse: 5    
καὶ ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς Ισραηλ διὰ προστάγματος κυρίου λέγων Οὕτως ϕυλὴ υἱῶν Ιωσηϕ λέγουσιν.
Verse: 6    
τοῦτο τὸ ῥῆμα, συνέταξεν κύριος ταῖς ϑυγατράσιν Σαλπααδ λέγων Οὗ ἀρέσκει ἐναντίον αὐτῶν, ἔστωσαν γυναῖκες, πλὴν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῶν ἔστωσαν γυναῖκες,
Verse: 7    
καὶ οὐχὶ περιστραϕήσεται κληρονομία τοῖς υἱοῖς Ισραηλ ἀπὸ ϕυλῆς ἐπὶ ϕυλήν, ὅτι ἕκαστος ἐν τῇ κληρονομίᾳ τῆς ϕυλῆς τῆς πατριᾶς αὐτοῦ προσκολληϑήσονται οἱ υἱοὶ Ισραηλ.
Verse: 8    
καὶ πᾶσα ϑυγάτηρ ἀγχιστεύουσα κληρονομίαν ἐκ τῶν ϕυλῶν υἱῶν Ισραηλ ἑνὶ τῶν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῆς ἔσονται γυναῖκες, ἵνα ἀγχιστεύσωσιν οἱ υἱοὶ Ισραηλ ἕκαστος τὴν κληρονομίαν τὴν πατρικὴν αὐτοῦ·
Verse: 9    
καὶ οὐ περιστραϕήσεται κλῆρος ἐκ ϕυλῆς ἐπὶ ϕυλὴν ἑτέραν, ἀλλὰ ἕκαστος ἐν τῇ κληρονομίᾳ αὐτοῦ προσκολληϑήσονται οἱ υἱοὶ Ισραηλ.
Verse: 10    
ὃν τρόπον συνέταξεν κύριος Μωυσῇ, οὕτως ἐποίησαν ϑυγατέρες Σαλπααδ,
Verse: 11    
καὶ ἐγένοντο Θερσα καὶ Εγλα καὶ Μελχα καὶ Νουα καὶ Μααλα ϑυγατέρες Σαλπααδ τοῖς ἀνεψιοῖς αὐτῶν·
Verse: 12    
ἐκ τοῦ δήμου τοῦ Μανασση υἱῶν Ιωσηϕ ἐγενήϑησαν γυναῖκες, καὶ ἐγένετο κληρονομία αὐτῶν ἐπὶ τὴν ϕυλὴν δήμου τοῦ πατρὸς αὐτῶν.
Verse: 13    
Αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ἐνετείλατο κύριος ἐν χειρὶ Μωυσῆ ἐπὶ δυσμῶν Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.