TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 121
Previous part

Chapter: 4 
Verse: 1    Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
Verse: 2    
Λαβὲ τὸ κεϕάλαιον τῶν υἱῶν Κααϑ ἐκ μέσου υἱῶν Λευι κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν
Verse: 3    
ἀπὸ εἴκοσι καὶ πέντε ἐτῶν καὶ ἐπάνω καὶ ἕως πεντήκοντα ἐτῶν, πᾶς εἰσπορευόμενος λειτουργεῖν ποιῆσαι πάντα τὰ ἔργα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
Verse: 4    
καὶ ταῦτα τὰ ἔργα τῶν υἱῶν Κααϑ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· ἅγιον τῶν ἁγίων.
Verse: 5    
καὶ εἰσελεύσεται Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ, ὅταν ἐξαίρῃ παρεμβολή, καὶ καϑελοῦσιν τὸ καταπέτασμα τὸ συσκιάζον καὶ κατακαλύψουσιν ἐν αὐτῷ τὴν κιβωτὸν τοῦ μαρτυρίου
Verse: 6    
καὶ ἐπιϑήσουσιν ἐπ' αὐτὸ κατακάλυμμα δέρμα ὑακίνϑινον καὶ ἐπιβαλοῦσιν ἐπ' αὐτὴν ἱμάτιον ὅλον ὑακίνϑινον ἄνωϑεν καὶ διεμβαλοῦσιν τοὺς ἀναϕορεῖς.
Verse: 7    
καὶ ἐπὶ τὴν τράπεζαν τὴν προκειμένην ἐπιβαλοῦσιν ἐπ' αὐτὴν ἱμάτιον ὁλοπόρϕυρον καὶ τὰ τρυβλία καὶ τὰς ϑυίσκας καὶ τοὺς κυάϑους καὶ τὰ σπονδεῖα, ἐν οἷς σπένδει, καὶ οἱ ἄρτοι οἱ διὰ παντὸς ἐπ' αὐτῆς ἔσονται.
Verse: 8    
καὶ ἐπιβαλοῦσιν ἐπ' αὐτὴν ἱμάτιον κόκκινον καὶ καλύψουσιν αὐτὴν καλύμματι δερματίνῳ ὑακινϑίνῳ καὶ διεμβαλοῦσιν δι' αὐτῆς τοὺς ἀναϕορεῖς.
Verse: 9    
καὶ λήμψονται ἱμάτιον ὑακίνϑινον καὶ καλύψουσιν τὴν λυχνίαν τὴν ϕωτίζουσαν καὶ τοὺς λύχνους αὐτῆς καὶ τὰς λαβίδας αὐτῆς καὶ τὰς ἐπαρυστρίδας αὐτῆς καὶ πάντα τὰ ἀγγεῖα τοῦ ἐλαίου, οἷς λειτουργοῦσιν ἐν αὐτοῖς,
Verse: 10    
καὶ ἐμβαλοῦσιν αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς εἰς κάλυμμα δερμάτινον ὑακίνϑινον καὶ ἐπιϑήσουσιν αὐτὴν ἐπ' ἀναϕορέων.
Verse: 11    
καὶ ἐπὶ τὸ ϑυσιαστήριον τὸ χρυσοῦν ἐπικαλύψουσιν ἱμάτιον ὑακίνϑινον καὶ καλύψουσιν αὐτὸ καλύμματι δερματίνῳ ὑακινϑίνῳ καὶ διεμβαλοῦσιν τοὺς ἀναϕορεῖς αὐτοῦ.
Verse: 12    
καὶ λήμψονται πάντα τὰ σκεύη τὰ λειτουργικά, ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς ἐν τοῖς ἁγίοις, καὶ ἐμβαλοῦσιν εἰς ἱμάτιον ὑακίνϑινον καὶ καλύψουσιν αὐτὰ καλύμματι δερματίνῳ ὑακινϑίνῳ καὶ ἐπιϑήσουσιν ἐπὶ ἀναϕορεῖς.
Verse: 13    
καὶ τὸν καλυπτῆρα ἐπιϑήσει ἐπὶ τὸ ϑυσιαστήριον, καὶ ἐπικαλύψουσιν ἐπ' αὐτὸ ἱμάτιον ὁλοπόρϕυρον
Verse: 14    
καὶ ἐπιϑήσουσιν ἐπ' αὐτὸ πάντα τὰ σκεύη, ὅσοις λειτουργοῦσιν ἐπ' αὐτὸ ἐν αὐτοῖς, καὶ τὰ πυρεῖα καὶ τὰς κρεάγρας καὶ τὰς ϕιάλας καὶ τὸν καλυπτῆρα καὶ πάντα τὰ σκεύη τοῦ ϑυσιαστηρίου· καὶ ἐπιβαλοῦσιν ἐπ' αὐτὸ κάλυμμα δερμάτινον ὑακίνϑινον καὶ διεμβαλοῦσιν τοὺς ἀναϕορεῖς αὐτοῦ· καὶ λήμψονται ἱμάτιον πορϕυροῦν καὶ συγκαλύψουσιν τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ καὶ ἐμβαλοῦσιν αὐτὰ εἰς κάλυμμα δερμάτινον ὑακίνϑινον καὶ ἐπιϑήσουσιν ἐπὶ ἀναϕορεῖς.
Verse: 15    
καὶ συντελέσουσιν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ καλύπτοντες τὰ ἅγια καὶ πάντα τὰ σκεύη τὰ ἅγια ἐν τῷ ἐξαίρειν τὴν παρεμβολήν, καὶ μετὰ ταῦτα εἰσελεύσονται υἱοὶ Κααϑ αἴρειν καὶ οὐχ ἅψονται τῶν ἁγίων, ἵνα μὴ ἀποϑάνωσιν· ταῦτα ἀροῦσιν οἱ υἱοὶ Κααϑ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
Verse: 16    
ἐπίσκοπος Ελεαζαρ υἱὸς Ααρων τοῦ ἱερέως· τὸ ἔλαιον τοῦ ϕωτὸς καὶ τὸ ϑυμίαμα τῆς συνϑέσεως καὶ ϑυσία καϑ' ἡμέραν καὶ τὸ ἔλαιον τῆς χρίσεως, ἐπισκοπὴ ὅλης τῆς σκηνῆς καὶ ὅσα ἐστὶν ἐν αὐτῇ ἐν τῷ ἁγίῳ ἐν πᾶσι τοῖς ἔργοις.
Verse: 17    
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
Verse: 18    
Μὴ ὀλεϑρεύσητε τῆς ϕυλῆς τὸν δῆμον τὸν Κααϑ ἐκ μέσου τῶν Λευιτῶν·
Verse: 19    
τοῦτο ποιήσατε αὐτοῖς καὶ ζήσονται καὶ οὐ μὴ ἀποϑάνωσιν προσπορευομένων αὐτῶν πρὸς τὰ ἅγια τῶν ἁγίων· Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ προσπορευέσϑωσαν καὶ καταστήσουσιν αὐτοὺς ἕκαστον κατὰ τὴν ἀναϕορὰν αὐτοῦ,
Verse: 20    
καὶ οὐ μὴ εἰσέλϑωσιν ἰδεῖν ἐξάπινα τὰ ἅγια καὶ ἀποϑανοῦνται.
Verse: 21    
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 22    
Λαβὲ τὴν ἀρχὴν τῶν υἱῶν Γεδσων, καὶ τούτους κατ' οἴκους πατριῶν αὐτῶν κατὰ δήμους αὐτῶν·
Verse: 23    
ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς ἐπίσκεψαι αὐτούς, πᾶς εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν τὰ ἔργα αὐτοῦ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
Verse: 24    
αὕτη λειτουργία τοῦ δήμου τοῦ Γεδσων λειτουργεῖν καὶ αἴρειν·
Verse: 25    
καὶ ἀρεῖ τὰς δέρρεις τῆς σκηνῆς καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ κάλυμμα αὐτῆς καὶ τὸ κάλυμμα τὸ ὑακίνϑινον τὸ ὂν ἐπ' αὐτῆς ἄνωϑεν καὶ τὸ κάλυμμα τῆς ϑύρας τῆς σκηνῆς τοῦ μαρτυρίου
Verse: 26    
καὶ τὰ ἱστία τῆς αὐλῆς, ὅσα ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὰ περισσὰ καὶ πάντα τὰ σκεύη τὰ λειτουργικά, ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς, ποιήσουσιν.
Verse: 27    
κατὰ στόμα Ααρων καὶ τῶν υἱῶν αὐτοῦ ἔσται λειτουργία τῶν υἱῶν Γεδσων κατὰ πάσας τὰς λειτουργίας αὐτῶν καὶ κατὰ πάντα τὰ ἀρτὰ δι' αὐτῶν· καὶ ἐπισκέψῃ αὐτοὺς ἐξ ὀνομάτων πάντα τὰ ἀρτὰ ὑπ' αὐτῶν.
Verse: 28    
αὕτη λειτουργία τῶν υἱῶν Γεδσων ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καὶ ϕυλακὴ αὐτῶν ἐν χειρὶ Ιϑαμαρ τοῦ υἱοῦ Ααρων τοῦ ἱερέως.
Verse: 29    
Υἱοὶ Μεραρι, κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν ἐπισκέψασϑε αὐτούς·
Verse: 30    
ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς ἐπισκέψασϑε αὐτούς, πᾶς εἰσπορευόμενος λειτουργεῖν τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου.
Verse: 31    
καὶ ταῦτα τὰ ϕυλάγματα τῶν αἰρομένων ὑπ' αὐτῶν κατὰ πάντα τὰ ἔργα αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· τὰς κεϕαλίδας τῆς σκηνῆς καὶ τοὺς μοχλοὺς καὶ τοὺς στύλους αὐτῆς καὶ τὰς βάσεις αὐτῆς καὶ τὸ κατακάλυμμα καὶ αἱ βάσεις αὐτῶν καὶ οἱ στύλοι αὐτῶν καὶ τὸ κατακάλυμμα τῆς ϑύρας τῆς σκηνῆς
Verse: 32    
καὶ τοὺς στύλους τῆς αὐλῆς κύκλῳ καὶ αἱ βάσεις αὐτῶν καὶ τοὺς στύλους τοῦ καταπετάσματος τῆς πύλης τῆς αὐλῆς καὶ τὰς βάσεις αὐτῶν καὶ τοὺς πασσάλους αὐτῶν καὶ τοὺς κάλους αὐτῶν καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ πάντα τὰ λειτουργήματα αὐτῶν, ἐξ ὀνομάτων ἐπισκέψασϑε αὐτοὺς καὶ πάντα τὰ σκεύη τῆς ϕυλακῆς τῶν αἰρομένων ὑπ' αὐτῶν.
Verse: 33    
αὕτη λειτουργία δήμου υἱῶν Μεραρι ἐν πᾶσιν τοῖς ἔργοις αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἐν χειρὶ Ιϑαμαρ υἱοῦ Ααρων τοῦ ἱερέως.
Verse: 34    
Καὶ ἐπεσκέψατο Μωυσῆς καὶ Ααρων καὶ οἱ ἄρχοντες Ισραηλ τοὺς υἱοὺς Κααϑ κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν
Verse: 35    
ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
Verse: 36    
καὶ ἐγένετο ἐπίσκεψις αὐτῶν κατὰ δήμους αὐτῶν δισχίλιοι διακόσιοι πεντήκοντα·
Verse: 37    
αὕτη ἐπίσκεψις δήμου Κααϑ, πᾶς λειτουργῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καϑὰ ἐπεσκέψατο Μωυσῆς καὶ Ααρων διὰ ϕωνῆς κυρίου ἐν χειρὶ Μωυσῆ.
Verse: 38    
Καὶ ἐπεσκέπησαν υἱοὶ Γεδσων κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν
Verse: 39    
ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν τὰ ἔργα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
Verse: 40    
καὶ ἐγένετο ἐπίσκεψις αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν δισχίλιοι ἑξακόσιοι τριάκοντα·
Verse: 41    
αὕτη ἐπίσκεψις δήμου υἱῶν Γεδσων, πᾶς λειτουργῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ααρων διὰ ϕωνῆς κυρίου ἐν χειρὶ Μωυσῆ.
Verse: 42    
᾽Επεσκέπησαν δὲ καὶ δῆμος υἱῶν Μεραρι κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν
Verse: 43    
ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς εἰσπορευόμενος λειτουργεῖν πρὸς τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου.
Verse: 44    
καὶ ἐγενήϑη ἐπίσκεψις αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν τρισχίλιοι καὶ διακόσιοι·
Verse: 45    
αὕτη ἐπίσκεψις δήμου υἱῶν Μεραρι, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ααρων διὰ ϕωνῆς κυρίου ἐν χειρὶ Μωυσῆ.
Verse: 46    
Πάντες οἱ ἐπεσκεμμένοι, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ααρων καὶ οἱ ἄρχοντες Ισραηλ, τοὺς Λευίτας κατὰ δήμους κατ' οἴκους πατριῶν αὐτῶν
Verse: 47    
ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς εἰσπορευόμενος πρὸς τὸ ἔργον τῶν ἔργων καὶ τὰ ἔργα τὰ αἰρόμενα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου,
Verse: 48    
καὶ ἐγενήϑησαν οἱ ἐπισκεπέντες ὀκτακισχίλιοι πεντακόσιοι ὀγδοήκοντα.
Verse: 49    
διὰ ϕωνῆς κυρίου ἐπεσκέψατο αὐτοὺς ἐν χειρὶ Μωυσῆ ἄνδρα κατ' ἄνδρα ἐπὶ τῶν ἔργων αὐτῶν καὶ ἐπὶ ὧν αἴρουσιν αὐτοί· καὶ ἐπεσκέπησαν, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.