TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 122
Previous part

Chapter: 5 
Verse: 1    Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 2    
Πρόσταξον τοῖς υἱοῖς Ισραηλ καὶ ἐξαποστειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν καὶ πάντα γονορρυῆ καὶ πάντα ἀκάϑαρτον ἐπὶ ψυχῇ·
Verse: 3    
ἀπὸ ἀρσενικοῦ ἕως ϑηλυκοῦ ἐξαποστείλατε ἔξω τῆς παρεμβολῆς, καὶ οὐ μὴ μιανοῦσιν τὰς παρεμβολὰς αὐτῶν, ἐν οἷς ἐγὼ καταγίνομαι ἐν αὐτοῖς.
Verse: 4    
καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ισραηλ καὶ ἐξαπέστειλαν αὐτοὺς ἔξω τῆς παρεμβολῆς· καϑὰ ἐλάλησεν κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ.
Verse: 5    
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 6    
Λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων ᾽Ανὴρ γυνή, ὅστις ἐὰν ποιήσῃ ἀπὸ τῶν ἁμαρτιῶν τῶν ἀνϑρωπίνων καὶ παριδὼν παρίδῃ καὶ πλημμελήσῃ ψυχὴ ἐκείνη,
Verse: 7    
ἐξαγορεύσει τὴν ἁμαρτίαν, ἣν ἐποίησεν, καὶ ἀποδώσει τὴν πλημμέλειαν τὸ κεϕάλαιον καὶ τὸ ἐπίπεμπτον αὐτοῦ προσϑήσει ἐπ' αὐτὸ καὶ ἀποδώσει, τίνι ἐπλημμέλησεν αὐτῷ.
Verse: 8    
ἐὰν δὲ μὴ τῷ ἀνϑρώπῳ ἀγχιστεύων ὥστε ἀποδοῦναι αὐτῷ τὸ πλημμέλημα πρὸς αὐτόν, τὸ πλημμέλημα τὸ ἀποδιδόμενον κυρίῳ τῷ ἱερεῖ ἔσται πλὴν τοῦ κριοῦ τοῦ ἱλασμοῦ, δι' οὗ ἐξιλάσεται ἐν αὐτῷ περὶ αὐτοῦ.
Verse: 9    
καὶ πᾶσα ἀπαρχὴ κατὰ πάντα τὰ ἁγιαζόμενα ἐν υἱοῖς Ισραηλ, ὅσα ἂν προσϕέρωσιν τῷ κυρίῳ τῷ ἱερεῖ, αὐτῷ ἔσται.
Verse: 10    
καὶ ἑκάστου τὰ ἡγιασμένα αὐτοῦ ἔσται· ἀνὴρ ὃς ἐὰν δῷ τῷ ἱερεῖ, αὐτῷ ἔσται.
Verse: 11    
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 12    
Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ᾽Ανδρὸς ἀνδρὸς ἐὰν παραβῇ γυνὴ αὐτοῦ καὶ παρίδῃ αὐτὸν ὑπεριδοῦσα
Verse: 13    
καὶ κοιμηϑῇ τις μετ' αὐτῆς κοίτην σπέρματος καὶ λάϑῃ ἐξ ὀϕϑαλμῶν τοῦ ἀνδρὸς αὐτῆς καὶ κρύψῃ, αὐτὴ δὲ μεμιαμμένη καὶ μάρτυς μὴ ἦν μετ' αὐτῆς καὶ αὐτὴ μὴ συνειλημμένη,
Verse: 14    
καὶ ἐπέλϑῃ αὐτῷ πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, αὐτὴ δὲ μεμίανται, ἐπέλϑῃ αὐτῷ πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, αὐτὴ δὲ μὴ μεμιαμμένη,
Verse: 15    
καὶ ἄξει ἄνϑρωπος τὴν γυναῖκα αὐτοῦ πρὸς τὸν ἱερέα καὶ προσοίσει τὸ δῶρον περὶ αὐτῆς τὸ δέκατον τοῦ οιϕι ἄλευρον κρίϑινον, οὐκ ἐπιχεεῖ ἐπ' αὐτὸ ἔλαιον οὐδὲ ἐπιϑήσει ἐπ' αὐτὸ λίβανον, ἔστιν γὰρ ϑυσία ζηλοτυπίας, ϑυσία μνημοσύνου ἀναμιμνήσκουσα ἁμαρτίαν.
Verse: 16    
καὶ προσάξει αὐτὴν ἱερεὺς καὶ στήσει αὐτὴν ἔναντι κυρίου,
Verse: 17    
καὶ λήμψεται ἱερεὺς ὕδωρ καϑαρὸν ζῶν ἐν ἀγγείῳ ὀστρακίνῳ καὶ τῆς γῆς τῆς οὔσης ἐπὶ τοῦ ἐδάϕους τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ λαβὼν ἱερεὺς ἐμβαλεῖ εἰς τὸ ὕδωρ,
Verse: 18    
καὶ στήσει ἱερεὺς τὴν γυναῖκα ἔναντι κυρίου καὶ ἀποκαλύψει τὴν κεϕαλὴν τῆς γυναικὸς καὶ δώσει ἐπὶ τὰς χεῖρας αὐτῆς τὴν ϑυσίαν τοῦ μνημοσύνου, τὴν ϑυσίαν τῆς ζηλοτυπίας, ἐν δὲ τῇ χειρὶ τοῦ ἱερέως ἔσται τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου.
Verse: 19    
καὶ ὁρκιεῖ αὐτὴν ἱερεὺς καὶ ἐρεῖ τῇ γυναικί Εἰ μὴ κεκοίμηταί τις μετὰ σοῦ, εἰ μὴ παραβέβηκας μιανϑῆναι ὑπὸ τὸν ἄνδρα τὸν σεαυτῆς, ἀϑῴα ἴσϑι ἀπὸ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου·
Verse: 20    
εἰ δὲ σὺ παραβέβηκας ὑπ' ἀνδρὸς οὖσα μεμίανσαι καὶ ἔδωκέν τις τὴν κοίτην αὐτοῦ ἐν σοὶ πλὴν τοῦ ἀνδρός σου.
Verse: 21    
καὶ ὁρκιεῖ ἱερεὺς τὴν γυναῖκα ἐν τοῖς ὅρκοις τῆς ἀρᾶς ταύτης, καὶ ἐρεῖ ἱερεὺς τῇ γυναικί Δῴη κύριός σε ἐν ἀρᾷ καὶ ἐνόρκιον ἐν μέσῳ τοῦ λαοῦ σου ἐν τῷ δοῦναι κύριον τὸν μηρόν σου διαπεπτωκότα καὶ τὴν κοιλίαν σου πεπρησμένην,
Verse: 22    
καὶ εἰσελεύσεται τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦτο εἰς τὴν κοιλίαν σου πρῆσαι γαστέρα καὶ διαπεσεῖν μηρόν σου. καὶ ἐρεῖ γυνή Γένοιτο, γένοιτο.
Verse: 23    
καὶ γράψει ἱερεὺς τὰς ἀρὰς ταύτας εἰς βιβλίον καὶ ἐξαλείψει εἰς τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου
Verse: 24    
καὶ ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου, καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦ ἐλεγμοῦ.
Verse: 25    
καὶ λήμψεται ἱερεὺς ἐκ χειρὸς τῆς γυναικὸς τὴν ϑυσίαν τῆς ζηλοτυπίας καὶ ἐπιϑήσει τὴν ϑυσίαν ἔναντι κυρίου καὶ προσοίσει αὐτὴν πρὸς τὸ ϑυσιαστήριον,
Verse: 26    
καὶ δράξεται ἱερεὺς ἀπὸ τῆς ϑυσίας τὸ μνημόσυνον αὐτῆς καὶ ἀνοίσει αὐτὸ ἐπὶ τὸ ϑυσιαστήριον καὶ μετὰ ταῦτα ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ.
Verse: 27    
καὶ ἔσται ἐὰν μεμιαμμένη καὶ λήϑῃ λάϑῃ τὸν ἄνδρα αὐτῆς, καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τὸ ἐπικαταρώμενον, καὶ πρησϑήσεται τὴν κοιλίαν, καὶ διαπεσεῖται μηρὸς αὐτῆς, καὶ ἔσται γυνὴ εἰς ἀρὰν ἐν τῷ λαῷ αὐτῆς·
Verse: 28    
ἐὰν δὲ μὴ μιανϑῇ γυνὴ καὶ καϑαρὰ , καὶ ἀϑῴα ἔσται καὶ ἐκσπερματιεῖ σπέρμα.
Verse: 29    
οὗτος νόμος τῆς ζηλοτυπίας, ἐὰν παραβῇ γυνὴ ὑπ' ἀνδρὸς οὖσα καὶ μιανϑῇ·
Verse: 30    
ἄνϑρωπος, ἐὰν ἐπέλϑῃ ἐπ' αὐτὸν πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, καὶ στήσει τὴν γυναῖκα αὐτοῦ ἔναντι κυρίου, καὶ ποιήσει αὐτῇ ἱερεὺς πάντα τὸν νόμον τοῦτον·
Verse: 31    
καὶ ἀϑῷος ἔσται ἄνϑρωπος ἀπὸ ἁμαρτίας, καὶ γυνὴ ἐκείνη λήμψεται τὴν ἁμαρτίαν αὐτῆς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.