TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 123
Previous part

Chapter: 6 
Verse: 1    Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 2    
Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ᾽Ανὴρ γυνή, ὃς ἐὰν μεγάλως εὔξηται εὐχὴν ἀϕαγνίσασϑαι ἁγνείαν κυρίῳ
Verse: 3    
ἀπὸ οἴνου καὶ σικερα, ἁγνισϑήσεται ἀπὸ οἴνου καὶ ὄξος ἐξ οἴνου καὶ ὄξος ἐκ σικερα οὐ πίεται καὶ ὅσα κατεργάζεται ἐκ σταϕυλῆς οὐ πίεται καὶ σταϕυλὴν πρόσϕατον καὶ σταϕίδα οὐ ϕάγεται.
Verse: 4    
πάσας τὰς ἡμέρας τῆς εὐχῆς αὐτοῦ ἀπὸ πάντων, ὅσα γίνεται ἐξ ἀμπέλου, οἶνον ἀπὸ στεμϕύλων ἕως γιγάρτου οὐ ϕάγεται.
Verse: 5    
πάσας τὰς ἡμέρας τῆς εὐχῆς τοῦ ἁγνισμοῦ ξυρὸν οὐκ ἐπελεύσεται ἐπὶ τὴν κεϕαλὴν αὐτοῦ· ἕως ἂν πληρωϑῶσιν αἱ ἡμέραι, ὅσας ηὔξατο κυρίῳ, ἅγιος ἔσται τρέϕων κόμην τρίχα κεϕαλῆς.
Verse: 6    
πάσας τὰς ἡμέρας τῆς εὐχῆς κυρίῳ ἐπὶ πάσῃ ψυχῇ τετελευτηκυίᾳ οὐκ εἰσελεύσεται·
Verse: 7    
ἐπὶ πατρὶ καὶ ἐπὶ μητρὶ καὶ ἐπ' ἀδελϕῷ καὶ ἐπ' ἀδελϕῇ, οὐ μιανϑήσεται ἐπ' αὐτοῖς ἀποϑανόντων αὐτῶν, ὅτι εὐχὴ ϑεοῦ αὐτοῦ ἐπ' αὐτῷ ἐπὶ κεϕαλῆς αὐτοῦ·
Verse: 8    
πάσας τὰς ἡμέρας τῆς εὐχῆς αὐτοῦ ἅγιος ἔσται κυρίῳ.
Verse: 9    
ἐὰν δέ τις ἀποϑάνῃ ἐξάπινα ἐπ' αὐτῷ, παραχρῆμα μιανϑήσεται κεϕαλὴ εὐχῆς αὐτοῦ, καὶ ξυρήσεται τὴν κεϕαλὴν αὐτοῦ ἂν ἡμέρᾳ καϑαρισϑῇ· τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ξυρηϑήσεται.
Verse: 10    
καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ οἴσει δύο τρυγόνας δύο νεοσσοὺς περιστερῶν πρὸς τὸν ἱερέα ἐπὶ τὰς ϑύρας τῆς σκηνῆς τοῦ μαρτυρίου,
Verse: 11    
καὶ ποιήσει ἱερεὺς μίαν περὶ ἁμαρτίας καὶ μίαν εἰς ὁλοκαύτωμα, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ἱερεὺς περὶ ὧν ἥμαρτεν περὶ τῆς ψυχῆς καὶ ἁγιάσει τὴν κεϕαλὴν αὐτοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ,
Verse: 12    
ἡγιάσϑη κυρίῳ τὰς ἡμέρας τῆς εὐχῆς, καὶ προσάξει ἀμνὸν ἐνιαύσιον εἰς πλημμέλειαν, καὶ αἱ ἡμέραι αἱ πρότεραι ἄλογοι ἔσονται, ὅτι ἐμιάνϑη κεϕαλὴ εὐχῆς αὐτοῦ.
Verse: 13    
Καὶ οὗτος νόμος τοῦ εὐξαμένου· ἂν ἡμέρᾳ πληρώσῃ ἡμέρας εὐχῆς αὐτοῦ, προσοίσει αὐτὸς παρὰ τὰς ϑύρας τῆς σκηνῆς τοῦ μαρτυρίου
Verse: 14    
καὶ προσάξει τὸ δῶρον αὐτοῦ κυρίῳ ἀμνὸν ἐνιαύσιον ἄμωμον ἕνα εἰς ὁλοκαύτωσιν καὶ ἀμνάδα ἐνιαυσίαν ἄμωμον μίαν εἰς ἁμαρτίαν καὶ κριὸν ἕνα ἄμωμον εἰς σωτήριον
Verse: 15    
καὶ κανοῦν ἀζύμων σεμιδάλεως ἄρτους ἀναπεποιημένους ἐν ἐλαίῳ καὶ λάγανα ἄζυμα κεχρισμένα ἐν ἐλαίῳ καὶ ϑυσία αὐτῶν καὶ σπονδὴ αὐτῶν.
Verse: 16    
καὶ προσοίσει ἱερεὺς ἔναντι κυρίου καὶ ποιήσει τὸ περὶ ἁμαρτίας αὐτοῦ καὶ τὸ ὁλοκαύτωμα αὐτοῦ
Verse: 17    
καὶ τὸν κριὸν ποιήσει ϑυσίαν σωτηρίου κυρίῳ ἐπὶ τῷ κανῷ τῶν ἀζύμων, καὶ ποιήσει ἱερεὺς τὴν ϑυσίαν αὐτοῦ καὶ τὴν σπονδὴν αὐτοῦ.
Verse: 18    
καὶ ξυρήσεται ηὐγμένος παρὰ τὰς ϑύρας τῆς σκηνῆς τοῦ μαρτυρίου τὴν κεϕαλὴν τῆς εὐχῆς αὐτοῦ καὶ ἐπιϑήσει τὰς τρίχας ἐπὶ τὸ πῦρ, ἐστιν ὑπὸ τὴν ϑυσίαν τοῦ σωτηρίου.
Verse: 19    
καὶ λήμψεται ἱερεὺς τὸν βραχίονα ἑϕϑὸν ἀπὸ τοῦ κριοῦ καὶ ἄρτον ἕνα ἄζυμον ἀπὸ τοῦ κανοῦ καὶ λάγανον ἄζυμον ἓν καὶ ἐπιϑήσει ἐπὶ τὰς χεῖρας τοῦ ηὐγμένου μετὰ τὸ ξυρήσασϑαι αὐτὸν τὴν εὐχὴν αὐτοῦ·
Verse: 20    
καὶ προσοίσει αὐτὰ ἱερεὺς ἐπίϑεμα ἔναντι κυρίου, ἅγιον ἔσται τῷ ἱερεῖ ἐπὶ τοῦ στηϑυνίου τοῦ ἐπιϑέματος καὶ ἐπὶ τοῦ βραχίονος τοῦ ἀϕαιρέματος· καὶ μετὰ ταῦτα πίεται ηὐγμένος οἶνον.
Verse: 21    
οὗτος νόμος τοῦ εὐξαμένου, ὃς ἂν εὔξηται κυρίῳ δῶρον αὐτοῦ κυρίῳ περὶ τῆς εὐχῆς, χωρὶς ὧν ἂν εὕρῃ χεὶρ αὐτοῦ κατὰ δύναμιν τῆς εὐχῆς αὐτοῦ, ἣν ἂν εὔξηται κατὰ νόμον ἁγνείας.
Verse: 22    
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 23    
Λάλησον Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ λέγων Οὕτως εὐλογήσετε τοὺς υἱοὺς Ισραηλ λέγοντες αὐτοῖς [καὶ ἐπιϑήσουσιν τὸ ὄνομά μου ἐπὶ τοὺς υἱοὺς Ισραηλ, καὶ ἐγὼ κύριος εὐλογήσω αὐτούς]
Verse: 24    
Εὐλογήσαι σε κύριος καὶ ϕυλάξαι σε,
Verse: 25    
ἐπιϕάναι κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ ἐλεήσαι σε,
Verse: 26    
ἐπάραι κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ δῴη σοι // εἰρήνην.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.