TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 124
Previous part

Chapter: 7 
Verse: 1    Καὶ ἐγένετο ἡμέρᾳ συνετέλεσεν Μωυσῆς ὥστε ἀναστῆσαι τὴν σκηνὴν καὶ ἔχρισεν αὐτὴν καὶ ἡγίασεν αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὸ ϑυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ καὶ ἔχρισεν αὐτὰ καὶ ἡγίασεν αὐτά,
Verse: 2    
καὶ προσήνεγκαν οἱ ἄρχοντες Ισραηλ, δώδεκα ἄρχοντες οἴκων πατριῶν αὐτῶν, οὗτοι ἄρχοντες ϕυλῶν, οὗτοι οἱ παρεστηκότες ἐπὶ τῆς ἐπισκοπῆς,
Verse: 3    
καὶ ἤνεγκαν τὰ δῶρα αὐτῶν ἔναντι κυρίου ἓξ ἁμάξας λαμπηνικὰς καὶ δώδεκα βόας, ἅμαξαν παρὰ δύο ἀρχόντων καὶ μόσχον παρὰ ἑκάστου, καὶ προσήγαγον ἐναντίον τῆς σκηνῆς.
Verse: 4    
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 5    
Λαβὲ παρ' αὐτῶν, καὶ ἔσονται πρὸς τὰ ἔργα τὰ λειτουργικὰ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ δώσεις αὐτὰ τοῖς Λευίταις, ἑκάστῳ κατὰ τὴν αὐτοῦ λειτουργίαν.
Verse: 6    
καὶ λαβὼν Μωυσῆς τὰς ἁμάξας καὶ τοὺς βόας ἔδωκεν αὐτὰ τοῖς Λευίταις·
Verse: 7    
τὰς δύο ἁμάξας καὶ τοὺς τέσσαρας βόας ἔδωκεν τοῖς υἱοῖς Γεδσων κατὰ τὰς λειτουργίας αὐτῶν
Verse: 8    
καὶ τὰς τέσσαρας ἁμάξας καὶ τοὺς ὀκτὼ βόας ἔδωκεν τοῖς υἱοῖς Μεραρι κατὰ τὰς λειτουργίας αὐτῶν διὰ Ιϑαμαρ υἱοῦ Ααρων τοῦ ἱερέως.
Verse: 9    
καὶ τοῖς υἱοῖς Κααϑ οὐκ ἔδωκεν, ὅτι τὰ λειτουργήματα τοῦ ἁγίου ἔχουσιν· ἐπ' ὤμων ἀροῦσιν.
Verse: 10    
Καὶ προσήνεγκαν οἱ ἄρχοντες εἰς τὸν ἐγκαινισμὸν τοῦ ϑυσιαστηρίου ἐν τῇ ἡμέρᾳ, ἔχρισεν αὐτό, καὶ προσήνεγκαν οἱ ἄρχοντες τὰ δῶρα αὐτῶν ἀπέναντι τοῦ ϑυσιαστηρίου.
Verse: 11    
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ῎Αρχων εἷς καϑ' ἡμέραν ἄρχων καϑ' ἡμέραν προσοίσουσιν τὰ δῶρα αὐτῶν εἰς τὸν ἐγκαινισμὸν τοῦ ϑυσιαστηρίου.
Verse: 12    
Καὶ ἦν προσϕέρων τῇ ἡμέρᾳ τῇ πρώτῃ τὸ δῶρον αὐτοῦ Ναασσων υἱὸς Αμιναδαβ ἄρχων τῆς ϕυλῆς Ιουδα.
Verse: 13    
καὶ προσήνεγκεν τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, ϕιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμϕότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς ϑυσίαν·
Verse: 14    
ϑυίσκην μίαν δέκα χρυσῶν πλήρη ϑυμιάματος·
Verse: 15    
μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
Verse: 16    
καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
Verse: 17    
καὶ εἰς ϑυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Ναασσων υἱοῦ Αμιναδαβ.
Verse: 18    
Τῇ ἡμέρᾳ τῇ δευτέρᾳ προσήνεγκεν Ναϑαναηλ υἱὸς Σωγαρ ἄρχων τῆς ϕυλῆς Ισσαχαρ.
Verse: 19    
καὶ προσήνεγκεν τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, ϕιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμϕότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς ϑυσίαν·
Verse: 20    
ϑυίσκην μίαν δέκα χρυσῶν πλήρη ϑυμιάματος·
Verse: 21    
μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
Verse: 22    
καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
Verse: 23    
καὶ εἰς ϑυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Ναϑαναηλ υἱοῦ Σωγαρ.
Verse: 24    
Τῇ ἡμέρᾳ τῇ τρίτῃ ἄρχων τῶν υἱῶν Ζαβουλων Ελιαβ υἱὸς Χαιλων.
Verse: 25    
τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, ϕιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμϕότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς ϑυσίαν·
Verse: 26    
ϑυίσκην μίαν δέκα χρυσῶν πλήρη ϑυμιάματος·
Verse: 27    
μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
Verse: 28    
καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
Verse: 29    
καὶ εἰς ϑυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Ελιαβ υἱοῦ Χαιλων.
Verse: 30    
Τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἄρχων τῶν υἱῶν Ρουβην Ελισουρ υἱὸς Σεδιουρ.
Verse: 31    
τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, ϕιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμϕότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς ϑυσίαν·
Verse: 32    
ϑυίσκην μίαν δέκα χρυσῶν πλήρη ϑυμιάματος·
Verse: 33    
μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
Verse: 34    
καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
Verse: 35    
καὶ εἰς ϑυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Ελισουρ υἱοῦ Σεδιουρ.
Verse: 36    
Τῇ ἡμέρᾳ τῇ πέμπτῃ ἄρχων τῶν υἱῶν Συμεων Σαλαμιηλ υἱὸς Σουρισαδαι.
Verse: 37    
τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, ϕιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμϕότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς ϑυσίαν·
Verse: 38    
ϑυίσκην μίαν δέκα χρυσῶν πλήρη ϑυμιάματος·
Verse: 39    
μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
Verse: 40    
καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
Verse: 41    
καὶ εἰς ϑυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Σαλαμιηλ υἱοῦ Σουρισαδαι.
Verse: 42    
Τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρχων τῶν υἱῶν Γαδ Ελισαϕ υἱὸς Ραγουηλ.
Verse: 43    
τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, ϕιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμϕότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς ϑυσίαν·
Verse: 44    
ϑυίσκην μίαν δέκα χρυσῶν πλήρη ϑυμιάματος·
Verse: 45    
μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
Verse: 46    
καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
Verse: 47    
καὶ εἰς ϑυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Ελισαϕ υἱοῦ Ραγουηλ.
Verse: 48    
Τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἄρχων τῶν υἱῶν Εϕραιμ Ελισαμα υἱὸς Εμιουδ.
Verse: 49    
τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, ϕιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμϕότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς ϑυσίαν·
Verse: 50    
ϑυίσκην μίαν δέκα χρυσῶν πλήρη ϑυμιάματος·
Verse: 51    
μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
Verse: 52    
καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
Verse: 53    
καὶ εἰς ϑυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Ελισαμα υἱοῦ Εμιουδ.
Verse: 54    
Τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἄρχων τῶν υἱῶν Μανασση Γαμαλιηλ υἱὸς Φαδασσουρ.
Verse: 55    
τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, ϕιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμϕότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς ϑυσίαν·
Verse: 56    
ϑυίσκην μίαν δέκα χρυσῶν πλήρη ϑυμιάματος·
Verse: 57    
μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
Verse: 58    
καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
Verse: 59    
καὶ εἰς ϑυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Γαμαλιηλ υἱοῦ Φαδασσουρ.
Verse: 60    
Τῇ ἡμέρᾳ τῇ ἐνάτῃ ἄρχων τῶν υἱῶν Βενιαμιν Αβιδαν υἱὸς Γαδεωνι.
Verse: 61    
τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, ϕιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμϕότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς ϑυσίαν·
Verse: 62    
ϑυίσκην μίαν δέκα χρυσῶν πλήρη ϑυμιάματος·
Verse: 63    
μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
Verse: 64    
καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
Verse: 65    
καὶ εἰς ϑυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Αβιδαν υἱοῦ Γαδεωνι.
Verse: 66    
Τῇ ἡμέρᾳ τῇ δεκάτῃ ἄρχων τῶν υἱῶν Δαν Αχιεζερ υἱὸς Αμισαδαι.
Verse: 67    
τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, ϕιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμϕότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς ϑυσίαν·
Verse: 68    
ϑυίσκην μίαν δέκα χρυσῶν πλήρη ϑυμιάματος·
Verse: 69    
μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
Verse: 70    
καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
Verse: 71    
καὶ εἰς ϑυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Αχιεζερ υἱοῦ Αμισαδαι.
Verse: 72    
Τῇ ἡμέρᾳ τῇ ἑνδεκάτῃ ἄρχων τῶν υἱῶν Ασηρ Φαγαιηλ υἱὸς Εχραν.
Verse: 73    
τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, ϕιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμϕότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς ϑυσίαν·
Verse: 74    
ϑυίσκην μίαν δέκα χρυσῶν πλήρη ϑυμιάματος·
Verse: 75    
μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
Verse: 76    
καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
Verse: 77    
καὶ εἰς ϑυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Φαγαιηλ υἱοῦ Εχραν.
Verse: 78    
Τῇ ἡμέρᾳ τῇ δωδεκάτῃ ἄρχων τῶν υἱῶν Νεϕϑαλι Αχιρε υἱὸς Αιναν.
Verse: 79    
τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, ϕιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμϕότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς ϑυσίαν·
Verse: 80    
ϑυίσκην μίαν δέκα χρυσῶν πλήρη ϑυμιάματος·
Verse: 81    
μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
Verse: 82    
καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
Verse: 83    
καὶ εἰς ϑυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Αχιρε υἱοῦ Αιναν.
Verse: 84    
Οὗτος ἐγκαινισμὸς τοῦ ϑυσιαστηρίου, ἡμέρᾳ ἔχρισεν αὐτό, παρὰ τῶν ἀρχόντων τῶν υἱῶν Ισραηλ· τρυβλία ἀργυρᾶ δώδεκα, ϕιάλαι ἀργυραῖ δώδεκα, ϑυίσκαι χρυσαῖ δώδεκα,
Verse: 85    
τριάκοντα καὶ ἑκατὸν σίκλων τὸ τρυβλίον τὸ ἕν καὶ ἑβδομήκοντα σίκλων ϕιάλη μία, πᾶν τὸ ἀργύριον τῶν σκευῶν δισχίλιοι καὶ τετρακόσιοι σίκλοι ἐν τῷ σίκλῳ τῷ ἁγίῳ.
Verse: 86    
ϑυίσκαι χρυσαῖ δώδεκα πλήρεις ϑυμιάματος· πᾶν τὸ χρυσίον τῶν ϑυισκῶν εἴκοσι καὶ ἑκατὸν χρυσοῖ.
Verse: 87    
πᾶσαι αἱ βόες εἰς ὁλοκαύτωσιν μόσχοι δώδεκα, κριοὶ δώδεκα, ἀμνοὶ ἐνιαύσιοι δώδεκα καὶ αἱ ϑυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν· καὶ χίμαροι ἐξ αἰγῶν δώδεκα περὶ ἁμαρτίας.
Verse: 88    
πᾶσαι αἱ βόες εἰς ϑυσίαν σωτηρίου δαμάλεις εἴκοσι τέσσαρες, κριοὶ ἑξήκοντα, τράγοι ἑξήκοντα, ἀμνάδες ἑξήκοντα ἐνιαύσιαι ἄμωμοι. αὕτη ἐγκαίνωσις τοῦ ϑυσιαστηρίου μετὰ τὸ πληρῶσαι τὰς χεῖρας αὐτοῦ καὶ μετὰ τὸ χρῖσαι αὐτόν.
Verse: 89    
ἐν τῷ εἰσπορεύεσϑαι Μωυσῆν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαλῆσαι αὐτῷ καὶ ἤκουσεν τὴν ϕωνὴν κυρίου λαλοῦντος πρὸς αὐτὸν ἄνωϑεν τοῦ ἱλαστηρίου, ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, ἀνὰ μέσον τῶν δύο χερουβιμ· καὶ ἐλάλει πρὸς αὐτόν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.