TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 749
Previous part

Chapter: 14 
Verse: 1  σοϕαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους,
δὲ ἄϕρων κατέσκαψεν ταῖς χερσὶν αὐτῆς.
Verse: 2 
πορευόμενος ὀρϑῶς ϕοβεῖται τὸν κύριον,
δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασϑήσεται.
Verse: 3 
ἐκ στόματος ἀϕρόνων βακτηρία ὕβρεως,
χείλη δὲ σοϕῶν ϕυλάσσει αὐτούς.
Verse: 4 
οὗ μή εἰσιν βόες, ϕάτναι καϑαραί·
οὗ δὲ πολλὰ γενήματα, ϕανερὰ βοὸς ἰσχύς.
Verse: 5 
μάρτυς πιστὸς οὐ ψεύδεται,
ἐκκαίει δὲ ψεύδη μάρτυς ἄδικος.
Verse: 6 
ζητήσεις σοϕίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις,
αἴσϑησις δὲ παρὰ ϕρονίμοις εὐχερής.
Verse: 7 
πάντα ἐναντία ἀνδρὶ ἄϕρονι,
ὅπλα δὲ αἰσϑήσεως χείλη σοϕά.
Verse: 8 
σοϕία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν,
ἄνοια δὲ ἀϕρόνων ἐν πλάνῃ.
Verse: 9 
οἰκίαι παρανόμων ὀϕειλήσουσιν καϑαρισμόν,
οἰκίαι δὲ δικαίων δεκταί.
Verse: 10 
καρδία ἀνδρὸς αἰσϑητική, λυπηρὰ ψυχὴ αὐτοῦ·
ὅταν δὲ εὐϕραίνηται, οὐκ ἐπιμείγνυται ὕβρει.
Verse: 11 
οἰκίαι ἀσεβῶν ἀϕανισϑήσονται,
σκηναὶ δὲ κατορϑούντων στήσονται.
Verse: 12 
ἔστιν ὁδὸς δοκεῖ ὀρϑὴ εἶναι παρὰ ἀνϑρώποις,
τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυϑμένα ᾅδου.
Verse: 13 
ἐν εὐϕροσύναις οὐ προσμείγνυται λύπη,
τελευταία δὲ χαρὰ εἰς πένϑος ἔρχεται.
Verse: 14 
τῶν ἑαυτοῦ ὁδῶν πλησϑήσεται ϑρασυκάρδιος,
ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαϑός.
Verse: 15 
ἄκακος πιστεύει παντὶ λόγῳ,
πανοῦργος δὲ ἔρχεται εἰς μετάνοιαν.
Verse: 16 
σοϕὸς ϕοβηϑεὶς ἐξέκλινεν ἀπὸ κακοῦ,
δὲ ἄϕρων ἑαυτῷ πεποιϑὼς μείγνυται ἀνόμῳ.
Verse: 17 
ὀξύϑυμος πράσσει μετὰ ἀβουλίας,
ἀνὴρ δὲ ϕρόνιμος πολλὰ ὑποϕέρει.
Verse: 18 
μεριοῦνται ἄϕρονες κακίαν,
οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσϑήσεως.
Verse: 19 
ὀλισϑήσουσιν κακοὶ ἔναντι ἀγαϑῶν,
καὶ ἀσεβεῖς ϑεραπεύσουσιν ϑύρας δικαίων.
Verse: 20 
ϕίλοι μισήσουσιν ϕίλους πτωχούς,
ϕίλοι δὲ πλουσίων πολλοί.
Verse: 21 
ἀτιμάζων πένητας ἁμαρτάνει,
ἐλεῶν δὲ πτωχοὺς μακαριστός.
Verse: 22 
πλανώμενοι τεκταίνουσι κακά,
ἔλεον δὲ καὶ ἀλήϑειαν τεκταίνουσιν ἀγαϑοί.
οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν,
ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαϑοῖς.
Verse: 23 
ἐν παντὶ μεριμνῶντι ἔνεστιν περισσόν,
δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδείᾳ ἔσται.
Verse: 24 
στέϕανος σοϕῶν πανοῦργος,
δὲ διατριβὴ ἀϕρόνων κακή.
Verse: 25 
ῥύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός,
ἐκκαίει δὲ ψεύδη δόλιος.
Verse: 26 
ἐν ϕόβῳ κυρίου ἐλπὶς ἰσχύος,
τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα.
Verse: 27 
πρόσταγμα κυρίου πηγὴ ζωῆς,
ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος ϑανάτου.
Verse: 28 
ἐν πολλῷ ἔϑνει δόξα βασιλέως,
ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου.
Verse: 29 
μακρόϑυμος ἀνὴρ πολὺς ἐν ϕρονήσει,
δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄϕρων.
Verse: 30 
πραύϑυμος ἀνὴρ καρδίας ἰατρός,
σὴς δὲ ὀστέων καρδία αἰσϑητική.
Verse: 31 
συκοϕαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν,
δὲ τιμῶν αὐτὸν ἐλεᾷ πτωχόν.
Verse: 32 
ἐν κακίᾳ αὐτοῦ ἀπωσϑήσεται ἀσεβής,
δὲ πεποιϑὼς τῇ ἑαυτοῦ ὁσιότητι δίκαιος.
Verse: 33 
ἐν καρδίᾳ ἀγαϑῇ ἀνδρὸς σοϕία,
ἐν δὲ καρδίᾳ ἀϕρόνων οὐ διαγινώσκεται.
Verse: 34 
δικαιοσύνη ὑψοῖ ἔϑνος,
ἐλασσονοῦσι δὲ ϕυλὰς ἁμαρτίαι.
Verse: 35 
δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων,
τῇ δὲ ἑαυτοῦ εὐστροϕίᾳ ἀϕαιρεῖται ἀτιμίαν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.